[*](p. 171b 34)῾Ο δ’ ἐριστικός ἐστί πὼς οὕτως ἔχων πρὸς τὸν διαλεκτικόν.
Τέσσαράς τινας λαμβάνει, ἐριστικὸν καὶ διαλεκτικόν, ψευδογράφον καὶ γεωμετρικόν, καὶ φησὶν ὅτι ὡς ἔχει ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην (ὐποδύεται γὰρ αὐτὸν καὶ ἀπὸ τῶν οἰκείων αὐτοῦ ἀρχῶν συλλογίζεται), καὶ ὁ ἐριστικὸς ἔχει πρὸς τὸν διαλεκτικόν. προσέθηκε δὲ τὸ πώς, ὅτι ὁ μὲν διαλεκτικὸς καὶ ἐκ δοκούντων καὶ ἐξ ὄντων συλλογίζεται, ὁ δὲ ἐριστικὸς ἐκ δοκούντων μὲν μὴ ὄντων δὲ ἀλλὰ φαινομένων. ἐλλιπῶς δὲ ἔχει ἡ λέξις· ἔστι δὲ τὸ πλῆρες τοιοῦτον· ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται, ὥσπερ καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ. πῶς δὲ ἐκ τῶν αὐτῶν; ὅτι καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικὸς ἐξ ἐνδόξων, ἀλλ’ ὁ μὲν ἐκ δοκούντων καὶ ὄντων, ὡς εἴρηται, ὁ δὲ ἐκ δοκούντων μὴ ὄντων δέ. διὰ τοῦτο οὐκ ἔστιν ἐριστικὸς ὁ ψευδογράφος, ὅτι οὐκ [*](1 γὰρ I: δέ a δηλοῦτο a1 δοκῶν prius delevit v 3 φαινομένως I: φαινόμενος a 4 ὡς a 8 ἀδικία a1 9 πρὸς v cf. p. 93, 6: περὶ a1I: παρὰ a2 post συναχθῆναι add. εἰς a2 ἑκα(??) I: ἑκάστου a1: ἑκάτερα a2 10 προεκτρέχοντος Av: προεκτρέ(??) I: προεκτρέχηται a ἄλλου καὶ Α: iiiv. ord. a: καὶ ἄλλου καὶ Ι 13 τοῦ AI: τὸ a 14 imino πρὸς τὴν 17 σοφισταὶ Arist. v cf. vs. 20: σοφιστικοὶ al 23 ψευδογράφον Α: πειραστικὸν al 24 πρὸς τὸν γεωμετρικόν Α Arist. 26 τὸ I: om. a 30 καὶ AI: om. a 30,31 τῆ γεωμετρία AI: τῷ γεωμέτρῃ a 33 fort, <μὲν> cf. vs. 28 et p. 92, 1 n.)
92
ἐκ δοκούντων μὲν ἐνδόξων μὴ ὄντων δὲ ἀλλ’ ἐκ τῶν ἀρχῶν καὶ συμπερασμάτων τῶν ὑπὸ τὴν τέχνην ψευδογραφεῖ. ὁ δ’ ὑπὸ τὴν διαλεκτικήν, ἤγουν ὁ ἐριστικός, περὶ μὲν τὰ ἄλλα, ἤτοι τὰ μαθήματα, ὅτι ἐριστικός ἐστιν, οὐκ ἄδηλον· οὐ γὰρ ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τὸν κύκλον τετραγωνίζειν πειρᾶται ἀλλ’ ἔκ τινων κοινοτέρων, ὥσπερ ὁ Βρύσων, οὗ ὁ τετραγωνισμός ἐστι καὶ ἐριστικός. ὁ δὲ διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τοὺς λόγους ποιεῖται. καὶ διὰ τοῦτο τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἐπ’ ἄλλα, ὅτι τὰς ἀρχὰς τῆσδε τῆς ἐπιστήμης ἀδύνατον ἐπ’ ἄλλην μετάγειν· τὸν δὲ τοῦ Βρύσωνος πρὸς πολλά, ὥσπερ καὶ ἐν τῇ Ἀποδεικτικῇ εἴρηται τῷ Ἀριστοτέλει ὅτι “κατὰ κοινόν τε γὰρ δεικνύουσιν οἱ τοῦ Βρύσωνος λόγοι, ὃ καὶ ἑτέρῳ ὑπάρξει· διὸ καὶ ἐπ’ ἄλλων ἐφαρμόττουσιν οἱ λόγοι οὐ συγγενῶν”. οἷς γὰρ ὁ Βρύσων ἐπὶ ποσὸν ἐχρήσατο, ταῦτ’ ἔστι μετενεγκεῖν καὶ ἐπὶ ποιά· ἔστι γὰρ οὕτως εἰπεῖν· τὸ ψιμμύθιον καὶ ὠὸν χιόνος μὲν μελάντερα, τιτάνου δὲ λευκότερα· τὰ δὲ τῶν αὐτῶν λευκότερα καὶ μελάντερα ὁμοίως εἰσὶ λευκά· τὸ ὠὸν ἄρα καὶ τὸ ψιμμύθιον ὁμοίως εἰσὶ λευκά. πάλιν ὁ γλίχων καὶ τὸ σκόροδον πυρὸς μὲν ψυχρότερα, ἐλαίου δὲ θερμότερα· τὰ δὲ τῶν αὐτῶν θερμότερα καὶ ψυχρότερα ὁμοίως εἰσὶ θερμά· ὁ γλίχων ἄρα καὶ τὸ σκόροδον ὁμοίως εἰσὶ θερμά. ὥστε τὸν Βρύσωνος συλλογισμὸν δυνάμεθα μετενεγκεῖν καὶ εἰς ἄλλα, ὅταν οἱ ἀποκρινόμενοι ἢ ἀκροώμενοι ἀγνοῶσι καὶ οὐκ ἴσασι (δεῖ δὲ ἔξωθεν ὑπακούειν τὸ ἐκ τίνων μὲν συνάγεται τὸ ἀδύνατον, ἐκ τίνων δὲ οὐκ ἀληθῶς. ἢ καὶ οὕτως συμβιβάσεις τὸ ἀπορούμενον ὡδὶ λέγων· τὸν μὲν τοῦ Ἀντιφῶντος, δηλονότι τὸν διὰ τῶν μηνίσκων, οὐκ ἔστι μετενεγκεῖν, τὸν δὲ ὡς ἀπὸ κοινοῦ λαμβάνοντα ἔστι μετενεγκεῖν τὸν τοῦ Βρύσωνος πρὸς πολλοὺς διαλεγομένῳ, ὅσοι μὴ ἴσασιν ἀληθῶς τὸ δυνατὸν ἐν ἑκάστῳ καὶ τὸ ἀδύνατον· ἁρμόσει γὰρ ἐπὶ πολλὰ μεταχθῆναι οὗτος παρὸ ὁ τοῦ Ἀντιφῶντος. πάλιν ἐάν τις συλλογίζηται ὅτι οὐ συμφέρει περιπατεῖν ἀπὸ δείπνου, ὅτι κίνησις οὐκ ἔστιν, ὡς ὁ Ζήνων συλλογίζεται, οὐκ ἔστιν ἰατρικός· οὐ γὰρ ἔκ τινων ἰατρικῶν ἐστιν ἀρχῶν ἀλλ’ ἐκ κοινῶν. διὸ ἔστι καὶ τοῦτον μετενεγκεῖν εἰς ἄλλα, οἷον ὅτι οὐ συμφέρει εἰς ἀγορὰν
[*](1 post μὲν expunxit μὴ ὄντων δὲ (illata e p. 91,33) I 3 ἤγουν corr. I 3. 4 οὐκ ἄδηλον ὅτι ἐριστικὸς ἐστὶ περὶ τἄλλα ἤγουν περὶ τὰ μαθήματα Α 8 μετενεγκεῖν] μετ corr. I 10 ἐν τῆ Ἀποδεικτικῇ] I 9 p. 75b41 —43 12 ὑπάρξει I Arist: ὑπάρχει a(F) 14 et 16 ψιμμύθιον a2I: ψιμύθιον a1: ψιμμίθιον Α 14. 15 καὶ τὸ ὠὸν τῆς μὲν χιόνος εἰσὶ μελάντερα, τοῦ δὲ τιτάνου λευκότερα Α 15 μελάντερον—λευκότερον a1 15. 16 τὰ δὲ—λευκά om. Α 15 αὐτῶν a2I: ὠῶν a1 16 ψιμμίθιον—ὠὸν Α ὁμοίως al: ἐπ’ ἴσης Α 17 καὶ πάλιν τὰ σκόροδα καὶ ὁ γλίχων τοῦ μὲν πυρός εἰσι ψυχρότερα, τοῦ δὲ ἐλαίου Α 18 δὲ om, Α ψυχρότερα καὶ θερμότερα Α 20 οἱ a2I: εἰσὶν a1 21 εἴσασι a1 23 ἀποκροώμενον a1 24 τὸν prius om. Α 25 λαμβάνοντα a1: λαμβάνειν τὸ a2I: λαμβάνων τὸ Α post μετενεγκεῖν add. ἤγουν Α 25. 26 διαλεγομένῳ a1I: διαλεγομένου a2A 26 ἑκάστου a1 27 ἁρμόσει AI Arist. ἁρμόζει a (u) πολλοὺς a1 28 συλλογίζηται a: συλλογιῆται I) 93
ἢ εἴς διδασκαλεῖον φοιτᾶν· οὐ γὰρ ἔστι κίνησις. ὁ δὲ λέγων μὴ δεῖν ἀπὸ δείπνου περιπατεῖν, ἵνα μὴ ἄπεπτα τὰ βρώματα ὑπὸ | τῶν φλεβῶν
[*](f. 31r) ἕλκηται, ἰατρικός, καὶ οὐκ ἔστιν εἰς ἄλλα μετενεγκεῖν.
[*](p. 172a 9)Εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικόν.
Τὴν αἰτίαν διὰ τούτων λέγει δι’ ἣν ἔχει χώραν ἡ ἐριστικὴ πρὸς τὰ μαθήματα, καὶ φησὶ διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν τὸν ἐριστικὸν πρὸς τὸν διαλεκτικὸν ὡς τὸν ψευδογράφον πρὸς τὸν γεωμέτρην. ὅτι δὲ οὐ πάντῃ ὁμοίως ἔχει ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην, δῆλον ἐντεῦθεν· ὁ μὲν γὰρ γεωμέτρης καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῆς γεωμετρίας ἀρχῶν συλλογίζονται· ὁ δ’ ἐριστικὸς καὶ ὁ διαλεκτικὸς οὐκ ἐκ τῶν αὐτῶν, ἀλλ’ ὁ μὲν διαλεκτικὸς ἐκ τῶν ἐνδόξων, ὁ δὲ ἐριστικὸς ἐκ τῶν φαινομένων μὲν μὴ ὄντων δέ. ὥστε καθὸ μὲν περὶ πάντων τῶν προτεθέντων συλλογίζεται καὶ ὁ ἐριστικὸς ὥσπερ καὶ ὁ διαλεκτικός, ἔχει ὁμοιότητα πρὸς τὸν διαλεκτικόν, ᾗ δὲ οὐκ ἐκ τῶν αὐτῶν ἀρχῶν, διαφέρει. ἀλλὰ πῶς ὁ ἐριστικὸς διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην χώραν ἔχει πρὸς τὰ ψευδογραφήματα; ἢ διότι ψευδογράφημα ἐξ ἐνδόξων γενέσθαι οὐ δύναται, ἀλλ’ ἐκ φαινομένων μὲν τῇ γεωμετρίᾳ μὴ ὄντων δέ· καὶ διὰ τοῦτο οὐδεὶς διαλεκτικὸς ψευδογραφεῖν ἐπιχειρεῖ, ἀλλ’ ὁ ἐριστικός. τὸ δὲ νῦν οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένος τι ὡρισμένον οὐ τῆς ἀνομοιότητός ἐστι δεικτικὸν ἀλλὰ μᾶλλον τῆς ὁμοιότητος· ἀόριστος γὰρ καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικός. εἰπὼν δὲ ὅτι οὐκ ἔστι περὶ γένος τι ὡρισμένον ὁ διαλεκτικὸς καὶ διὰ τοῦτο οὐδὲ ἀποδεικτικὸς καὶ συλλογιστικὸς ἑνός τινος ἀλλὰ περὶ πᾶν [ὁ] ἐξ συλλογιζόμενος, λέγει οὐδὲ τοιοῦτός ἐστιν οἷος ὁ καθόλου, λέγων καθόλου τὸν θεόλογον. οὐ γάρ ἐστιν ὁ διαλεκτικὸς ἢ ὁ ἐριστικὸς οἷος ὁ καθόλου· εἰ γὰρ καὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται ὁ διαλεκτικὸς τῷ θεολόγῳ (περὶ γὰρ πάντα τὰ ὄντα ἀμφότεροι), ἀλλ’ οὐχ ἀλλ’ ὁ μὲν θεόλογος περὶ τὰ κοινὰ καὶ ἐκ τῶν καθ’ αὑτὰ καὶ ᾗ αὐτὰ τοῖς πράγμασιν ὄντων τὴν θεωρίαν ποιεῖται, ὁ δὲ διαλεκτικὸς καὶ ἐριστικὸς περὶ τὰ καθ’ ἕκαστα διατρίβουσι, καὶ οὐκ ἐκ τῶν καθ’ αὑτὰ ἀλλ’ ἐκ τῶν ἐνδόξων ἡ τῶν φαινομένων ἐνδόξων τοὺς λόγους ποιοῦνται. [*](1 διδασκαλεῖον a1 1.2 περιπατεῖν ἀπὸ δείπνου a 6 ἐριστικὸς a1 πρὸς scripsi cf. vs. 17 et p. 91,9: περὶ al 9. 10 ὅτι δὲ—τὸν γεωμέτρην Av: om. al 11 τῆς γεωμετρίας a: τῆ γεωμετρία I 13 μὲν I: om. a 21 νῦν δ’ οὐκ Arist. 23 ὁ ἐριστικὸς (superscr. β΄) καὶ ὁ διαλεκτικὸς (superscr. α΄) I 25 ὁ delevi 26 τοιοῦτον a1 29 ἀμφότεροι a1A: ἀμφότερα a2I 29. 30 οὐχ ὡσαύτως, ἀλλ’ om. Α 30 ὁ μὲν πρῶτος φιλόσοφος καὶ θεόλογος συλλογίζεται ἐκ τῶν κοινῶν καὶ A αὐτὰ a: αὐτὸ Α: compend. I 30.31 ᾖ—ποιεῖται al: αἰτίων καὶ πρώτων ὄντων τοῖς πράγμασιν A 32 περὶ τὰ—καὶ om. Α αὐτὸ A 33 post τῶν prius add. καθέκαστα καὶ τῶν A τοὺς λόγους ποιοῦνται al: περὶ παντὸς συλλογίζεται Α)
94
ὅτι δὲ οὐκ ἔστιν ὡρισμένης τινὸς φύσεως ἡ διαλεκτική, καὶ διὰ τοῦτο οὐδ’ ἡ μιμουμένη ταύτην ἐριστική, εἴρηται καὶ ἐν τῷ πρώτῳ τῶν τοπικῶν. δείκνυσι δὲ καὶ ἐνταῦθα λέγων οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, τουτέστιν εἰ μὲν ἦν κοινὸν πάντων γένος τὸ ὄν, ἐνῆν ἴσως λέγειν ὅτι περί τι ὡρισμένον εἰσὶν ἡ διαλεκτικὴ καὶ ἡ πειραστική· ἐπεὶ δὲ δέκα τὰ γένη, οὐκ ἔστι λέγειν ὅτι περὶ μίαν τινὰ ὡρισμένην φύσιν εἰσίν. ἀλλὰ κἂν ἦν, φησίν, ἓν κοινὸν γένος πάντων τὸ ὄν, οὐχ οἷόν τε ἦν ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι πάντα τὰ ὄνια· ἄλλαι γὰρ ἄλλων εἰσί, καὶ ἄλλα ὑπ’ ἄλλας τυγχάνουσι· τῶν μὲν γὰρ φυσικῶν ἀρχαί εἰσιν εἶδος, στέρησις, ὕλη, γεωμετρίας δὲ γραμμαί, σημεῖα, κύκλοι, ἰατρικῆς πῦρ, γῆ καὶ τὰ μεταξὺ καὶ ἄλλων ἄλλαι. ὥστε κἂν ἓν ἦν πάντων κοινὸν γένος τὸ ὄν, ἐπειδὴ τὰ ὑπὸ τὸ ὄν, περὶ ἃ ἡ διαλεκτικὴ στρέφεται, διάφοροι φύσεις εἰσίν, ὅτι καὶ αἱ ἀρχαὶ αὐτῶν διάφοροι, οὐκ ἂν εἴη ὡρισμένης τινὸς καὶ μιᾶς φύσεως ἡ διαλεκτική, ὥστε οὐδ’ ἡ ταύτην ὑποκρινομένη ἐριστική. δείκνυσι δὲ τὸ προκείμενον καὶ ἄλλως, δυνάμει συλλογιζόμενος οὕτως· αἱ μιᾶς τινος φύσεως καὶ ἑνός τινος ὑποκειμένου οὖσαι οὐκ ἐρωτῶσιν· ἡ διαλεκτικὴ καὶ ἡ πειραστικὴ ἐρωτᾷ· ἡ διαλεκτικὴ ἄρα καὶ ἡ πειραστικὴ οὐκ εἰσὶν μιᾶς τινος ὡρισμένης φύσεως οὐδὲ ἑνός τινος ὑποκειμένου. οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι. διὰ τούτου δὲ τὴν μείζονα πρότασιν παρασκευάζει, ὅτι αἱ μιᾶς τινος φύσεως καὶ ἑνὸς ὑποκειμένου οὖσα ιοὐκ ἐρωτῶσιν. εἴη ἄν <οὖν> τὸ δοῦναι ἀντὶ τοῦ συλλογίσασθαι οὐ γὰρ ἔξεστιν οὐδὲ δυνατόν ἐστι τῷ ἀποδεικνύντι δεῖξαι τὰς τρεῖς τοῦ τριγώνου γωνίας, εἰ τοῦτο εἴη δεικνύμενον, δύο ὀρθῶν ἐλάττονας ἢ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ. ἡ γὰρ | ἀπόδειξις ἐκ τῶν οἰκείων
[*](f. 31v) καὶ καθ’ αὑτὰ καὶ ᾗ αὐτά, ὡς ἐν τῇ Ἀποδεικτικῇ δέδεικται, τοῦ δεικνυμένου γίνεται· ἐκ δὲ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἕν τι δείκνυται, τἀλη-
[*](1. 2 ὅτι δὲ ἡ διαλεκτικὴ οὐκ ἔστιν ὡρισμένης τινὸς φύσεως, ἤγουν περὶ ἓν ὑποκείμενον καταγίνεται, διὰ τοῦτο οὐδὲ ἡ ἐριστικὴ ἡ ταύτην ὑποκρινομένη Α 2 ἐν τῷ πρώτῳ τῶν Τοπικῶν] c. 1 p. 100a19 3—5 οὔτε—πειραστική al: εἰ μὲν γὰρ ἅπαντα τὰ ἑκάστης ἐπιστήμης ἐν ἑνί τινι γένει ἐθεωροῦντο, ἤγουν εἰ μὲν ἦν κοινὸν γένος πάντων αὐτῶν τὸ ὃν, ἴσως ἄν, ἐλέγομεν ὅτι ἡ διαλεκτικὴ καὶ ἡ πειραστικὴ περί τι ὡρισμένον καὶ ἓν ὑποκείμενον καταγίνεται Α 4 μὲν a: μὴ I ἢν a2I: οὖν a1 ἐνῆν Ι: ἓν ἦν a 5 post γένη add. τὰ γενικώτατα Α 6 ὅτι al: ὡς Α εἰσίν al: ἤγουν περὶ ἓν ὑποκείμενον καταγίνεται Α 6. 7 ἦν φησιν al: δώσομεν Α 7 πάντων al: εἶναι Α οὐχ οἷόν τε al: οὐδ’ οὕτως Α ὑπὸ al: λέγειν Α 8 πάντων τῶν ὄντων Α ἄλλα (ante γὰρ) a1 ἄλλα scripsi: ἄλλαι aAI 9 post τυγχάνουσι add. καὶ γὰρ τἄ ὑπὸ τὸ ὃν, οἶον δένδρα. λίθοι. ἄνθρωπος. ἵππος καὶ τὰ τοιαῦτα, διαφόρους τὰς φύσεις ἔχουσι· καὶ διατοῦτο καὶ αἱ ἀρχαὶ αὐτῶν εἰσι διάφοροι Α post φυσικῶν add. πραγμάτων Α ὕλη καὶ στέρησις Α 10 γραμμὴ. σημεῖον καὶ κύκλοι καὶ ἰατρικῆς τὰ τέσσαρα στοιχεῖα, πῦρ Α 11 ἄλλαι ἄλλων Α 12 αἱ Ι: old. a 14 οὐδ’ ἡ Ι: οὐδὲ a 16 τινος AI: cm. a ὑποκειμένου aA: cm. I post οὖσαι add, τέχναι καὶ ἐπιστῆμαι Α 16. 17 ἡ δέ διαλεκτικὴ καὶ ἐριστικὴ ἐρωτᾶ. οὐκ εἰσὶν ἄρα ἡ διαλεκτικὴ καὶ ἐριστικὴ Α 18 ὡρισμένης cm. Α τινος alt. cm. Α 19 μωρίων a1 20 πρότασιν Ι: πρότερον a 21 οὖν addidit v 23 ταῦτα a1 25 ἐν τῇ Ἀποδεικτικῇ] I 4 26 ἑαυτὰ a) 95
θές. ὥστε ἐπεὶ οὐκ ἔστιν αὐτῷ δυνατὸν ἐκ τῶν αὐτῶν καὶ τὸ ἀντικείμενον δεικνύναι, οὐκ ἐρωτᾷ· ὁ γὰρ ἐρωτῶν οὕτως ἐρωτᾷ ὡς παρεσκευασμένος τὸ ἐναντίον τοῦ τεθέντος συλλογίσασθαι. ἡ τὸ δοῦναι ἀντὶ τοῦ συγχωρῆσαι καὶ ὡς ἀληθῶς ὂν λαβεῖν εἴρηται· τῷ γὰρ μέλλοντι δεικνύναι τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας οὐκ ἔξεστι λαβεῖν καὶ ὡς ἀληθεῖ χρήσασθαι ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι ἄνισοί εἰσι δύο ταῖς ἐφεξῆς· οὐ γὰρ ἐκ τούτου ἀλλ’ ἐκ τοῦ ἴσας εἶναι δείκνυται τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν. ἢ τὸ οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι ἴσον ἐστὶ τῷ ‘οὐ γὰρ ἔξεστι τῷ ἀποκρινομένῳ ἐν τοῖς ἀποδεικτικοῖς δοῦναι οἷον ἄν μόριον βούληται τῆς ἀντιφάσεως᾿· συλλογισμὸς γάρ, τουτέστιν ἀπόδειξις καὶ συλλογισμὸς ἀποδεικτικός, οὐ γίνεται ἐξ ἀμφοῖν. εἰ μὲν γὰρ σκοπὸν εἶχεν ὁ γεωμέτρης συνάγειν ἀμφότερα, τό τε τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ μὴ ἴσας, τότε ἂν ἠρώτα, ἵνα ἐκ μὲν τοῦ λαβεῖν τὰς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας εἶναι συναγάγῃ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἐκ δὲ τοῦ λαβεῖν μὴ ἴσας εἶναι τὰς τρεῖς δύο ταῖς ἐφεξῆς τοὐναντίον· ἐπεὶ δὲ μόνης τῆς ἀληθείας ἀντέχεται καὶ τὸ ὂν συλλογίζεσθαι βούλεται, οὐκ ἐρωτᾷ, ἀλλὰ λαμβάνει δι’ ὧν τὸ ἀληθὲς δείκνυται. ὥστε οὐκ ἔξεστι τὸ ψεῦδος ὡς ἀληθὲς τιθέναι. εἰ οὖν αἱ ἐρωτήσεις ἐπ’ ἐκείνων γίνονται ἐφ’ ὧν ἔξεστιν ὁποτερονοῦν τῆς ἀντιφάσεως μόριον δοῦναι, ἐπὶ δὲ τῶν ἀποδεικτικῶν τοῦτο οὐκ ἔστιν, οὐκ ἂν εἴη ἐπὶ τούτων τὸ ἐρωτᾶν.
[*](p. 172a 18)Εἰ δὲ ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα.
Εἰπὼν ὅτι ἡ διαλεκτικὴ ἐρωτητική ἐστι καὶ διὰ τοῦτο οὐκ ἀποδεικτική (ὁ γὰρ ἀποδεικνὺς οὐκ ἐρωτᾷ, ὅτι μηδὲ τὴν ἀντίφασιν ἀλλὰ λαμβάνει τὸ ἀληθές), νῦν αὐτὸ τοῦτο πάλιν κατασκευάζει, ὅτι οὐκ ἀποδεικνύει ὁ διαλεκτικός. φησὶ γὰρ εἰ δὲ ἐδείκνυεν, οὐκ ἄν ἠρώτα, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχάς. τὸ γὰρ ἑξῆς τῆς λέξεως, ἄν πλῆρες, τοιοῦτον. εἰ ἐδείκνυε, φησίν, ὁ διαλεκτικός, οὐκ ἄν ἠρώτα. διὰ τί; ὅτι “οὐκ ἐρωτᾷ ἀλλὰ λαμβάνει ὁ ἀποδεικνύων”, ὡς ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ὥστε ἢ περὶ οὐδενὸς ἂν ἠρώτα ὅλως, ἀλλὰ τὰ οἰκεῖα τοῦ δεικνυμένου λαμβάνων συνεπέραινεν ἄν τὸ προκείμενον, ἢ εἴπερ ὅλως ἠρώτα, ἀλλ’ οὖν περὶ τῶν πρώτων καὶ τῶν οἰκείων ἀρχῶν οὐκ ἄν ἠρώτα καὶ ἀπό τινων ἐνδόξων συνελογίζετο καὶ ῥοπὴν ἐδίδου πρὸς συγκατάθεσιν αὐτῶν· οὐδεμία γὰρ ἐπιστήμη περὶ [*](3. 4 συγχωρῆσαι a1AI: συγχωρηθῆναι a2 4 ἀληθὲς Α ὃν Av: ἓν al 5 ἔξεστι AI: ἐστιν a 6 ἀληθῶς a 8 οὐ γὰρ AI: οὐκ a 10 οἷον ἄν μόριον a1AI: τὸ μόριον οἷον ἄν a2 12. 13 ἀμφότερον a 14 δύο Α 15 συναγάγηται omisso τὸ a 16 δυσὶ v 19 ἀληθὲς Av: ἀληθῶς al αἱ Av: om. al 21 ἔξεστιν A 22 ἀλλὰ τά γε πρῶτα I: om. a 26 ἐδείκνυεν I Arist.: ἐδείκνυεν ὁ διαλεκτικὸς a: ὁ διαλεκτικὸς ἀπεδείκνυεν Α 28.21) ὁ διαλεκτικὸς Α: om. al oO ἐν τοῖς Ἀναλυτικοῖς] Anal. Pr. I1 p. 24a24 31 συνεπέραινεν AI: συνεπέρανεν a 34 πρὸς AI: πρὸς τὴν a)
96
τῶν οἰκείων διαλέγεται ἀρχῶν, ἀλλ’ ὡς οὕτως ἐχούσαις χρωμένη τὸ ἑξῆς συμπεραίνεται. ὅτι δὲ καὶ τὰς ἀρχὰς ὁ διαλεκτικὸς συλλογίζεται, δῆλον· λαμβάνει γὰρ οὕτως· πᾶν πέρας μιᾷ διαστάσει λείπεται οὗ ἐστι πέρας, ὥστε καὶ ἡ στιγμὴ πέρας οὖσα γραμμῆς μιᾷ διαστάσει ἀπολειφθήσεται τῆς γραμμῆς· ἐπεὶ δὲ ἡ γραμμὴ ἐφ’ ἓν διαστάτη, ἡ στιγμὴ ἔστι ἀδιάστατος καὶ ἀμερής. τὸ δὲ μὴ διδόντος γὰρ οὐκέτ’ ἄν εἶχεν ἐξ ὧν διαλέξεται τοιοῦτόν ἐστιν· εἰ γὰρ ἀποδεικνύουσα μὴ ὡς ἀληθέσιν οὔσαις ἐχρῆτο ταῖς ἀρχαῖς, ἀλλ’ ἠρώτα, οἷον, εἰ οὕτως ἔτυχεν, ἆρά γε αἱ ἀπὸ τοῦ κέντρου ἴσαι ἀλλήλαις εἰσίν, ὁ δὲ ἀποκρινόμενος ἀπέφησεν, οὐκ ἄν εἶχεν ἐξ ὧν ἔτι διαλέξεται καὶ δείξει ὅτι εἰσὶν ἴσαι· εἰ γὰρ αἱ δείξεις ἐκ τῶν προτέρων καὶ αἰτίων, τῶν δὲ ἀρχῶν οὐδέν ἐστι πρότερον, οὐκ ἄν εἶχε δεῖξαι ὅτι ἴσαι εἰσίν. ὥστε διὰ ταῦτα οὐκ ἐρωτῶσιν οἱ ἀποδεικνύντες. ἐπεὶ οὖν ὁ μὲν δεικνύων οὐκ ἐρωτᾷ, ὁ δὲ διαλεκτικὸς ἐρωτᾷ, ὁ διαλεκτικὸς οὐ δεικνύει. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι· οὐδεὶς δεικνύων ἐρωτᾷ, πᾶς διαλεκτικὸς ἐρωτᾷ, καὶ τὸ συμπέρασμα δῆλον.
[*](p. 172a 21)῾Η δ’ αὐτὴ καὶ πειραστική.
Εἰπὼν τὴν διαλεκτικὴν περὶ πολλὰ καταγίνεσθαι, νῦν φησιν ὅτι ἡ αὐτὴ δέ ἐστι I τῇ διαλεκτικῇ καὶ ἡ πειραστική· περὶ πολλὰ γὰρ καὶ [*](f. 32r) αὕτη καταγίνεται. πειραστικὴν δὲ ἐνταῦθα λέγει οὐχὶ τὴν ἐν τοῖς μαθήμασι γινομένην (αὕτη γὰρ ἐν μόνοις τούτοις ἐστίν) ἀλλά τινα ἄλλην καὶ ἐν μαθήμασι καὶ ἐν ταῖς ἄλλαις τέχναις εὑρισκομένην καὶ τὸ προσωπεῖον τῆς διαλεκτικῆς ὑποδυομένην καὶ ἐπιχειροῦσαν περὶ παντὸς τοῦ προτεθέντος, ὡς καὶ ἡ διαλεκτική, πλὴν οὐκ ἐπιστημόνως καὶ αὕτη ἐπιχειρεῖ, ὡς ἡ ἐν τοῖς μαθήμασι πειραστική, ἀλλὰ φαινομένως τε καὶ τὸ ὅλον ὡς ἔτυχε. καὶ ὅτι τοιαύτη ἐστί, φησίν, ἡ πειραστική, πρόδηλον ἐξ ὧν ἐπάγει· οὐ γὰρ ἡ πειραστική, φησί, περὶ ἕν τι καταγίνεται, ὡς ἡ γεωμετρία, ἀλλὰ τοιαύτη ἐστὶν ἣν ἄν ἔχοι καὶ μὴ εἰδώς τις, ὅπερ τοιοῦτόν ἐστι· πολλάκις τινὲς ἀλλήλους πειράζοντες ἐρωτῶσιν, ὁ ἀδικηθεὶς τὸν ἀδικήσαντα, ῾δέδωκά σοι τόδε ἢ οὔ; ἐποίησας τοῦτο ἡ οὔ;’· ἰδοὺ οὖν ἐνταῦθα μὴ εἰδώς τις τὴν ἀντίφασιν διὰ ταύτης πειράζει.
[*](1 ἀρχῶν διαλέγεται Α 3 λαμβάνει γὰρ οὕτως Av: om. al 5 τῆς γραμμῆς om. Α γραμὴ I ἐφ’ AI: ὑφ’ a post διαστατή add. καὶ Α ἔσται AI: ἐστὶν a 7 ἀποδεικνύουσα μὴ AI: μὴ ἀποδεικνῦσα μὴ a1: ἀποδείκνυσε (sic) μὴ a2 8 ἀλλ’ al: οὐκ ἄν Α 9 post κέντρου add. εὐθεῖαι A 10 —12 ἐξ ὧν—εἶχε aA: om. I 10 ἴσαι a2A: ἶσα a1 12 ταῦτα AI: τοῦτο a 15 πῶς a1 16 post αὐτὴ add. ἤγουν διαλεκτικὴ a 21 ἐν μαθήμασι AI: ἐνθυμήμασι a1: ἐν τοῖς μαθήμασι a2 23 ἐπιστήμονος a 25 φησὶν ἡ A: φησὶ aI 27 —30 ἀλλὰ—πειράζει al: καὶ τὰ ἑξῆς Α 29 τοῦτο I: τόδε a 30 τις I: τι a)97
[*](p. 172a 23)Ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τὸν μὴ εἰδότα τὸ πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν οὐδὲ ἐκ τῶν ἰδίων ἀλλ’ ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστι.
Τὸ προειρημένον κατασκευάζει τὸ ὅτι “καὶ μὴ εἰδώς” τίς ἐστι πειραστικός. στικός. ὥσπερ γὰρ δικάζονταί τινες ἀτέχνως καὶ δίχα τῆς τῶν νόμων γνώσεως καὶ πεῖραν λαμβάνουσιν ἀλλήλων περὶ οὗ δικάζονται, πῶς ἔχουσι πιθανότητα πρὸς τὸ πρᾶγμα, καὶ λόγους ἐκφέρουσι μηδὲ ὄναρ γευσάμενοι ῥητορικῆς, οὕτω καὶ συλλογίζονται· καὶ γὰρ καὶ ὁ μὴ εἰδὼς παρὰ τοῦ μὴ εἰδότος ἐρωτῶν καὶ λαμβάνων συλλογίζεται καίπερ ἀγνοῶν τί ἐστι συλλογισμός. συλλογίζεται οὖν καὶ πεῖραν λαμβάνει ὁ μὴ εἰδὼς [παρὰ] τοῦ ὁμοίως αὐτῷ μὴ εἰδότος· ἐκείνου γὰρ διδόντος συνάγει τι οὗτος ἐκ τῶν δοθέντων· τοῦτο δὲ τρόπον τινὰ συλλογίζεσθαί ἐστιν. εἰσὶ γάρ τινα λίαν ἐναργῶς ἑπόμενά τισιν, ὧν διδομένων μὲν παρὰ τοῦ ἀποκρινομένου λαμβανομένων δὲ παρὰ τοῦ ἐρωτῶντος ἐπάγεταί τι ὕστερον ὡς συμπέρασμα. καὶ ἔξεστι τούτου πίστιν λαβεῖν τῷ προσέχοντι τοῖς πολλοῖς, καὶ μάλιστα τοῖς κοινωνοῦσί τινων καὶ λόγους διδόντων καὶ λαμβανόντων τῆς κοινωνίας. ἔστιν οὖν ὁ πᾶς τοῦ λεγομένου σκοπὸς τοιοῦτος, ὅτι ἔξεστι καὶ τῷ μὴ εἰδότι τὴν ἀντίφασιν (ταύτην γὰρ πρᾶγμα λέγει) ἀπόπειραν λαβεῖν μὴ εἰδότος αὐτήν, ἐπεὶ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν ὡς ἐπιστήμην ἔχων καὶ τῶν οἰκείων τῇ ἐπιστήμῃ, ἀλλ’ ἐκ τῶν κοινῶν καὶ συνήθων τοῖς πᾶσιν, ἃ εἰδώς τις οὐκ οἶδε τὴν τέχνην. ἔστι δὲ καὶ τὸ διὰ τούτου λεγόμενον τοιοῦτον· οὐδὲν κωλύει τὸν εἰδότα τὰ ἑπόμενα τῷ πράγματι, περὶ οὗ τὴν πεῖραν λαμβάνει, τὴν τέχνην ἀγνοεῖν, ὥσπερ καὶ οἱ ἐμπειρικοὶ κοὶ τῶν ἰατρῶν. οὐδὲν οὖν κωλύει τὴν τέχνην ἀγνοεῖν, ἀλλ’ ἐνδέχεται καὶ γινώσκειν καὶ ἀγνοεῖν· ὁ δὲ μὴ εἰδὼς τὰ ἑπόμενα ἐξ ἀνάγκης ἀγνοεῖ καὶ τὴν τέχνην. ἔστι δὲ ὁ μὲν τὰ ἑπόμενα θεωρῶν καὶ τὴν τέχνην εἰδὼς ὁ διαλεκτικός· ὁ γὰρ μετὰ τέχνης πειράζων ὁ διαλεκτικός· ὁ δὲ τὴν τέχνην μὲν ἀγνοῶν τὰ δὲ ἑπόμενα εἰδὼς ὁ ἐριστικός.
[*](p. 172a 27)Ὥστε φανερὸν ὅτι οὐδενὸς ὡρισμένου ἡ πειραστικὴ ἐπιστήμη ἐστί.
Τὸν περὶ πειραστικοῦ καὶ διαλεκτικοῦ λόγον συμπεραινόμενος φησὶν ὅτι ὥσπερ ἡ διαλεκτικὴ οὐχ ὡρισμένα ἔχει τὰ ὑποκείμενα, οὕτως οὐδ’ ἡ [*](4 τὸ prills a2I: τί a1 5 ὥσπερ a1I: εἴπερ a2 τῆς om. a1 7 πιθανότερον a1: πιθανότητος fort, recte v post λόγους expunxit ἔχουσι I 10 παρὰ ut e vs. 8 illatum delevi 13 post ὧν add. καὶ Α 14 ὕστερον a2AI: ἕτερον a1 ὡς al: καὶ Α 15 τοῖς προσέχουσι Α καὶ alt. era. A 16 λόγους a2I corr.: λόγοι I pr.: λογισμοὺς a1A λαμβανομένων a1 17 ἔστιν οὑν al: ἔξεστι γὰρ πεῖραν λαβεῖν A post τοιοῦτος add. ἐστίν Α 20 ἔχων Al: ἔχει a 23. 24 πειραστικοὶ Α 24 ἰατρῶν Abv: ἰατρικῶν al 25 καὶ prius om. Α 27 ὁ γὰρ al: ὃς καὶ Α πειράζει Α ὁ διαλεκτικός alt. om. Α 31 πειραστικῆς καὶ διαλεκτικῆς v)
98
ταύτην ὑποδυομένη πειραστική· διὸ καὶ περὶ πάντα ἐστίν. ἔπειτα καὶ τὴν αἰτίαν ἀποδίδωσι δι’ ἣν περὶ πάντων θεωρεῖ ὁ πειραστικός. καὶ φησὶν ὅτι εἰσί τινα κοινὰ καὶ πᾶσι γνώριμα, ἃ οὐδὲ ἀφωρισμένης μιᾶς τινός ἐστιν ἐπιστήμης, οἷον τὸ ‘ὕβρισας τὸν δεῖνα ἢ οὔ;’ καὶ ῾συνεγένου τῇ τούτου φίλῃ ἢ οὔ;’ καὶ ἱεῖ μὲν ἐμοίχευσας, ἕπεται τόδε, εἰ δὲ μή, τόδε.’ ὅτι δ’ ἅπαντες μετέχουσι τῶν κοινῶν, σημεῖόν φησιν εἶναι τὸ πάντας μέχρι τινὸς καὶ ὑπέχειν λόγον καὶ ἀπολογεῖσθαι ἐπιχειρεῖν. τὸ δὲ τρόπον τιν’ ἁ προσέθηκε δεικνύων ὅτι τὰ κοινὰ ταῦτα, κἄν εἰ ἅπαντες γινώσκωσιν, ἀλλ’ οὖν οὐχ ὁμοίως· ὁ μὲν γὰρ διαλεκτικὸς οἶδεν ὅτι τὸ ἐρωτώμενον ἀντίφασις, καὶ ὡς ἀνάγκη θάτερον εἶναι ἀληθές· ὁ δὲ πολὺς
[*](f. 32v) ὄχλος ἀτέχνως προίσχεται τὴν ἐρώτησιν. περὶ δὲ τῆς ἀτέχνου ταύτης πειραστικῆς καὶ ἐν τοῖς εἰς τὴν ῾Ρητορικὴν πονηθεῖσι διειλήφειμεν. τὰ γοῦν κοινὰ ὄνια, εἰ καὶ ἀνεπιστήμονές εἰσι καὶ δοκοῦσιν ἔξω λέγειν τῆς ἐπιστήμης, ἀλλ’ οὖν ἴσασιν οἱ πολλοί, [καὶ] κἄν ἀτέχνως μετέχωσι λέγουσι γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν ἀντίφασιν, ἧς ἐντέχνως μετέχει ὁ διαλεκτικός.