In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 172b 9)

Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φ¦αινομένων.

Πέντε τινῶν στοχάζεσθαι κατ’ ἀρχὰς τῆς παρούσης πραγματείας ἔφη τοὺς σοφιστάς, τοῦ πειρᾶσθαι ἐλέγχοντας φαίνεσθαι καὶ τοῦ εἰς ψεῦδος ἄγειν τὸν προσδιαλεγόμενον, τοῦ παράδοξον αὐτὸν ἐλέγχειν λέγοντα, τέταρτον σολοικίζειν ποιεῖν καὶ πέμπτον ἀδολεσχοῦντα ἀποδεικνύειν τὸν ἀποκρινόμενον. καὶ περὶ μὲν τοῦ πῶς σπουδάζουσιν ἔλεγχον φαινόμενον ποιεῖν εἴρηκε, καὶ τὸν λόγον συγκεφαλαιούμενος καὶ αὐτὸς τοῦτο δηλοῖ· λέγει γὰρ [*](1 post ὡς καὶ A 1 —3 ὅτι—γεωμέτρην, καὶ om. I 1. 2 οὐκ—τὴν αὐτὴν a: οὐ τὴν αὐτὴν ὁμοιότητα ἔχει πρὸς τὴν διαλεκτικὴν A 3 καὶ prius a: om. A διὰ τοῦτο al: ὅθεν A 3 καὶ alt. AI: om. a 3 —5 ῥηθήσεται—ἐριστικὸς aI: ταῦτα εἰπὼν ἄνω, ἐνταῦθα φησὶν ὅτι ὁ ἐριστικὸς οὐκ ἔστιν Α 6 ψευδογράφος Α ἦν τοῦτο καὶ om. A 7 αὐτοῦ Ab: αὐτῶν a: compend. I καὶ AI: om. a 8 προτιθεμένου I: προτεθέντος Α: προκειμένου a παραλογίσασθαι A 9 εἶναι αὐτὸν I: inv. ord. a: εἶναι A πάντων a: πάντας I 12 πρὸς prius scripsi: εἰς aAI τοὺς alt. A: τὸν a: compend. I 13 καὶ alt. om. Α 14 πειραστικοῦ—ἐριστικοῦ Av: πειραστικῆς—ἐριστικῆς al 15 ἑκατέρου scripsi: ἑκατέρων Α: compend. I: ἑκάστου a 16 σοφισταὶ Av: σοφιστικοὶ al 17 ἀδολέσχοντα a 18 θεωρηθῆναι a1 24 ἔφη] ἓ p. 165b13sq. 20 παράδηλον a1 29 τοῦτο δηλοῖ I: inv. ord. a)

100
περὶ μὲν οὖν τῶν φαινομένων ἐλέγχων εἴρηται. νῦν δέ, ὃ δεύτερον αὐτοῖς σπουδάζεται ἔστι δὲ τοῦτο τὸ ἀποδεικνύναι ψευδόμενον τὸν προσδιαλεγόμενον), διέξεισι, καὶ φησὶ πρῶτον μὲν γίνεσθαι τοῦτο ἐκ τοῦ πυνθάνεσθαί πως, τουτέστι κρυπτικῶς. οὐ γὰρ ἀπλῶς τις προάγων τὴν ἐρώτησιν ἐλέγξει ψευδόμενον τὸν ἀποκρινόμενον· ἐκ δὲ τοὐ πῶς ἐρωτᾶν, τουτέστι μετ’ ἐπικρύψεως, καὶ διὰ τῆς τοιᾶσδε ἐρωτήσεως συμβαίνει [*](f. 33r) τοῦτο μάλιστα· τὸ γὰρ μὴ ὑποθέμενον πρόβλημα ὡρισμένον ποιεῖσθαι τὴν ἐρώτησιν θηρευτικόν ἐστι τοῦ σπουδαζομένου. οἷον εἴ τις θέλων κατασκευάσαι καλὸν τὸ ἐν ἀγορᾷ συνουσιάζειν μὴ ἁπλῶς ὁρίσαιτο τὸ λεγόμενον, ἀλλ’ οὕτω πὼς εἴπῃ κρυπτικῶς ‘ἆρά γε ὃ ἀπλῶς καλόν, καὶ πῇ οὐκ ἔσται καλόν;’· εἶτα τοῦτο δόντος τοῦ ἀποκρινομένου κατασκευάζεται ὃ βούλεται ὁ ἐρωτῶν. ὅταν γὰρ μὴ ὡρισμένον ᾖ τὸ περὶ οὗ ὁ ἐρωτῶν βούλεται συλλογίσασθαι, ἁμαρτάνουσιν οἱ ἀποκρινόμενοι εἰκῆ λέγοντες. οὐ μὴν ἀλλὰ κἄν ὡρισμένον εἴη τὸ πρόβλημα, ἔσται πάλιν τὸ εἰς ἄδοξον ἀγαγεῖν τὸν ἀποκρινόμενον, εἴ τις πολλὰ ἐρωτᾷ. καὶ ἔοικεν ἐλλειπτικὴ εἶναι ἡ λέξις· εἴη δ’ ἄν ὁλόκληρος, εἰ οὕτως ληφθείη· τό τε ἐρωτᾶν πολλά, κἄν ὡρισμένον ᾖ πρὸς ὃ διαλέγεται, εἰς ἄδοξον δύναται ἀγαγεῖν. ἐπὶ τούτῳ καὶ τοῦτο κατορθοῖ τὸ σπουδαζόμενον, τὸ ἀξιοῦν τὸν ἀποκρινόμενον λέγειν τὰ δοκοῦντα τοῖς πολλοῖς. πλὴν ὅταν ᾖ, φησίν, ὡρισμένον τὸ πρόβλημα, ἧττον κακουργεῖν οἱ σοφιστεύοντες δύνανται, κἂν πολλά τινα ἐρωτῶσιν· ἧττον γὰρ ἀπατηθήσεταί τις παρὸ πρότερον, ὅταν ἀόριστον καὶ ἄγνωστον εἴη τῷ ἀποκρινομένῳ τὸ πρὸς ὃ διαλέγεται. πῶς δέ, φησίν, ἥττονα τότε δύνανται κακουργεῖν, διότι, εἰ οἶδεν ὁ ἀποκρινόμενος τὸ πρόβλημα, εἰ ἐναχθείη εἰς ἄτοπόν τι παρὰ τοῦ ἐρωτῶντος, εὐθὺς ἀπαιτεῖ καὶ φησὶ τί τοῦτο πρὸς τὸ προκείμενον;῾.

[*](p. 172b 22)

Στοιχεῖον δὲ τοῦ τυχεῖν ἢ ψεύδους τινός.

Ὅπερ ἄνωθεν ἔλεγε, καὶ ἔτι τὸ αὐτό φησι. σαφέστερον δὲ νῦν τὸν λόγον μεταχειρίζεται λέγων ἀρχὴν εἶναι καὶ οἱονεὶ στοιχεῖον τοῦ ἐλέγξαι τινὰ ψεῦδος ἢ ἄδοξον λέγοντα τὸ μὴ δῆλον ποιεῖν τὸ βούλημα μηδὲ τὸ πρόβλημα τιθέναι καὶ ἐρωτᾶν, ἀλλὰ λέγειν μὴ πειραστικῶς διαλέγεσθαι, ἐρωτᾶν δὲ χάριν μαθήσεως· τὸ γὰρ λέγειν σε μαθητείας χάριν προσδιαλέγεσθαι πολλὴν παρέξει ἀφθονίαν εἰς τὸ ἀπατῆσαι αὐτὸν μὴ προορῶντα τὸ συμβησόμενον. ἔτι πρὸς τὸ ψευδῶς τινα ἀπελέγχειν μέθοδος ἥδε, ἥτις καὶ σοφιστική ἐστι· τὸ γὰρ τιθέναι τι πρόβλημα, εἶτα τούτου μὲν ἀναχωρεῖν ἐπ’ ἄλλα δέ τινα κατατρίβειν μὴ ἀναγκαῖα τῷ προβλήματι λόγων [*](1 δὲ I: om. a 2 αὐτοῖς v: αὐτὸς al 9 τὸν ἐν a ὁρίσαιτο] τὸ postea add. I1 15 ἔοικε δὲ, orn. καὶ, Α 16 τε I: τ’ Α: γε a 18 ἐπὶ τούτου Α 19 τὸν ἐρωτώμενον Α post λέγειν add. καὶ Α 23 ἧττον Arist. v δύνανται Α Arist.: δύναται al 24 τοῦ ἐρωτῶντος Α: τῶ ἐρωτῶντι al 26 post τινός add. ἡ ἀδόξου a 27 ἔλεγε AI: ἐλέγετο a 28 δεῖξαι Α 29 ψευδόμενον ἡ ἄδοξόν τι Α post μὴ add. τὸν ἐρωτῶντα Α 29. 30 τὸ βούλημα ὃ βούλεται, μὴ δὲ τὴν θέσιν ἤγουν τὸ πρόβλημα ἐρωτᾶν A)

101
δ’ εὐπορίαν τῷ ἐρωτῶντι διδόντα σοφιστικὸν ἔργον ἐστίν. ἔστι δὲ τοῦτο ποιεῖν καὶ καλῶς καὶ τοὐναντίον· εἰ μὲν γὰρ πρὸς ἀναγκαῖα τῷ προβλήματι τὸν λόγον μετέφερον, καλῶς ἄν ἐποίουν· νῦν δὲ μὴ ποιοῦντες οὕτως οὐ δοκοῦσι καλῶς ποιεῖν τὴν μεταφοράν. ὡς γὰρ ἐν τοῖς Τοπικοῖς ἐδίδαξε, χάριν τεσσάρων ἀναχωρεῖ τις τοῦ προβλήματος, ἢ χάριν κρύψεως ἢ χάριν ὄγκου ἢ “ἐπαγωγῆς χάριν τοῦ δοθῆναι τὸ καθόλου” ἢ ‘‘πρὸς τὸ σαφέστερον γενέσθαι τὸν λόγον”· εἰ δὲ μηδὲν τούτων γένηται, οὐ καλῶς τέ εἰσι τὰ τοιαῦτα εἰλημμένα καὶ σοφιστική ἐστιν ἡ διάλεξις.