In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 172a 36)

Ἐπεὶ δέ ἐστι πολλὰ μὲν ταῦτα.

Ἐπειδή, φησί, τὰ κοινὰ ταῦτα πολλά εἰσι καὶ ἐν πάσαις ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ταῦτα εὑρίσκονται, οὐ τοιαῦτα δέ εἰσιν ὥστε μιᾶς τινος εἶναι φύσεως καὶ ὑφ’ ἓν ἀνάγεσθαι γένος (πῶς γὰρ ἄν καὶ καὶ διὰ τοῦτο οὐδ’ ὡρισμένα εἰσὶν ἀλλ’ οἷον αἱ ἀποφάσεις, τουτέστιν ἀόριστα (καὶ γὰρ αἱ ἀποφάσεις ἀόριστοί εἰσιν· ἡ λέγουσα ἀπόφασις ῾τόδε οὐ λευκόν ἐστιν᾿ ἀόριστος), ἐπεὶ γοῦν τὰ μέν εἰσι κοινὰ καὶ ἀόριστα, εἰσὶ δέ τινα καὶ μὴ κοινὰ ἀλλ’ ἴδιά τινος ἐπιστήμης, δυνατόν ἐστιν ἐκ τούτων τῶν κοινῶν περὶ πάντων πεῖραν λαμβάνειν, καὶ ἔστι τις τέχνη ἡ ἀπὸ τῶν κοινῶν ἐπιχειροῦσα, καθὸ ὁμιλεῖ τε καὶ ἐρωτᾷ, οὐχὶ τοιαύτη δὲ οἷαί εἰσιν αἱ ἐπιστημονικαί. τὸ δὲ διόπερ ὁ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων καὶ τὰ ἑξῆς ἀποδοθήσεται μὲν καὶ πρὸς τὰ ἄνωθεν εἰρημένα· ἔλεγε γὰρ ἐν τοῖς προλαβοῦσιν, [*](1 πάντων Arist. v 2. 3 ἡ πειραστική· εἰσὶ γάρ τινα καὶ γνώριμα πᾶσιν Α 4 εἰσὶν Α ἡ οὔ om. Α 5 τούτου φίλῃ a1I: τούτου φιλίᾳ a2: τοῦ φίλου Α καὶ cm. Α 7. 8 προσέθηκε δὲ τὸ τρ. τ. Α 8 εἰ al: οἱ Α 8. 9 γινώσκωσιν Α: γινώσκωμεν σκωμεν I: γινώσκομεν a 11 προΐσχετο a περὶ a: πῶς I 12 διειλήφαμεν b 13 ἀνεπιστήμονές Ι: ἀνεπιστήμονα a 14 καὶ delevi 15 εἰρήκαμεν a: εἰρήκειμεν I: εἴπομεν Α 18 φησί om. Α 18 et 19 ταῖς om. Α 19 ταῦτα om. Α εὑρί- σκονται ante 18 ἐν πάσαις collocat Α ante οὐ add. κοινὸν δὲ λέγω ὡς τὸ ἐπὶ παντὸς ἡ κατάφασις ἡ ἡ ἀπόφασις Α post εἰσιν add. τὰ κοινὰ Α 19. 20 ὡς μιᾶς τινος φύσεως εἶναι καὶ ἐπιστήμης καὶ ὑφ’ ἓν γένος ἀνάγεσθαι, ἤγουν ὑπὸ ποσὸν ἢ ὑπὸ ποιόν Α 20. 21 ἀναδεικθείησαν a1 21 οὐδ’ ὡρισμένα AI: οὐ διωρισμένα a 22 ἤγουν ἀόριστοι(??) Α ante αἱ add. καὶ I εἰσιν om. Α 23 λέγουσα om. Α post ἀπόφασις add. ἡ Α 27 τὲ Ι: τί a 29 πρὸς ἄνω εἰρημένον. προλαβὼν γάρ ἔλεγεν Α ἔλεγε] c. 11 p. 171b34sq.)

99
ὅτι ὁ ἐριστικὸς περὶ πολλὰ καταγίνεται ὡς ὁ διαλεκτικός, καὶ ὅτι οὐκ ἔχει ὁμοιότητα πρὸς τὸν διαλεκτικὸν τὴν αὐτὴν ἣν ὁ ψευδογραφῶν ὦν πρὸς τὸν γεωμέτρην, καὶ διὰ τοῦτο εὑρίσκεται καὶ ἐν τοῖς μαθήμασι. ῥηθήσεται δὲ καὶ πρὸς τὰ προσεχῶς εἰρημένα συναπτόμενον. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον, ὅτι οὐκ ἔστιν ὁ ἐριστικὸς οὕτως ἔχων πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογραφῶν πρὸς τὸν γεωμέτρην· εἰ γὰρ ἦν τοῦτο καὶ ἦσαν ὡρισμένα αὐτοῦ τὰ ὑποκείμενα ὥσπερ δὴ καὶ τὰ τοῦ ψευδογραφοῦντος, οὐκ ἄν ἠδύνατο περὶ παντὸς τοῦ προτιθεμένου παραλογίζεσθαι· νῦν δὲ διὰ τοῦτο συμβαίνει ἀπατητικὸν εἶναι αὐτόν, διὰ τὸ περὶ πάντων ἐπιχειρεῖν.

[*](p. 172b 5)

τρόποι μὲν οὖν εἰσιν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων.

Εἰπὼν πόσοι εἰσὶν οἱ σοφιστικοὶ ἔλεγχοι, καὶ ἀναγαγὼν αὐτοὺς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ πρὸς τοὺς διαιροῦντας αὐτοὺς εἰς τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀπομαχεσάμενος, ἔτι γε μὴν καὶ διαφορὰν πειραστικοῦ καὶ ἐριστικοῦ παραδούς, καὶ αὐτὸν δὲ αὖθις τὸν ἐριστικὸν εἰς τὸν σοφιστικὸν καὶ ἐριστικὸν διελὼν καὶ διαφορὰν ἑκατέρου ἀποδούς, νῦν μέλλων εἰπεῖν, πῶς οἱ σοφισταὶ ἐλέγχουσί τινα ψευδόμενον ἢ παράδοξα λέγοντα ἡ ἀδολεσχοῦντα ἢ σολοικίζοντα, πρῶτον τοῦτο λέγει, ὅτι ὁ διαλεκτικὸς δύναται θεωρῆσαι περὶ τῶν σοφισμάτων καὶ διακρῖναι ταῦτα καὶ ἐλέγξαι σοφίσματα ὄντα. τὸ γὰρ τάττειν τὰς προτάσεις καὶ συντιθέναι τῆς διαλεκτικῆς ἐστιν· εἰ γοῦν τοῦτο τῆς διαλεκτικῆς, λοιπὸν αὐτῆς καὶ τὸ κρίνειν τὰ σοφίσματα. ἅπασαν τοίνυν τὴν περὶ τῶν σοφιστικῶν ἐλέγχων θεωρίαν ἡ διαλεκτικὴ μέθοδος κέκτηται.