In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσιν.
Εἰπὼν ὅτι παρ’ ὅσα εἰσὶν οἱ φαινόμενοι συλλογισμοί, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, δείκνυσιν ὅτι καὶ οἱ ψευδεῖς παρὰ τοσούτους γίνονται τρόπους παρ’ ὅσους οἱ φαινόμενοι καὶ οἱ σοφιστικοί. εἰ γὰρ ψευδὴς συλλογισμὸς ὁ παρὰ τὸν ἀληθινὸν συλλογισμόν ἐστι, δῆλον ὅτι ὅσα μόριά εἰσι τοῦ ἀληθινοῦ συλλογισμοῦ, παρὰ τοσαῦτα ἔσονται οἱ ψευδεῖς· τοῦ δὲ ἀληθινοῦ συλλογισμοῦ μόριά εἰσι τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος εἶναι καὶ πρὸς τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ ὅσα πολλάκις εἴρηται· ψευδὴς ἄρα ἔσται, ὅταν μὴ πρὸς τὸ αὐτὸ μηδὲ κατὰ τὸ αὐτὸ καὶ τὰ ὅμοια γίνηται. εἰπὼν δὲ ὅτι ὁ φαινόμενος παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ | γίνεται (ἐλλείψαντος γάρ τινος μορίου τῶν τοῦ [*](f.25r) ἀληθινοῦ συλλογισμοῦ σοφιστικὸς φανείη ἄν ἔλεγχος), συνίστησι τοῦτο διὰ τῆς ἐπαγωγῆς λέγων οἷον ὁ παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ὁ εἰς τὸ ἀδύνατον. τόδε λεγόμενόν ἐστι δυνάμει τοιοῦτον· ἐπεὶ συλλογισμός ἐστι λόγος συνάγων ἕτερόν τι τῶν κειμένων ἐκ τῶν κειμένων, ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τοῦ συνηγμένου ἀδυνάτου λαβὼν δῆλον ὅτι παρὰ τὸ μόριον τοῦ συλλογισμοῦ τὸ ψεῦδος συνήγαγεν. ἔστι δὲ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· ὁ εἰς τὸ ἀδύνατον δοκῶν ἄγειν τὸν λόγον γίνεται παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ἤτοι παρὰ τὸ τὸ μὴ αἴτιον ὡς αἴτιον λαβεῖν. ὁμοίως δὲ καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὸν ὁρισμὸν τῆς προτάσεως τὸ ψεῦδος συνάγει. καὶ ὁ ἀπὸ τοῦ συμβεβηκότος ψεῦδός τι συλλογιζόμενος παρὰ τὸ μόριον τοῦ ἀληθινοῦ συλλογισμοῦ τοῦτο συλλογίζεται· ἐκ τῶν καθ’ αὑτὰ γὰρ ὑπαρχόντων ὁ ἀληθὴς συλλογισμὸς ἀλλ’ οὐκ ἀπὸ συμβεβηκότων. ἀλλὰ μὴν καὶ ὁ παρὰ τὸ ἑπόμενον, ὅστις μόριόν ἐστι τοῦ παρὰ τὸ συμβεβηκός, ὡς δέδεικται, διὰ τὴν ἀυτὴν αιτιαν γίνεται.
Ἕτι τὸ μὴ ἐπὶ τοῦ πράγματος.
Καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τρόπος σοφιστικός· τοῦτον γὰρ δηλοῖ λέγων τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαῖνον, [*](5 ἐστὶν I pr. 9 συλλογισμὸν AI: συλλογισμὸς a 11 τὸ ex τοῦ, ut videtur, corr. I 12 εἶναι om. Α 13 ἄρα ἔσται AI: inv. ord. a 14 γίνηται AI: γένηται a ὅτι om. a1 16 συλλογισμοῦ a: συλλογισμῶν I 18 ante ὁ add. καὶ a post ἐπεὶ add. γὰρ Α 20 ἀδύνατον λαβεῖν a1 23 ἤτοι AI: ἢ a τὸ τὸ μὴ scripsi: τὸ μὴ τὸ I: τὸ μὴ aA 27 αὐτὰ I: αὐτὸ a γὰρ I: om. a 29 δέδεικται] cf. p. 69, 20 33 συμβαῖνον a2I: συμβαίνειν a1 Arist.)