In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Πλεῖστος δέ ἐστι τόπος τοῦ ποιεῖν παράδοξα λέγειν.
Ἔτι περὶ τοῦ εἰς παράδοξον ἄγειν τὸν ἀποκρινόμενον λέγει, καὶ φησὶν ὅτι ἰσχυρός ἐστι τόπος εἰς τὸ εἰς παράδοξον ἄγειν τὸ ἐπιχειρεῖν ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον, ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ καὶ πάντες οἱ ἀρχαῖοι ποιοῦσιν· εἰσάγει γὰρ ὁ Πλάτων’ ἐν τῷ ἐπιγραφομένῳ Γοργίᾳ αὑτοῦ διαλόγῳ τὸν Καλλικλῆν λέγοντα τὴν δικαιοσύνην μὴ εἶναι καλήν τε καὶ ἀγαθὴν ὡς μὴ κατὰ φύσιν ἀλλὰ κατὰ νόμον μόνον οὖσαν ἀγαθήν, τὴν δὲ πλεονεξίαν μᾶλλον εἶναι καλὴν ὡς κατὰ [*](7 μὲν πάντες I: inv. ord. a 8. 9 σκόπει οὖν, ὁπόταν διαλέγῃ μετὰ τινὸς Α 8 διαλέγει a 9 post βουλήσεων add. καὶ Α post πολλῶν add. ἤγουν τῶν δοκούντων τοῖς πολλοῖς Α οἷον εἰ al: καὶ εἰ μὲν Α 11 τῶν AI: om. a λέγων Α 12 τὸ πένεσθαι δικαίως post σωφρονεῖν collocat Α 12. 13 τοῦτο γὰρ ἅπασι φαίνεται Α 14 post μὲν add. οὖν a 14. 15 ἀντιτιθέντος aA: ἀντιτιθέντι I 16 γὰρ ΑI: τὰς a: γὰρ τὰς v 18 ἐστι τόπος I: τόπος a: τόπος ἐστὶ Arist. 19. 20 τὸν προσδιαλεγόμενον λέγει καὶ φησὶ· πλεῖστος δὲ τόπος ἐστὶν· ἤγουν ἰσχυρὸς τόπος ἐστὶν εἰς τὸ ἄγειν εἰς τὸ παράδοξον λέγειν τὸν προσδιαλεγόμενον τὸ ἐπιχειρεῖν Α 21 post καὶ prius add. τοῦ Α καὶ alt. om. Α τῷ om. Α 22 καὶ—ποιοῦσιν al: ἐποίησε. διάλογος ἐστὶ τοῦ πλάτωνος ἐπιγραφόμενος ὁ γοργίας. διὰ τὸ εἰσάγειν αὐτὸν δι’ ὅλου τοῦ διαλόγου Α εἰσάγει] Gorg. c. 38 sqq. γοῦν Α 22. 23 ἐν τῶ διαλόγῳ τούτω Α 24 καλόν—ἀγαθὸν Α 25 μόνον om. Α οὖσαν ἀγαθὴν post 24 φύσιν collocat Α μᾶλλον εἶναι καλὴν al: καὶ ἀδικίαν ἀγαθὴν οὖσαν Α)
Ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει τὸ ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν.
Καὶ ἕτερον τόπον παραδίδωσι δι’ οὗ ἄν τις εἰς παράδοξον ἄγοι τὸν ἀποκρινόμενον. ἔστι δὲ τοιοῦτος· εἰσί τινα τῶν ἐρωτημάτων κατὰ ἀντίφασιν ἐρωτώμενα, ἐφ’ ὧν οἷον ἂν ἀποκριθείη ὁ ἐρωτώμενος, ἄδοξα λέγειν νομίζεται ὡς τοῦ ἑτέρου καταφρονῶν. εἰσὶ δὲ τῶν οὕτως ἐρωτωμένων τὸ μὲν παρὰ τῶν πολλῶν οὕτως ἔχειν δοξαζόμενον καὶ παρ’ αὐτῶν σπουδαζόμενον, τὸ δὲ παρὰ τῶν σοφῶν ἐπαινούμενον καὶ ἐπιτρεπόμενον· οἷον τί φημι; ὁ μὲν πολὺς ὄχλος δεῖν δοξάζει τῷ πατρὶ πείθεσθαι. ὁ δὲ σοφὸς τοῖς σοφοῖς, καὶ ἀδικεῖσθαι μᾶλλον ὁ σοφὸς λέγει ἢ ἕτερον βλάπτειν. ἐπεὶ οὖν ἐν ἐνίοις τῶν ἐρωτημάτων, φησίν, οὐ δύναται ὁ ἀποκρινόμενος ἀποκρίνασθαι τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως (οἷον γὰρ ἄν ἄδοξα λέγων εὑρεθήσεται· οἷόν ἐστι τὸ ῾ἆρά γε δεῖ τῷ πατρὶ πείθεσθαι ἢ τοῖς σο|φοῖς;᾿· εἰ μὲν γὰρ εἴπῃ τοῖς σοφοῖς, ἄδοξον μὴ τῷ πατρὶ [*](f. 34r) πείθεσθαι· εἰ δὲ τῷ πατρί, πάλιν διὰ τί μὴ τοῖς σοφοῖς;), δεῖ οὖν, ἐὰν ἀποκρίνηται ὥσπερ οἱ σοφοὶ λέγουσι καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἐρεῖ, μετάγειν ἐπὶ τοὺς πολλούς· τὸ γὰρ ἀνάπαλιν οὗτοι δοξάζουσιν· εἰ δὲ ὃ οἱ πολλοί, [*](1—3 διὰ τί—ἑπόμενον al: ἔλεγε γὰρ ὅτι τὸ ἀδικεῖν καλόν ἐστιν, ἐκ τοῦ τὴν φύσιν μὴ τὰ ζῷα ποιῆσαι ἰσχυρὰ. ὥστε μὴ δύνασθαι ἄλληλα καταβλάπτειν καὶ κατεσθίειν· ἀλλὰ τὰ μὲν, δημιουργῆσαι τῶν ζώων ἰσχυρά· οἷον λέοντα· ἄρκτον· ἀετὸν· ἱέρακα· τὰ δὲ, ἀνίσχυρα καὶ ἀσθενῆ· ὥστε ἐκ τούτου δοκεῖ τῆ φύσει καλὸν φαίνεσθαι τὸ ἀδικεῖν, ἐκ τοῦ κατεσθίειν τὰ ἰσχυρὰ, τὰ ἀσθενῆ ζῷα· ἁρπακτικὰ γὰρ ζῷα ἁ εἴπομεν· ἃ καὶ μὴ νόμω χρώμενα ἀλλὰ τῆ φύσει μόνη ἑπόμενα ἕκαστον αὐτῶν Α 2 αὐτῶν I: αὐτὸ a 3 μόνη I: μόνον a 5 εὕρημα aA: εὕρεμα I post ἀνθρώπων add. τε a post ἔλεγον add. οἱ παλαιοί Α 6 ἰσχυροτέρων Α βλάπτονται a ἐξέθεντο A 8 τὸ I: om. a 9 post ἄρα add. τὸ μὶν κατὰ φύσιν αὐτοῖς ἤγουν Α 11 τῆς 0111. Α τὸ δὲ κατὰ νόμον καὶ ὑπὸ τούτου Α 12 συγκλύδων Al: συγκλήτων a 15 τόπον A, bis I: τρόπον a 17 προτεινόμενα Α 19 post αὐτῶν add. ποῦ a 19. 20 σπουδαζόμενον] σποῦ in ras. Α1 21 δοξάζειν a post δοξάξει add. ὡς εἴρηται Α 23. 24 ἀποκρίνασθαι ὁ ἐρωτώμενος Α 27 διὰ τὸ Α δεῖ I: δεῖν aA 29 ὃ om. Α)
Περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν.
Στοχάζονται οἱ σοφισταί, ὡς εἰρήκαμεν, τοῦ ποιεῖν τὸν προσδιαλεγόμενον ὡς ἀδολεσχοῦντα δοκεῖν. καὶ δι’ ὧν λέγει, αὐτὸ τοῦτο διδάσκει. τέως γοῦν πρότερον τί ἐστι τὸ ἀδολεσχεῖν λέγει εἰρηκέναι· καὶ ἔφθη περὶ τούτου εἰπὼν ἐν ἀρχαῖς τῆς προκειμένης πραγματείας, ὅτι ἀδολεσχῆσαί ἐστι τὸ πλεονάκις ταὐτὸ λέγειν. τοῦτο εἰπὼν ἐπάγει πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται ποιεῖν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι οἱ μέλλοντες ῥηθῆναι παρ’ ἐμοῦ λόγοι τούτου χάριν λέγονται, παριστῶντες πῶς γίνεται τὸ ἀδολεσχεῖν, καὶ τοῦτο βούλονται ποιεῖν, τὸ ἀδολεσχεῖν. γίνεται δὲ τοῦτο ἐπ’ ἐκείνων, ὅταν ὄνομα ἢ λόγον οὐδὲν διαφέρῃ εἰπεῖν, οἷον διπλάσιον καὶ διπλάσιον ἡμίσεος, ὅ ἐστι λόγος τοῦ διπλασίου· ἐπεὶ γὰρ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ λέγεται (πρός τι ὂν αὐτὸ ὅπερ ἐστὶ πρὸς ἄλλο τὴν ἀναφορὰν ἔχει), καὶ μόνον λεγόμενον διπλάσιον ποιεῖ συνεξακούεσθαι πάντως καὶ τὸ ἡμίσεος. εἰ γοῦν ἀντὶ τοῦ εἰπεῖν τὸ ὄνομα, ἤτοι τὸ μέγεθος τόδε διπλάσιον, ἐρεῖς τόδε τὸ μέγεθος διπλάσιον ἡμίσεος, ἠδολέσχησας· ἐν οἷς γὰρ εἶπας διπλάσιον, ἐδήλωσας αὐτό· εἰ γὰρ ἐν τῷ διπλασίῳ τὸ ἥμισυ ἐμφαίνεται, εἰλημμένου ἐνεργείᾳ καὶ τοῦ ἡμίσεος δὶς εἴληπται τὸ ἡμίσεος. εἰ τοίνυν οὕτως λέγεις ῾τόδε διπλάσιον ἡμίσεος᾿, οὐδὲν ἄλλο λέγεις ἀλλ’ ἢ ‘τόδε διπλάσιον ἡμίσεος ἡμίσεος᾿· ἅπαξ μὲν γὰρ τὸ ἡμίσεος συνεμφαίνεται ἐν τῷ εἰπεῖν σε διπλάσιον, καὶ ἔτι ἐν τῷ προσθεῖναί σε ἐνεργείᾳ τὸ ἡμίσεος. πάλιν ἄν ἀντὶ τοῦ εἰπεῖν διπλάσιον τὸ διπλάσιον ἡμίσεος ληφθῇ, τρὶς ἔσται εἰρημένον τὸ ἡμίσεος.
Έἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρὸς τι.
’Ex ποίων ἢ καὶ ἐν τίσιν οἱ ποιοῦντες τὴν ἀδολεσχίαν γίνονται λόγοι, νῦν προστίθησι, καὶ φησὶν ὅτι ἐν ἐκείνοις τῶν πρός τι οἱ τοιοῦτοι τῶν [*](2 μὲν om. Α ὁ πολὺς AI: inv. ord. a ἔοικε τῶ νόμω, omisso τοῦτο, Α 3 τῶν ex Arist. addidi πολλῶν ἐστιν aA: inv. ord, I 3 δοξάζουσι Α 6 σοφισταὶ ex σοφοὶ corr. I1 εἰρήκαμεν aA: εἰρήκειμεν I τοῦ AI: τοῦτο a 7 λέγειν a 9 ἐν ἀρχαῖς] c. 3 p. 165b16 16 10 ταὐτὸ Α Arist. 1. c.: ταὐτὰ al οἱ om. a 11 τοιοῦτοι A 13 τοῦτο AI: πῶς a 15 διαφέρει a διπλάσιον alterum a: διπλασίου I 18 πάντως om. Α 19 τόδε I: τότε a 22 καὶ I: om. a 23. 24 ἡμίσεος ter habet Ι 24 συνεμφαίνετο a σε a: om. I 30 τίσιν AI: τοῖσιν a 31 νῦν om. Α)
Φαίνονται δὲ ποιεῖν οὐ ποιοῦντες ἐνίοτε.
Οἱ σοφισταὶ μὴ ἀληθῶς ἐλέγχοντές τινα ἀδολεσχοῦντα | φαίνονται f. 34v πολλάκις ποιοῦντές τινα ἀδολεσχεῖν. πῶς δὲ ποιοῦσιν, αὐτὸς τὴν αἰτίαν τίθησιν. οὐ γὰρ ἐρωτῶσι τὸν ἀποκρινόμενον εἰ οἴεται σημαίνειν τι τὸ διπλάσιον καθ’ αὑτὸ λ¦εχθὲν χωρὶς τοῦ ἡμίσεος ἢ οὐδέν τι καὶ τυχὸν εἰπόντος σημαίνειν τι καθ’ αὑτὸ λεχθὲν τὸ διπλάσιον, οὐ προσερωτῶσιν αὖθις πότερον τὸ αὐτὸ σημαίνει, ὃ καὶ ἐὰν οὕτως ἐρρέθη διπλάσιον ἡμίσεος, ἢ ἕτερον. φαίνεται γοῦν ὁ σοφιστὴς ποιεῖν τινα ἀδολεσχεῖν ὅτι οὐδέν τι τούτων ἐρωτᾷ, ἀλλ’ εὐθὺς ἐπάγει τὸ συμπέρασμα τὸ ῾τὸ διπλάσιον ἡμίσεος ἡμίσεος διπλασίον’. εἰ μὲν οὖν ὁ ἀποκρινόμενος ἠρωτήθη ῾ἆρά γε σημαντική τίς ἐστι φωνὴ τὸ διπλάσιον;᾿, εἶτα κατέφησε καὶ πάλιν ἠρωτήθη ῾ἆρά γε χωρὶς τοῦ ἡμίσεος λεγόμενον περιλαμβάνει ἐν ἑαυτῷ καὶ τὸ ἥμισυ;’ καὶ πρὸς τοῦτο πάλιν κατέφησε, τότε κυρίως ἀδολεσχῶν ἐλέγχεται· ὡμολόγησε γὰρ ταῦτα. φαίνεται γοῦν ἐλεγχόμενος διὰ τὸ τὸ ὄνομα ταὐτὸν εἶναι τῷ λόγῳ καὶ σημαίνειν τὸ αὐτό, ὅπερ γίνεται, εἰ μηδὲν διαφέρει, ὡς καὶ μικρὸν ἄνωθεν εἴρηκεν “εἰ μηδὲν διαφέρει τὸ ὄνομα ἢ τὸν λόγον εἰπεῖν”. τὴν γοῦν τοιαύτην ἐρώτησιν οἵαν εἰρήκειμεν, [*](1 post γίνονται add. καὶ ἐμφαίνονται Α ἐν ὅσοις οὐ Α 2 post αὐτὰ add. τὰ εἴδη πρός τι λέγεται· καὶ πρὸς τὸ αὐτὸ καὶ ἓν ἀποδίδοται· ἤγουν τὴν ἀναφορὰν ἔχουσιν A 3 ἀλλὰ—λέγεται om. A ἡ delevit v 5 δὲ om. Α 7 εἰσὶν cm. Α 10 post οὕτω expunxits ὁρίζει I 11 ἠδολέσχηκεν A 12 ῥὶς ult. delevi 13 τοιοῦτος a 15 παραλήψεται—εἴληφεν v αὐτόν AI: αὐτό v: om. a 16 εἴρηκα Α: εἴρηκε v 19 τινας, ut videtur, I pr. 22 σημαίνει AI: σημαίνειν fort, recto a 20 περιλαμβάνει A: παραλαμβάνει al 33 εἴρηκεν] p. 173a34 34 εἰρήκειμεν AI: εἰρήκαμεν a)
Σολοικισμὸς δὲ οἷον μέν ἐστιν, εἴρηται πρότερον.
Καὶ περὶ τοῦ παρὰ τοῖς σοφισταῖς σπουδαζομένου σολοικισμοῦ νῦν διδάσκει, καὶ φησὶν ὅτι τί μέν ἐστιν ὁ σολοικισμός, εἰρήκειν καὶ περὶ αὐτοῦ κατ’ ἀρχὰς εἰπὼν “σολοικίζειν ἐστὶ τὸ ποιῆσαι τὸν ἀποκρινόμενον τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου”. γίνεται δὲ κατὰ τρεῖς τρόπους. καὶ πρῶτον μέν, ὅταν ἀληθῶς τις σολοικίζῃ λέγων Λάχης Λάχου. δεύτερον δέ ἐστι μὴ ποιεῖν, φαίνεσθαι δὲ ποιεῖν, ὡς οἱ σοφισταὶ ἐπιχειροῦσι λέγοντες ῾ἆρα ὃ σὺ φῄς εἶναι, ἔστι; φῄς δὲ λίθον εἶναι᾿, εἶτα ἐπάγουσιν ῾ἔστιν ἄρα λίθον᾿. τὸ τοιοῦτον σολοικισμὸς μὲν εἶναι δοκεῖ, κυρίως δὲ οὐκ ἔστιν· ἔδει γὰρ οὕτως ἐπαγαγεῖν τοὺς σοφιστὰς ῾ἔστιν ἄρα λίθον εἶναι᾿. ἐνίοτε δὲ ποιῶν τις σολοικισμὸν οὐ δοκεῖ ποιεῖν, ὡς ὁ Πρωταγόρας· οὗτος γὰρ τὸν μῆνιν καὶ τὸν πήληκα ἔλεγε, καὶ ποιῶν σολοικισμὸν οὐκ ἐνόμιζε σολοικίζειν, τοῖς δ’ ἄλλοις ἐφαίνετο. ὥστ’ ἐκείνῳ μὲν ἐφαίνετο σολοικίζειν ὁ λέγων τὴν μῆνιν καὶ τὴν πήληκα, τοῖς δὲ πολλοῖς οὔ· ὁ δὲ λέγων οὐλόμενον μῆνιν φαίνεται μὲν τοῖς ἄλλοις σολοικίζειν, ἀλλὰ τῷ Πρωταγόρᾳ οὐ σολοικίζειν ἐδόκει. τοὺς τρεῖς τοίνυν τούτους τρόπους, καθ’ οὓς σολοικίζει τις, εἰπὼν φησὶ δῆλον ὅτι κἀν τέχνῃ τις δύναται τοῦτο ποιεῖν, τοῦτο διὰ τούτου λέγων, ὅτι καὶ ἐν συλλογισμῷ τις δύναται σολοικίζειν ἢ ἀληθῶς ἢ φαινομένως· τέχνην γὰρ τὸν συλλογισμὸν ὠνόμασεν ὡς ἐν τέχνῃ καὶ μεθόδῳ ἐσκεμμένον καὶ μὴ ὡς ἔτυχε προαγόμενον. ὅτι δὲ καὶ ἐν συλλογισμῷ τις φαινομένως σολοικίζειν τὸν ἀποκρινόμενον δείκνυσιν, ἐφεξῆς διδάσκει· πολλοὶ γάρ, φησί, τῶν λόγων μὴ συλλογιζόμενοι τὸν κυρίως σολοικισμὸν φαίνονται τοῦτον συλλογίζεσθαι.
[*](1 χωρὶς iteratum delevit A1 παραλαμβάνει a 3. 4 οὐ μὴν Α: ἀκμὴν al 5 ταῦτα a 8 ὅτι—σολοικισμὸς in ras. A1 ἐστιν aA: om. I εἰρήκειν AI: εἴρηκεν a 9 κατ’ ἀρχὰς] c. 3 p. 165b20 9. 10 εἰπὼν—λόγου al: σολοικισμὸς γάρ ἐστι τὸ κατὰ λέξιν βαρβαρίζειν Α 10 post δὲ add. τὸ σολοικίζειν Α καὶ om. Α 11 τις om. Α post σολοικίζῃ add. ἤγουν βαρβαρίζῃ, δύναται ποιεῖν τοῦτο Α λάχης λάχου Α: λαχῆς λάχου al post λάχου add. πέρσης πέρσητος Α 12 τὸ μὴ ποιοῦντα σολοικισμὸν φαίνεσθαι καὶ δοκεῖν ποιεῖν ὡς ἐπὶ τοῦδε Α σοφισταὶ I: σοφιστικοὶ a 13. 14 λίθον ἄρα ἐστί Α 14 εἶναι δοκεῖ al: φαίνεται εἶναι Α 15 γὰρ τοὺς σοφιστὰς τοῦτο συμπερᾶναι Α 16 ὁ AI: ora. a τὸν aA: τὴν I post μῆνιν add. οὐλόμενον Α 17 ἔλεγε post 16 γὰρ collocat Α καὶ σολοικίζων Α 18 τοῖς—λέγων al: τοὺς δὲ πολλοὺς ἐνόμιζε σολοικίζειν τοὺς λέγοντας Α 19 τὴν alterum aA: τὸν I 20 φαίνετο (sic) a: ἐφαίνετο b 25 ὅτι a: ὅτε I)