In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Πάλιν πρὸς τὸ παράδοξα λέγειν σκοπεῖν.
Πῶς ἄν τις εἰς τὸ φαινόμενον ψεῦδος τὸν ἀποκρινόμενον ἀπενέγκοι, εἰπὼν νῦν καὶ περὶ τῆς εἰς παράδοξον ἀπαγωγῆς φησιν. εἰ βούλει γάρ, φησί, ποιεῖν τὸν ἀποκρινόμενον παράδοξα λέγειν, σκόπει καὶ ἐξέταζε ὁποῖός τίς ἐστιν οὗτος καὶ ποίας αἱρέσεως καὶ ποίου δόγματος ἀντέχεται τῆς φιλοσοφίας, εἰ Περιπατητικός ἐστιν ἢ Στωικός· καὶ εἰ Περιπατητικός ἐστιν, ἐρεύνα ὅπερ εἶπον οὗτοι παράδοξον καὶ ἐναντίον τοῖς λοιποῖς, οἷον ὅτι πέμπτου σώματός ἐστιν ὁ οὐρανός, καὶ ἐρώτα τοῦτο, εἶτα παράγαγε τοὺς πολλούς· τούτοις γὰρ ἀνόητον πάντῃ καὶ παράδοξον τὸ τοιοῦτον φανεῖται. ὅτι δὲ ἑκάστη αἵρεσις ἔχει τι παράδοξον, ἐδήλωσεν εἰπὼν ἔστι γὰρ ἐν ἑκάστοις τι τοιοῦτον. ἀρχὴ δὲ καὶ τοῦ εἰς παράδοξον ἄγειν τὸν ἀποκρινόμενον τὸ μὴ ἁπλῶς καὶ ἀνακεκαλυμμένως καὶ φανερῶς καὶ χωρὶς ἐπικρύψεως τιθέναι τὰ τῶν αἱρέσεων παράδοξα ἀλλὰ μέσον τῶν προτάσεων· ἐπεὶ γάρ, εἰ ἐρωτηθείησαν ἀνέδην, ἴσως οὐκ ἂν αὐτὰς ὁμολογήσειαν διὰ τοὺς πολλούς, δεῖ τὰς παραδόξους τῶν οἷς προσδιαλεγόμεθα ἃς καὶ παρὰ τοὺς πολλοὺς δογματίζουσι, παραλαμβάνειν ἐν ταῖς προτάσε|σιν. οὐκ ἦν δὲ ἄρα ὁ Σταγειρίτης εἰς τὸ παραδιδόναι μέθοδον f. 33v τῇ ἀπάτῃ μόνον δεινός, ἀλλὰ καὶ λύσιν τούτου παρασχεῖν πολὺ δυνατώτερος. εἰ γοῦν τις, ὦ Περιπατητικέ, φησίν, εἰς παράδοξόν σε ἄγει πέμπτου σώματος τὸν οὐρανὸν λέγοντα, φάθι τούτῳ μὴ διὰ τὸν σὸν λόγον μηδὲ διὰ τὰς σὰς ἀποδείξεις τοῦτο συμβῆναι ἀλλὰ διὰ τοὺς πολλοὺς προκατει- [*](1 δ’ al: τὲ Α σοφιστικὸν aA: σοφιστικῶν I 2 καὶ prius om. Α (i) πρὸς I: περὶ a 4 τοῖς τοπικοῖς I: τῶ ᾱ τῶν τοπικῶν a; citatur VIII 1 p. 155b 21 sq. 7 μηθὲν I 8 εἰλημμένα AI: εἰλήμματα a 9 σκοπεῖ a 19 supra τοιοῦτον scripsit παράδοξον I1 22 αὐτὰς Α: αὐτὸ a: compeud. I 22. 23 ὁμολογήσειεν A 24 παρὰ τοὺς πολλοὺς AI: περὶ τοῖς πολλοῖς a 25 δὲ om. A, sed cf. p. 103,0 26. 27 δεινὸς παραδιδόναι μέθοδον τοῦ πῶς δεῖ ἀπατᾶν καὶ παραλογίζεσθαι, ἀλλὰ πολὺ δυνατώ- τερος παρασχεῖν λύσιν τῆς ἀπάτης καὶ τῶν παραλογισμῶν A 27 —p. 102,2 ὦ περιπατητικοί φησιν εἰς τὸ παράδοξόν τι εἰπεῖν ἀγάγη σε λέγοντα τὸν οὐρανὸν πέμπτον εἶναι σῶμα καὶ ἕτερον τῶν στοιχείων, εἰπέ· οὐ διὰ τὸν λόγον ὃν εἴρηκα συμβαίνει τὸ ἄδοξον· ἢ διὰ τὰς ἐμὰς ἀποδείξεις, ἀλλά διά τὸ τοὺς πολλοὺς δοξάζειν πάντα τὰ ὄντα ἐκ τῶν τεσσάρων στοιχείων γίνεσθαι· ἀλλὰ καὶ πᾶς ὁ ἐρωτώμενος τοῦτο βούλεται λέγειν, ἤγουν τὸ μὴ δι’ αὐτὸν καὶ τὴν ἀπόκρισιν αὐτοῦ νομισθῆναι Α 28 σὸν a: om. 1)
Ἔτι δ’ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν.
Ἔτι περὶ τοῦ πῶς ἄν τις παράδοξα ποιήσῃ λέγειν τὸν ἀποκρινόμενον διδάσκει. φησὶν οὖν ὅτι, ἐπειδὴ ἄλλα μὲν πολλάκις βουλόμεθα, ἄλλα δὲ δοξάζομεν, οἷον βουλόμεθα μὲν πάντες πλουτεῖν, εὐεκτεῖν, δοξάζεσθαι, δοξάζομεν δὲ καλὸν εἶναι πένεσθαι καὶ νοσεῖν, ὁπόταν οὖν διαλέγῃ μετά τινος, σκόπει εἰ ἀπὸ τῶν βουλήσεων τῶν πολλῶν διαλέγεται· οἷον εἰ λέγει κατὰ τὴν τῶν πολλῶν βούλησιν καλὸν τὸ ζῆν ἡδέως, καλὸν τὸ πλουτεῖν αἰσχρῶς, ἐπιχείρει σὺ ἀπὸ τῶν φανερῶν δοξῶν φάσκων καλὸν εἶναι τὸ σωφρονεῖν, τὸ τεθνάναι καλῶς, τὸ πένεσθαι δικαίως· φαίνεται γὰρ ἅπασι τοῦτο. καὶ οὕτως εἰς παράδοξον ἄξεις τὸν προσδιαλεγόμενον, εἰ μὲν κατὰ τὰς βουλήσεις ἀπόκρισιν διδῷ, τὰς φανερὰς δόξας σοῦ ἀντιτιθέντος αὐτῷ, εἰ δὲ κατὰ τὰς φανερὰς δόξας ἀποκρίναιτο, ἀντιπαριστῶντος σοῦ τὰς ἀποκεκρυμμένας, τουτέστι τὰς βουλήσεις· ταύτας γὰρ κρυπτὰς καὶ ἀφανεῖς δόξας ἔχομεν.