In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν.
Στοχάζονται οἱ σοφισταί, ὡς εἰρήκαμεν, τοῦ ποιεῖν τὸν προσδιαλεγόμενον ὡς ἀδολεσχοῦντα δοκεῖν. καὶ δι’ ὧν λέγει, αὐτὸ τοῦτο διδάσκει. τέως γοῦν πρότερον τί ἐστι τὸ ἀδολεσχεῖν λέγει εἰρηκέναι· καὶ ἔφθη περὶ τούτου εἰπὼν ἐν ἀρχαῖς τῆς προκειμένης πραγματείας, ὅτι ἀδολεσχῆσαί ἐστι τὸ πλεονάκις ταὐτὸ λέγειν. τοῦτο εἰπὼν ἐπάγει πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται ποιεῖν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι οἱ μέλλοντες ῥηθῆναι παρ’ ἐμοῦ λόγοι τούτου χάριν λέγονται, παριστῶντες πῶς γίνεται τὸ ἀδολεσχεῖν, καὶ τοῦτο βούλονται ποιεῖν, τὸ ἀδολεσχεῖν. γίνεται δὲ τοῦτο ἐπ’ ἐκείνων, ὅταν ὄνομα ἢ λόγον οὐδὲν διαφέρῃ εἰπεῖν, οἷον διπλάσιον καὶ διπλάσιον ἡμίσεος, ὅ ἐστι λόγος τοῦ διπλασίου· ἐπεὶ γὰρ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ λέγεται (πρός τι ὂν αὐτὸ ὅπερ ἐστὶ πρὸς ἄλλο τὴν ἀναφορὰν ἔχει), καὶ μόνον λεγόμενον διπλάσιον ποιεῖ συνεξακούεσθαι πάντως καὶ τὸ ἡμίσεος. εἰ γοῦν ἀντὶ τοῦ εἰπεῖν τὸ ὄνομα, ἤτοι τὸ μέγεθος τόδε διπλάσιον, ἐρεῖς τόδε τὸ μέγεθος διπλάσιον ἡμίσεος, ἠδολέσχησας· ἐν οἷς γὰρ εἶπας διπλάσιον, ἐδήλωσας αὐτό· εἰ γὰρ ἐν τῷ διπλασίῳ τὸ ἥμισυ ἐμφαίνεται, εἰλημμένου ἐνεργείᾳ καὶ τοῦ ἡμίσεος δὶς εἴληπται τὸ ἡμίσεος. εἰ τοίνυν οὕτως λέγεις ῾τόδε διπλάσιον ἡμίσεος᾿, οὐδὲν ἄλλο λέγεις ἀλλ’ ἢ ‘τόδε διπλάσιον ἡμίσεος ἡμίσεος᾿· ἅπαξ μὲν γὰρ τὸ ἡμίσεος συνεμφαίνεται ἐν τῷ εἰπεῖν σε διπλάσιον, καὶ ἔτι ἐν τῷ προσθεῖναί σε ἐνεργείᾳ τὸ ἡμίσεος. πάλιν ἄν ἀντὶ τοῦ εἰπεῖν διπλάσιον τὸ διπλάσιον ἡμίσεος ληφθῇ, τρὶς ἔσται εἰρημένον τὸ ἡμίσεος.
Έἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρὸς τι.
’Ex ποίων ἢ καὶ ἐν τίσιν οἱ ποιοῦντες τὴν ἀδολεσχίαν γίνονται λόγοι, νῦν προστίθησι, καὶ φησὶν ὅτι ἐν ἐκείνοις τῶν πρός τι οἱ τοιοῦτοι τῶν [*](2 μὲν om. Α ὁ πολὺς AI: inv. ord. a ἔοικε τῶ νόμω, omisso τοῦτο, Α 3 τῶν ex Arist. addidi πολλῶν ἐστιν aA: inv. ord, I 3 δοξάζουσι Α 6 σοφισταὶ ex σοφοὶ corr. I1 εἰρήκαμεν aA: εἰρήκειμεν I τοῦ AI: τοῦτο a 7 λέγειν a 9 ἐν ἀρχαῖς] c. 3 p. 165b16 16 10 ταὐτὸ Α Arist. 1. c.: ταὐτὰ al οἱ om. a 11 τοιοῦτοι A 13 τοῦτο AI: πῶς a 15 διαφέρει a διπλάσιον alterum a: διπλασίου I 18 πάντως om. Α 19 τόδε I: τότε a 22 καὶ I: om. a 23. 24 ἡμίσεος ter habet Ι 24 συνεμφαίνετο a σε a: om. I 30 τίσιν AI: τοῖσιν a 31 νῦν om. Α)