De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Καὶ τοιαῦτα μὲν τὰ περὶ τῆς τύχης ὑπ’ αὐτῶν λεγόμενα καὶ οὕτως [*](ΙΧ) τοῖς κειμένοις συνᾴδοντα· ὅτι δὲ καὶ τὸ ἐνδεχόμενόν τε καὶ τὸ ὁπότερ’ [*](1 τὸ om. a2 2 ἢ add. V2 4 τῷ m1 corr. ex ταῦ V 6 αὐτοῖσ sic V 7 αὐτοὺς V οὐδεὶς γοῦν Va¹: οὐ δεῖ γὰρ a2 8 λέγει Va¹: λέγειν a2 οὐδ’ om. a2 9 ζητεῖ B2: ζητεῖν Va¹0: μὴ ζητεῖν a2 οὐκέτι a¹¹ 12 ἀπ᾿ 0 κυριωτέρως coni. 0 13 ἂν a2Ο: ν sic V: ὦν a1 14 μὲν om. a2 τοῦτο a1 16 τοῦ δὲ] τοῦδε a2: τοῦτο δὲ a¹ 18 προηγουμένως a2 τὰ add. a2 20 ἄδηλα κτλ.—λέγουσιν αὐτά (25)] cf. Εus. pr. ev. VΙ, 9. 271b—271c καὶ ἄδηλα δέ ἐστί τινα Eusebius ἐκεῖνα a2 ἐκείνων μᾶλλον om. Eusebius 22 ὁποῖα περίαπτά Eusebius coni. O: οἷα περίαπτα a2: ὅμοια π|  απτά sic V: ὅμοια περὶ ἁπτά H: ὅμοια περίαπτά a1 τέ τινα] τινα ποιεῖν Eusebius προείληπται Eusebii vulg. 23 ἔτι δὲ V Eusebius a1: ἔτι τε a2: ὅτι τε E τοιαῦταί τινες Eusebius 24 μαγγανείαι] μαντεῖαι Eusebii p. l. 25 τύχης om. a2 τούτων τι Cas. (sed ante ἀπὸ Cas.) Lond. 0: τούτων Va¹²: οὐδὲν τούτων B² 26 ποιεῖ om. a2 (ποιεῖν ἃ ποιεῖ CaS.) 27 οὐ om. a2 29 περὶ a2: ἐπὶ Va¹ 30 τε om. a2)

175
ἔτυχεν γίνεσθαί τινα ὑπὸ τῶν πάντα ἐξ ἀνάγκης γίνεσθαι λεγόντων ἀναιρεῖται, αὐτόθεν πρόδηλον, εἴ γε ταῦτα μὲν κυρίως ἐνδεχομένως γίνεσθαι λέγεται, ἐφ’ ὧν καὶ τὸ ἐνδέχεσθαι μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ ὁπότερ’ ἔτυχεν λεγόμενον ποιεῖ γνώριμον, τὰ δ’ ἐξ ἀνάγκης γινόμενα οὐκ ἐνδέχεται μὴ γενέσθαι. λέγω δὲ τὸ ἀναγκαῖον οὐκ ἐπὶ τοῦ βίᾳ γινομένου μηδὲ κατὰ τούτου τις εὐθυνέτω τοὔνομα, ἀλλ’ ἐπὶ τῶν φύσει γινομένων ὑπό τινων, ὧν τὰ ἀντικείμενα ἀδύνατον ἂν εἴη γίνεσθαι. καίτοι πῶς οὐκ ἄτοπα καὶ παρὰ τὰ ἐναργῆ καὶ μέχρι τούτων τὴν ἀνάγκην προεληλυθέναι λέγειν, ὡς μήτε κινηθῆναί τινα δύνασθαι κίνησίν τινα μήτε κινῆσαί τι τῶν αὑτοῦ μερῶν, ἣν κίνησιν καὶ μὴ κινεῖσθαι τότε οἷόν τε ἦν, ἀλλὰ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν δακτύλου τινὸς ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα ἢ τι τῶν τοιούτων προηγουμέναις τισὶν αἰτίαις ἑπόμενον ἄλλως ὑφ’ ἡμῶν μὴ δύνασθαι γίνεσθαί ποτε, καὶ ταῦτα ὁρῶντας ἐν τοῖς οὖσίν τε καὶ γινομένοις πολλὴν οὖσαν διαφορὰν τῶν πραγμάτων, ἐξ ἧς ῥᾴδιον ἦν μαθεῖν ὅτι μὴ πάντα ἐνδέδεται ταῖς τοιαύταις αἰτίαις; ὁρῶμεν γοῦν τῶν ὄντων τὰ μέν τινα οὐδεμίαν ἔχοντα δύναμιν τῆς εἰς τὸ ἀντικείμενον τοῦ ἐν ἐστι μεταβολῆς, τὰ δ’ οὐδὲν μᾶλλον αὐτῶν ἐν τῷ ἀντικειμένῳ ἢ ἐν ᾧ ἐστιν εἶναι δυνάμενα. πῦρ μὲν γὰρ οὐχ οἷόν τε δέξασθαι ψυχρότητα, ἥτις ἐστὶν ἐναντία αὐτοῦ τῇ συμφύτῳ θερμότητι, ἀλλ’ οὐδὲ χιὼν δέξαιτ’ ἂν θερμότητα χιών μένουσα, ὕδωρ δὲ κἂν ᾖ ψυχρὸν οὐκ ἀδύνατον ἀποβαλὸν ταύτην δέξασθαι τὴν ἐναντίαν αὐτῇ θερμότητα· ὁμοίως δὲ καὶ τούτῳ δυνατὸν καὶ τὸν καθεζόμενον στῆναι καὶ τὸν κινούμενον ἠρεμῆσαι καὶ τὸν λαλοῦντα σιγῆσαι καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικήν, ὧν, εἰ τὰ ἐξ ἀνάγκης ὄντα ἐν θατέρῳ οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον, οὐκ ἐξ ἀνάγκης ἂν εἴη ἐν οἷς ἐστι τὰ καὶ τοῦ ἐναντίου αὐτοῖς δεκτικά. εἰ δὲ μὴ ἐξ ἀνάγκης, ἐνδεχομένως. τὰ δὲ ἐνδεχομένως ἔν τινι οὕτως ἐστὶν ἐν αὐτῷ ὡς οὐκ ἐξ ἀνάγκης ἀλλ’ ὡς ἐνδεχομένως ἐν αὐτῷ [*](3 ἐφ᾿  ὧν—δεκτικὴν (24)] cf. Eus. l. c. Vl, 9. 271c λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ᾿  ὧν κτλ. ἐνδέχεσθαι om. Eusebius γίνεσθαι Eusebii p. l. 4 τὰ δ᾿ — τινα μήτε (9)] οἷον τὸ Eusebius 4 γινόμενα om. a1 5 γίνεσθαι 0 δὴ a2 6 τῶν] τοῦ a2 6. 7 γινομένου a2 7 οὐκ ἀδύνατον B² ⟨ἂν⟩ εἴη scripsi: εἴη Lond. 0: ειη μη (sic i. e. ηει) V: εἴη μὴ a¹2: μὴ ESH γρ. γίνεσθαι V: γενέσθαι a12 8 fortasse ἄτοπον ἀνάγκης 0 10 αὑτοῦ V: αὐτοῦ a¹2: αὐτῷ Lond. τότε Va¹: ποτὲ a2: πότε Lond. ἣν— ἀλλὰ] καὶ Eusebius 11 τὴν (alt.) B² Cas. Lond. 0: τὸ Va¹²: τὴν τοῦ Eusebius τινος om. Eusebius 12 ἤ τι—τούτῳ δυνατὸν (22) om. Eusebius 13 ἄλλως Schwartz: ἀλλ’ ὡς libri 15 ἐνδέδοται a2: ἐνδέχεται a 16 γοῦν ὅτι a¹: γοῦν τὰ Lond. 18 ἢ V²a12: τῷ V¹: τι ES 19 αὐτοῦ om. 0 τῆς συμφύτου θερμότητος a2 20 δέξετ’ V1 (corr. V2) 21 ἀποβάλλον a20: ἀποβαλλὸν a1 22 pr. καὶ del. B2 τούτῳ] τῷ αὐτῷ Lond. 0: fortasse τοῦτο στῆσαι Eusebius (?) 24 ὧν εἰ τὰ] εἰ οὖν B² δεκτικήν, ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης. τὰ γὰρ ἐξ αὐτῆς οὐ δέχεται τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον Eusebius 27 τὰ Va¹: τὸ a τὰ—ἐνδεχομένως om. ES fortasse ⟨ὄντα⟩ ἕν τινι)
176
γεγονότα. τὸ δὲ ἐνδεχομένως γεγονὸς ἔν τινι καὶ μὴ γεγονέναι ἐν αὐτῷ οἷόν τε ἦν. ἔστι μὲν γὰρ ἕκαστον καὶ τούτων ἐν ᾧ ἂν τυγχάνει, διότι ἦν ἐν θατέρῳ αὐτῷ ἀντικειμένῳ εἶναι, ἐν ὧ δ’ ἐστὶ νῦν, οὐκ ἐξ ἀνάγκης ἀπλῶς ἐστιν ἐν τούτῳ διὰ τὴν πρὸς τὰ ἀντικείμενα δύναμιν. ἀλλὰ μὴν τὰ οὕτως ὄντα ἔν τισιν οὐ δι’ αἰτίας τινὰς προκαταβεβλημένας τε ἐξ ἀνάγκης εἰς ταῦτα ἀγούσας ἐστὶν ἐν αὐτοῖς. ὥστ’ εἰ πάντα τὰ ὁμοίως τῶν ἀντικειμένων ὄντα δεκτικὰ ἐνδεχομένως τέ ἐστιν ἐν οἷς ἐστιν καὶ οὐκ ἔστιν ἐν οἷς οὐκ ἔστι, μυρία ἂν εἴη τὰ ἐνδεχομένως ὄντα τε καὶ γινόμενα. ἄτοπον γὰρ ὁμοίως ἐξ ἀνάγκης εἶναι λέγειν ἔν τινι τά τε ἀνεπίδεκτα τῶν ἐναντίων τούτοις ἐν οἷς ἐστι καὶ τὰ μηδὲν μᾶλλον καθ’ ὁντινοῦν χρόνον τούτων ἢ τῶν ἐναντίων αὐτοῖς δεκτικά. εἰ γὰρ τὰ ἐξ ἀνάγκης ὄντα ἔν τινι ἀνεπίδεκτα τοῦ ἐναντίου αὐτῷ, τὰ ἐπιδεκτικὰ τοῦ ἐναντίου οὐκ ἐξ ἀνάγκης ἂν ἐν ᾧ ἐστιν εἴη.