In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 170a 8)

Ἔτι παρὰ τὸ τὸ ἐν ἀρχῇ μὴ ἐναριθμουμένου.

Τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ συλλογισμοῦ καὶ διὰ ἔλλειψιν τοῦ ἀληθοῦς γίνεται ἐλέγχου, πολλάκις εἴρηται. οὕτως οὖν δείξας διὰ τῆς ἐπαγωγῆς ὅτι παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ συλλογισμοῦ τὸ ψεῦδος καὶ οἱ φαινόμενοι ἔλεγχοι γίνονται, συμπεραίνεται λέγων ὥστε ἔχομεν παρ’ ὅσα γίνονται οἱ παραλογισμοί· παρὰ πλείονα μὲν γὰρ τῶν τρόπων τούτων οὐδεὶς ἂν γένοιτο, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.

[*](p. 170a 12)

Ἔστι δὲ ὁ σοφιστικὸς ἔλεγχος.

Τοὺς σοφιστικοὺς ἅπαντας καὶ φαινομένους συλλογισμοὺς ἀναγαγὼν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ἔτι γε μὴν διδάξας ὡς οἱ σοφιστικοὶ ἔλεγχοι διὰ ἔλλειψιν τοῦ κυρίως καὶ ἄλη ἀληθοῦς ἐλέγχου γίνονται, καὶ διὰ τῆς ἐπαγωγῆς τὸ λεγόμενον πιστωσάμενος, ἐφιστάνει λέγων ὅτι ὁ σοφιστικὸς ἔλεγχος οὐχ ἀπλῶς ἐστιν ἔλεγχος, ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον δοκεῖ εἶναι ἔλεγχος. εἰ μὲν γὰρ τύχῃ οὗτος εἶναι τῶν ἀμαθῶν, συγχωρήσει τε τὰ λεγόμενα, οἷα ἄν ὦσι, καὶ ἀπατηθήσεται, καὶ δοκήσει ἐλεγχθῆναι. εἰ μέντοι γε τῶν συνιέντων τις εἴη, οὐκ εὐθὺς ὁμολογήσει τὰ ἐρωτώμενα, κἀντεῦθεν ἐπίσχει καὶ τὸν δοκοῦντα ἐλέγχειν καὶ συλλογίζεσθαι. ὡσαύτως δὲ καὶ ὁ σοφιστικὸς συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἀλλὰ πρός τινα, ἤγουν τὸν ἀγνοοῦντα τὰς δυνάμεις τῶν λέξεων καὶ πρὸς τὸν συγχωροῦντα τὸ μὴ ἀπλῶς λεγόμενον ὡς ἁπλῶς λέγεσθαι καὶ τὰ λοιπὰ πάντα. [*](1 ἄρα v: ἔτι Ι: ἐπὶ a: om b 4 τοῦτον I: τοῦτο a 8 ἐπιορκήσειν I: ἐπιορκίζειν a ἐπιώρκη a1: ἐπιόρκησεν a2 10 εἰσι a2I: ᾖ a1 12 τὸ τὸ I: τὸ μὴ τοῦ a 15 πολλάκις] velut p. 61,24 sq. 16 ante φαινόμενοι add. λεγόμενοι Α 18 πλείονας A 19 πάντα a 23 ἀληθῶς v 26 τύχοι Α 27 post οἷα add. δ’ al: om. Α δόξει Α 28 γε AI: om. a 29 ἐπίσχει a: ἐπίσχῃ AI: fortasse ἐπισχήσει 30 post συλλογισμὸς prius add. ὁ Α 31 ἤγουν iteratum delevit Α post ἤγουν add. πρὸς Α)

75
ὅτι δὲ πρός τινά ἐστιν ὁ σοφιστικὸς ἔλεγχος, κατασκευάζει ἀπὸ τοῦ μὴ δύνασθαι τὸν σοφιστὴν ποιῆσαι τὸν ἔλεγχον, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀποκρινομένου τὸ ὁμώνυμον ὡς ἓν σημαῖνον. ὁμοίως καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην συλλογισμός, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀποκρινομένου τὸ σημαίνειν τὸ ἐρωτώμενον πρᾶγμα μόνον τόδε τι, | ἤτοι τὸ ἐνεργητικὸν [*](f. 25v) ῥῆμα ἐνεργείας μόνης δηλωτικόν, οὐδ’ οὗτος ἀπατήσει. εἰ μὲν οὖν μὴ λάβῃ ὁ σοφιστής, οὔτε ἁπλῶς συλλογισμὸν ποιεῖ οὔτε πρὸς τὸν ἐρωτώμενον. ἐὰν δὲ λάβῃ τὸ ὁμώνυμον ὡς μὴ ὁμώνυμον, πρὸς μὲν τὸν ἐρωτώμενον πεποίηκε τὸν ἔλεγχον, ἀληθῶς δὲ καὶ κυρίως ἔλεγχον οὐ πεποίηκε, διότι οὐχ ἓν εἴληφε, τουτέστι μὴ ὁμώνυμον, ἀλλὰ φαινόμενον, καὶ παρὰ ἀνεπιστήμονος ἀκροατοῦ. ὥστε οὐχ ἁπλῶς ἐστιν ἔλεγχος ὁ σοφιστικὸς ἔλεγχος ἀλλὰ πρός τινα.