In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 170a 20)

Παρὰ πόσα δὲ ἐλέγχονται οἱ ἐλεγχόμενοι.

Πάρ’ ὅσα μέν, φησί, φαινομένως ἐλέγχεσθαί τινες δοκοῦσιν, εἴρηται, καὶ ὡρίσθησαν οἱ φαινόμενοι ἔλεγχοι, καὶ δέκα καὶ τρεῖς εἰσιν οἱ πάντες· ὧν πάντων ἢ ἐνίων παραλαμβανομένων ὁ παραλογισμὸς καὶ ὁ φαινόμενος ἔλεγχος γίνεται. παρ’ ὅσα δὲ ἄλη θὼς ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐδεὶς ἀριθμῆσαι ἢ παραδοῦναι δύναται οὐδὲ εἰς ἀριθμόν τινα θεῖναι ὡρισμένον τοὺς τρόπους δι’ ὧν ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι· ὅσαι γὰρ ἀποδείξεις, τοσοῦτοι δύνανται καὶ ἔλεγχοι γίνεσθαι πρὸς τοὺς μὴ τιθεμένους τὸ συναχθὲν ἐκ τῶν δοθέντων συμπέρασμα λαβοῦσι τὴν ἀντίφασιν. οὐ δεῖ οὖν, φησί, πειρᾶσθαι λαμβάνειν δι’ ὅσων καὶ οἵων τοὺς ἀληθεῖς ἐλέγχους ποιοῦσιν οἱ ἀληθινῶς ἐλέγχοντες, εἰ μή τις εἴη τὰς ἐπιστήμας πάσας εἰδὼς καὶ ἐν πάσαις ἔχων τὸ ἀκρότατον· εἰ γὰρ μὴ τοιοῦτός ἐστι, πῶς ἄν δυνηθείη ἀληθῶς ἀπελέγχειν τὸν ἔν τινι ἐπιστήμῃ σφαλλόμενον; τοῦτο δέ, τὸ πάσας εἰδέναι, οὐ μιᾶς ἐστι τέχνης καὶ ἀδύνατον· ἄπειρα γὰρ τὰ ἀληθῶς δεικνύμενα· ἄπειροι ἄρα καὶ οἱ ἀληθεῖς ἔλεγχοι. ἐν δὲ τῷ ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι τὸ ἴσως εἶπε κατὰ τὴν ἑαυτοῦ δόξαν· ἀιδίου γὰρ ὄντος κατ’ αὐτὸν τοῦ κόσμου, ὡς ἐν τῷ Περὶ οὐρανοῦ αὐτῷ δέδεικται, ἐπ’ ἄπειρον καὶ αἱ ἐπιστῆμαι αὐξηθήσονται. οὐ δεῖ μὲν οὖν ζητεῖν κατὰ πόσους τρόπους οἱ ἀληθεῖς ἔλεγχοι γίνονται. ὅτι δὲ ὅλως εἰσὶν ἀληθεῖς ἔλεγχοι ὥσπερ καὶ φαινόμενοι, δῆλον. ὅσα γάρ, φησίν, ἔστ’ ἱν ἀποδεῖξαι τῇ καλουμένῃ ἐπ’ εὐθείας δείξει, ἔστι καὶ δι’ αὐτῆς καὶ διὰ τῆς ἀδυνάτου δείξεως ταῦτα συστῆσαι καὶ ἐλέγξαι τὸν μὴ συγχωροῦντα τὸ συνηγμένον ἐκ τῶν τεθέντων ἀλλὰ τὸ ἐναντίον τιθέντα τῷ ἀληθεῖ· [*](3 σημαίνει a 4 παρὰ AI: om. a 5 post πρᾶγμα add. τὸ a τόδε τι μόνον Α ἤτοι AI: ἤγουν a 6 οὐδ’ AI: οὐχ a οὑν AI: om. a 13 ἐλεγχόμενοι om. I 15 εἰσιν a2I: ᾖ a 19 ὅσα a1 20 τοιοῦτοι Α δύναται a γίνεσθαι γίνεσθαι aI: δείκνυσθαι A 24 post γάρ add. καὶ a 26 τὸ om. a1 οὐδεμιᾶς Arist. v ἐστι I: om. a 29 τῷ al: τοῖς A v ἐν τῷ Περὶ οὐρανοῦ] I 10 —11 1 30 αὐτῷ om. Α αἱ om. a μὲν om. Α 34 ἀδυνάτου iteratum a 35 θῶ a)

76
ὁ δὲ τοῦτον ἐλέγχων καὶ ἀποδεικνὺς ψευδόμενον συλλογισμὸς ἀληθής ἐστιν ἔλεγχος. ὥστε τὸν μέλλοντα ἀληθῶς ἐλέγχειν δεῖ πάντων ἐπιστήμονα τυγχάνειν· τοιοῦτος γὰρ ὢν ῥᾳδίως ἄν ἐλέγξῃ τὸν μὴ συγχωροῦντα τὴν θέσιν ἢ τὸ συμπέρασμα λαβὼν τὴν ἀντίφασιν. εἰπὼν δὲ ὅτι δεήσει πάντων ἐπιστήμονα εἶναι, ἐπήγαγεν οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, ὥστε γεωμετρικὸν εἶναι δεῖ τὸν μέλλοντα ἐλέγχειν τοὺς παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας συλλογιζομένουν́ καὶ ἰατρικὸν τοὺς παρὰ τὰς τῆς ἰατρικῆς καὶ μουσικὸν ὡσαύτως τοὺς παρὰ (xac) τῆς μου- μουσικῆς, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥστε εἴ τις ἅπαντας ἐλέγχειν μέλλει, δεῖ τοῦτον ἐπιστήμονα πάντων εἶναι.

[*](p. 170a 30)

Ἀλλὰ μὴν καὶ οἱ ψευδεῖς ἔλεγχοι ὁμοίως ἐν ἀπείροις.

Ἄπειροι μέν εἰσι, φησίν, οἱ ἀληθεῖς ἔλεγχοι, ἄπειροι δὲ καὶ οἱ ψευ- δεῖς. ψευδεῖς δὲ ἐλέγχους οὐ τοὺς σοφιστικούς φησιν ἐνταῦθα ἀλλὰ τοὺς δοκοῦντας μὲν εἶναι ἀπὸ τῶν οἰκείων ἀρχῶν τῆς ἐπιστήμης, περὶ ἧς τὸν λόγον ποιοῦνται, μὴ ὄντας δέ. ὥστε ἐπειδὴ ἄπειροι οἱ ἀληθεῖς εἰσιν ἔλεγχοι, ἄπειροι ἄν εἶεν καὶ οἱ ψευδεῖς. καὶ τὰ μὲν λεγόμενα δῆλα. ἡ δὲ λέξις ἡ οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικὸς ἐλλιπῶς εἴρηται. εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· ὁ γεωμετρικὸς ψευδὴς ἔλεγχος κατὰ γεωμετρίαν ἐστὶν ὁ παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας γινόμενος, ὁποῖος ἦν ὁ τοῦ Βρύ- σωνος τετραγωνισμός. οὐ μόνον δὲ τοὺς μὴ ἀπὸ τῶν ἀρχῶν ὡρμημένους τῆς ἐπιστήμης, ὑφ’ ἥν ἐστι τὸ πρόβλημα, δοκοῦντας δὲ εἶναι ψευδεῖς ἐλέγχους φησὶν ἀλλὰ καὶ τοὺς ἐκ τῶν οἰκείων μὲν τῆς ἐπιστήμης ἀρχῶν κατά τι δὲ παραλογιζομένους, οἷά εἰσι τὰ τοῦ Εὐκλείδου [ ψευδογραφή- [*](f. 26r) μάτα.