In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 173a 7)

Πλεῖστος δέ ἐστι τόπος τοῦ ποιεῖν παράδοξα λέγειν.

Ἔτι περὶ τοῦ εἰς παράδοξον ἄγειν τὸν ἀποκρινόμενον λέγει, καὶ φησὶν ὅτι ἰσχυρός ἐστι τόπος εἰς τὸ εἰς παράδοξον ἄγειν τὸ ἐπιχειρεῖν ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον, ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ καὶ πάντες οἱ ἀρχαῖοι ποιοῦσιν· εἰσάγει γὰρ ὁ Πλάτων’ ἐν τῷ ἐπιγραφομένῳ Γοργίᾳ αὑτοῦ διαλόγῳ τὸν Καλλικλῆν λέγοντα τὴν δικαιοσύνην μὴ εἶναι καλήν τε καὶ ἀγαθὴν ὡς μὴ κατὰ φύσιν ἀλλὰ κατὰ νόμον μόνον οὖσαν ἀγαθήν, τὴν δὲ πλεονεξίαν μᾶλλον εἶναι καλὴν ὡς κατὰ [*](7 μὲν πάντες I: inv. ord. a 8. 9 σκόπει οὖν, ὁπόταν διαλέγῃ μετὰ τινὸς Α 8 διαλέγει a 9 post βουλήσεων add. καὶ Α post πολλῶν add. ἤγουν τῶν δοκούντων τοῖς πολλοῖς Α οἷον εἰ al: καὶ εἰ μὲν Α 11 τῶν AI: om. a λέγων Α 12 τὸ πένεσθαι δικαίως post σωφρονεῖν collocat Α 12. 13 τοῦτο γὰρ ἅπασι φαίνεται Α 14 post μὲν add. οὖν a 14. 15 ἀντιτιθέντος aA: ἀντιτιθέντι I 16 γὰρ ΑI: τὰς a: γὰρ τὰς v 18 ἐστι τόπος I: τόπος a: τόπος ἐστὶ Arist. 19. 20 τὸν προσδιαλεγόμενον λέγει καὶ φησὶ· πλεῖστος δὲ τόπος ἐστὶν· ἤγουν ἰσχυρὸς τόπος ἐστὶν εἰς τὸ ἄγειν εἰς τὸ παράδοξον λέγειν τὸν προσδιαλεγόμενον τὸ ἐπιχειρεῖν Α 21 post καὶ prius add. τοῦ Α καὶ alt. om. Α τῷ om. Α 22 καὶ—ποιοῦσιν al: ἐποίησε. διάλογος ἐστὶ τοῦ πλάτωνος ἐπιγραφόμενος ὁ γοργίας. διὰ τὸ εἰσάγειν αὐτὸν δι’ ὅλου τοῦ διαλόγου Α εἰσάγει] Gorg. c. 38 sqq. γοῦν Α 22. 23 ἐν τῶ διαλόγῳ τούτω Α 24 καλόν—ἀγαθὸν Α 25 μόνον om. Α οὖσαν ἀγαθὴν post 24 φύσιν collocat Α μᾶλλον εἶναι καλὴν al: καὶ ἀδικίαν ἀγαθὴν οὖσαν Α)

103
φύσιν. διὰ τί γάρ, φησί, τῶν θηρίων τὰ μὲν πεποίηκεν ἰσχυρὰ τὰ δ’ ἄτονα; φύσει γοῦν ἐν τούτοις τὸ ἁρπάζειν, καὶ ἕκαστον αὐτῶν μὴ νόμῳ χρώμενον ἀλλὰ μόνῃ φύσει ἑπόμενον τὸ ἔλαττον αὑτοῦ ἁρπάζει καὶ ἐσθίει. τοῖς δὲ νομοθέταις καλὸν ἐνομίσθη ἡ δικαιοσύνη διὰ δειλίαν, ὅθεν καὶ τὸν νόμον εὕρημα δειλῶν ἀνθρώπων ἔλεγον· δεδοικότες γάρ, ἵνα μὴ ὑπὸ τῶν ἰσχυρῶν βλάπτωνται, τοὺς νόμους ἔθεντο. ἐπιχείρει οὖν, φησίν, ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον· καὶ εἰ μὲν ὁ ἀποκρινόμενος ἀπὸ τοῦ κατὰ νόμον ἐπιχειρεῖ, σὺ τὸ ἀνάπαλιν ἀπὸ τοῦ κατὰ φύσιν· εἰ δ’ ἐκεῖνος ἀπὸ τοῦ κατὰ φύσιν, σὺ ἀπάντησον ἀπὸ τοῦ κατὰ νόμον. ἦν δὲ ἄρα τοῖς παλαιοῖς, ἤγουν τῷ Καλλικλεῖ καὶ τοῖς ἄλλοις σοφισταῖς, μᾶλλον ἀληθὲς καὶ καλὸν τὸ ἀπὸ τῆς φύσεως γενόμενον, τὸ δὲ ὑπὸ τοῦ νόμου διαταχθὲν τῶν πολλῶν καὶ συγκλύδων ἀνθρώπων θέσις.

[*](p. 173a 19)

Ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει τὸ ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν.

Καὶ ἕτερον τόπον παραδίδωσι δι’ οὗ ἄν τις εἰς παράδοξον ἄγοι τὸν ἀποκρινόμενον. ἔστι δὲ τοιοῦτος· εἰσί τινα τῶν ἐρωτημάτων κατὰ ἀντίφασιν ἐρωτώμενα, ἐφ’ ὧν οἷον ἂν ἀποκριθείη ὁ ἐρωτώμενος, ἄδοξα λέγειν νομίζεται ὡς τοῦ ἑτέρου καταφρονῶν. εἰσὶ δὲ τῶν οὕτως ἐρωτωμένων τὸ μὲν παρὰ τῶν πολλῶν οὕτως ἔχειν δοξαζόμενον καὶ παρ’ αὐτῶν σπουδαζόμενον, τὸ δὲ παρὰ τῶν σοφῶν ἐπαινούμενον καὶ ἐπιτρεπόμενον· οἷον τί φημι; ὁ μὲν πολὺς ὄχλος δεῖν δοξάζει τῷ πατρὶ πείθεσθαι. ὁ δὲ σοφὸς τοῖς σοφοῖς, καὶ ἀδικεῖσθαι μᾶλλον ὁ σοφὸς λέγει ἢ ἕτερον βλάπτειν. ἐπεὶ οὖν ἐν ἐνίοις τῶν ἐρωτημάτων, φησίν, οὐ δύναται ὁ ἀποκρινόμενος ἀποκρίνασθαι τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως (οἷον γὰρ ἄν ἄδοξα λέγων εὑρεθήσεται· οἷόν ἐστι τὸ ῾ἆρά γε δεῖ τῷ πατρὶ πείθεσθαι ἢ τοῖς σο|φοῖς;᾿· εἰ μὲν γὰρ εἴπῃ τοῖς σοφοῖς, ἄδοξον μὴ τῷ πατρὶ [*](f. 34r) πείθεσθαι· εἰ δὲ τῷ πατρί, πάλιν διὰ τί μὴ τοῖς σοφοῖς;), δεῖ οὖν, ἐὰν ἀποκρίνηται ὥσπερ οἱ σοφοὶ λέγουσι καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἐρεῖ, μετάγειν ἐπὶ τοὺς πολλούς· τὸ γὰρ ἀνάπαλιν οὗτοι δοξάζουσιν· εἰ δὲ ὃ οἱ πολλοί, [*](1—3 διὰ τί—ἑπόμενον al: ἔλεγε γὰρ ὅτι τὸ ἀδικεῖν καλόν ἐστιν, ἐκ τοῦ τὴν φύσιν μὴ τὰ ζῷα ποιῆσαι ἰσχυρὰ. ὥστε μὴ δύνασθαι ἄλληλα καταβλάπτειν καὶ κατεσθίειν· ἀλλὰ τὰ μὲν, δημιουργῆσαι τῶν ζώων ἰσχυρά· οἷον λέοντα· ἄρκτον· ἀετὸν· ἱέρακα· τὰ δὲ, ἀνίσχυρα καὶ ἀσθενῆ· ὥστε ἐκ τούτου δοκεῖ τῆ φύσει καλὸν φαίνεσθαι τὸ ἀδικεῖν, ἐκ τοῦ κατεσθίειν τὰ ἰσχυρὰ, τὰ ἀσθενῆ ζῷα· ἁρπακτικὰ γὰρ ζῷα ἁ εἴπομεν· ἃ καὶ μὴ νόμω χρώμενα ἀλλὰ τῆ φύσει μόνη ἑπόμενα ἕκαστον αὐτῶν Α 2 αὐτῶν I: αὐτὸ a 3 μόνη I: μόνον a 5 εὕρημα aA: εὕρεμα I post ἀνθρώπων add. τε a post ἔλεγον add. οἱ παλαιοί Α 6 ἰσχυροτέρων Α βλάπτονται a ἐξέθεντο A 8 τὸ I: om. a 9 post ἄρα add. τὸ μὶν κατὰ φύσιν αὐτοῖς ἤγουν Α 11 τῆς 0111. Α τὸ δὲ κατὰ νόμον καὶ ὑπὸ τούτου Α 12 συγκλύδων Al: συγκλήτων a 15 τόπον A, bis I: τρόπον a 17 προτεινόμενα Α 19 post αὐτῶν add. ποῦ a 19. 20 σπουδαζόμενον] σποῦ in ras. Α1 21 δοξάζειν a post δοξάξει add. ὡς εἴρηται Α 23. 24 ἀποκρίνασθαι ὁ ἐρωτώμενος Α 27 διὰ τὸ Α δεῖ I: δεῖν aA 29 ὃ om. Α)

104
ἄγειν ἐπὶ τὰ τῶν σοφῶν. ἔστι δὲ καὶ τοῦτο ὅμοιον τῷ κατὰ νόμον καὶ κατὰ φύσιν· ὃ μὲν γὰρ ὁ πολὺς λεὼς δοξάζει, τοῦτο τῷ νόμῳ ἔοικεν, ἐπεὶ καὶ ὁ νόμος δόξα <τῶν> πολλῶν ἐστιν· ὃ δὲ οἱ σοφοὶ τοῦτο καὶ ἡ φύσις αὐτὴ λέγει καὶ ἡ ἀλήθεια.