De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Λέγεται δὴ πρὸς ἁπάντων ἀνθρώπων κοιναῖς τε καὶ φυσικαῖς ἐννοίαις [*](VΙΙΙ) ἐμμενόντων ταῦτα ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίνεσθαι, ἃ αἰτίαις ἄλλων τινῶν ποιητικαῖς προηγουμέναις ἐπιγίνεται. ὅταν γὰρ ἄλλου τινὸς χάριν γινομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ, ὃ τὴν ἀρχὴν μηδὲ ἠλπίζετο, τοῦτ’ ἀπὸ τύχης λέγεται γεγονέναι καθ’ αὑτὸ μὲν γεγονὸς ἀναιτίως, κατὰ συμβεβηκὸς δ’ ἐσχηκὸς αἴτιον τὸ γενόμενον ἐπ’ ἄλλου γενέσει τινός. καὶ ὅτι τοιοῦτόν τι λέγουσιν πάντες τὸ γινόμενον ἀπὸ τύχης δῆλον ἐξ ὧν ὑποβάλλουσιν σημαινομένων οἷς ἀπὸ τύχης φασὶν γίνεσθαι. θησαυρόν τε γάρ φασιν ἀπὸ τύχης εὑρηκέναι τινά, κἂν ἄλλου χάριν ὀρύσσων τίς τινος, ἀλλ’ οὐ τοῦ θησαυρὸν εὑρεῖν θησαυρῷ περιπέσῃ (ὁ μὲν γὰρ τούτου χάριν ὀρύσσων οὐκ ἀπὸ τύχης· οὗ γὰρ χάριν ὤρυσσεν, τοῦτο ἀπήντησεν αὐτῷ, δὲ μηδὲν τῆς εὑρέσεως τοῦ θησαυροῦ ἔμελε, ποιοῦντι δὲ ἄλλου τινὸς χάριν ἡ εὕρεσις ἀπήντησεν ὡς τέλος ἐκείνου, τοῦτον ἀπὸ τύχης τὸν θησαυρὸν εὑρηκέναι πάντες λέγουσιν), ἀλλὰ καὶ τὸ ἀργύριον [*](1 αὐτοῖς δόξῃ del. Diels ἀναφέροντας in mg. μεταφέροντας H 3 τι om. a1 4 γίνοιτο 0 5 μὲν om. a2 9 σώζει Lond.: σώζειν sic V: σώζειν a12 αὐτὰ (supra τὰ m2 scripsit η ut videtur) V: αὐτά ἐστι a¹² 10 ταῦτα om. 0 11 ἄλλασ τινασ V1 (corr. V2) 13 σώζεται V²a12: σώζεσθαι V1 ἂν V²a1 0: om. V¹a² ανελών sic V 14 θοῖτο B² ἀλλ’] ἀλλ’ ἂν V²a1 14.15 αὐτὰ δεῖξαι] ἂν ἀποδείξῃ Schwartz bene 15 δυνάμενα a2: δυνάμενασ sic V¹: δυνηθῇ V2a,1O κατηγορεῖσθαι V²,a1²: κατηγορεῖται V1 19 προηγουμέναις V2a1O: προηγουμένως V¹a2, epectas προηγουμένως ποιητικαῖς ὅταν—περιπεσεῖν (173,10)] Eus. prsaep. ev. VI, 271a—271b τὰ δὲ ἀπὸ τύχης τοιαῦτα, ὅταν κ.τ.λ. 20 γινομένου V1 (corr. v. c): γενομένῳ Eusebius δέ τι ὅπερ Eusebius 21 οὐδὲ Eusebius τοῦτ’—γίνεσθαι (24. 25) om. Eusebius 24 σημαινομένου a2 25 φησιν Eusebius τινας a2 ἂν V²a1: κἂν V¹a²: ὅταν Eusebius 26 τινος om. a1 τίς τινος om. Eusebius οὐ] μὴ Eusebius 27 ὁ μὲν— ἀλλὰ (30) om. Eusebius ὥρισσε a1 28 ἔμελε V²0: ἔμελλε a12: πάλιν V1)

173
ριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθών ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον αὑτῷ λάβῃ. τῷ γὰρ ⟨τοῦ⟩ προελθεῖν εἰς τὴν ἀγορὰν ἄλλο τι προηγούμενον τέλος ἔχοντι τὸ τὸ προοφειλόμενον λαβεῖν ἀπήντησεν ὡς τέλος κατὰ συμβεβηκὸς αὐτῷ γενόμενον· τὸ μὲν ποιητικὸν αἴτιον τὸ δὲ τούτου τέλος· οὐ γὰρ ἀπὸ τύχης ἔτι λέγεταί τις τὸ ὀφειλόμενον εἰληφέναι, εἰ τούτου χάριν εἰς τὴν ἀγορὰν προῆλθεν, ὅτι τὸ προκείμενον αὐτῷ τέλος ἡ πρόοδος ἔσχεν. καὶ ὁ ἵππος δὲ αὐτομάτως τισὶν λέγεται σεσῶσθαι, ὅταν τροφῆς μὲν ἐλπίδι ἢ ἄλλου τινὸς χάριν ἀποφύγῃ τοὺς κατέχοντας αὐτόν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν. καὶ τί δεῖ ὑμῖν πλείω παραδείγματα κατατίθεσθαι ἢ ἀκριβολογεῖσθαι περὶ τῶν προειρημένων; ἱκανὸν γὰρ ὡς πρὸς τὰ προκείμενα τὸ δεῖξαι ἐφ’ ὧν σημαινομένων τὰ ὀνόματα κατηγορεῖται τὰ εἰρημένα. ὄντων δὴ τῶν ἀπὸ τύχης τε καὶ αὐτομάτως γινομένων τοιούτων, ὡς μὴ γίνεσθαι κατὰ προηγουμένην αἰτίαν (τῶν γὰρ σπανίως ἐπὶ τοῖς πρὸ αὐτῶν γεγονόσιν ἀπαντώντων τό τε αὐτό. ματον καὶ ἡ τύχη), πῶς ἂν σώζοιτό τι τῶν προειρημένων καθ’ οὓς πάντα προηγησαμένοις τισὶν αἰτίοις καὶ προηγουμένοις ἐξ ἀνάγκης ἔστι τε τὰ ὄντα καὶ τὰ γινόμενα γίνεται ἑκάστου τῶν γινομένων αἴτιόν τι προκαταβεβλημένον ἔχοντος, οὖ ὄντος ἢ γεγονότος ἀνάγκη καὶ αὐτὸ ἢ εἶναι ἢ γενέσθαι, τὸ μηδὲν μὲν σώζοντας τῶν προειρημένων, κατ’ ἄλλου δέ τινος τὸ τῆς τύχης νομοθετήσαντας ὄνομα; τὸ γὰρ τῷ μὴ ἀναιρεῖσθαι ἐκεῖνο ὑπὸ τοῦ πάντα ἐξ ἀνάγκης γίνεσθαι τιθεμένου μηδὲ τὴν τύχην ἀναιρεῖσθαι λέγειν, σοφιζομένων ἐστὶν ὁμοίως αὐτούς τε καὶ τοὺς ἀκούοντας αὐτῶν· οὕτως μὲν γὰρ οὐδὲν κωλύσει λέγειν ταὐτὸν εἱμαρμένην τε εἶναι καὶ τύχην καὶ τοσοῦτον ἀποδεῖν τοῦ τὴν τύχην ἀναιρεῖν, ὡς καὶ πάντα τὰ γινόμενα γίνεσθαι λέγειν οὐκ ἀπὸ τύχης. ἀλλ’ οὐκ ἐπὶ τῷ τοὖνομα σώζειν τὸ τῆς τύχης εἶχον τὴν αἰτίαν, ἀλλ’ ἐπὶ τῷ ἀναιρεῖν τὸ οὕτως γίνεσθαί τινα, ὧν τὸ ἀπὸ τύχης [*](2 χρεωστῇ a2 3 αὐτῷ V αὑτῷ λάβῃ] λήψαιτο Eusebii vulg.: αὐτὸ λάβῃ Eusebii p. l. τοῦ addidi 4 τὸ τὸ a¹: το το (sic) add. v. c. V: τὸ a²0 προσοφειλόμενον a2: προφειλόμενον a1 5 αὐτῷ V¹a¹²: αὐτῶν v. c. V γινόμενον Lond. 0 τέλος] τ in lit. V: ⟨οὐ⟩ τέλος 0 τὸ—τέλος] aut multa exciderunt ante haec verba, aut interpretamentum sunt sequentis enuntiati 9 ἀπαντήσῃ a¹2 Eusebius: ἀπαντήσει V 10 τὸ] τῷ δὲ Eusebii p. l. περιπεσεῖν. ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ’ εἱμαρμένην Eusebius δεῖ a²: δεῖν Va1 11 παραδείγματι a1 15 τῶν a2: τῶν corr. m1 ut videtur in τὸν V: τὸν γρ. τῶν Η: τὸ a1 τοῖς v. c. Va12: τῶν V1 ἀπαντώντων τό τε a2: ἀπαντὼν, τό, τε m2?  corr. ex ἀπαντῶν το τε V: ἀπαντῶν τότε a1 τό γε Cas. 19 ἔχοντα a1 γίνεσθαι 0 20 τὸ delevi: τὸ V¹: τωι ut videtur v. c. infra vers. V: τῷ a1: τοὺς a2Ο 21 νομοθετήσαντος a1: νομοθετήσαντες 0 ⟨τὸ⟩ γὰρ τῷ scripsi: τῷ γὰρ v. c. Va¹²: τῷ V¹: τὸ γὰρ 0 ἐκεῖνα Lond. 0 22 τύχην καὶ Lond. 0 22. 23 σοφιζομένων] alt. ο in lit. V: σωφιζωμένων a1 23 αὑτοὺς αὐτοὺς V καὶ om. a2 24 κωλύσει V2a¹: κωλύσαντες (post υ lit. 1 litt. V¹a²:  κωλύσαντας Cas. 26 ἀπὸ V2a¹2: οὐκ ἀπὸ V1 ἀλλ᾿  (ἀλλὰ a2) οὐκ ἐπὶ τῷ B²α²: ἀλλ’ ἐπὶ V¹: ἀλλ’ οὐκ ἐπὶ τὸ V²: ἀλλ’ οὐκ ἐπὶ a¹B¹: ἀλλὰ ES 27 ἀλλ᾿   sic V τῷ] m1 corr. ex τῶν V)
174
τε καὶ τὸ αὐτόματον γίνεσθαι κατηγορεῖται. τί γὰρ ἄλλο ποιοῦσιν οἱ τὴν τύχην καὶ τὸ αὐτόματον ὁριζόμενοι αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ, ἢ τύχης τι σημαινόμενον ἴδιον εἰσάγουσίν τε καὶ νομοθετοῦσιν; τὸ γὰρ εἰς τὴν τούτου σύστασιν χρήσασθαι τῷ λέγειν τινὰς αὐτομάτως νοσεῖν, ὅταν ἄδηλος ᾖ αὐτοῖς ἡ αἰτία τῆς νόσου, ψεῦδος. οὐ γὰρ ὡς οὔσης μέν τινος αἰτίας, ἀδήλου δὲ αὐτοῖς οὕτω λέγουσιν, ἀλλ’ ἐφ’ ὧν ἀναιτίως γεγονέναι πείθουσιν αὑτούς, ἐπὶ τούτων τὸ αὐτόματον κατηγοροῦσιν· οὐδεὶς γοῦν, ἐφ’ οὗ ζητοῦσιν τὴν αἰτίαν ὡς οὔσης, αὐτομάτως αὐτὸ γεγονέναι λέγει, ἀλλ’ οὐδ’ ὃ πέπεισταί τις αὐτομάτως γεγονέναι τούτου ζητεῖ τὴν αἰτίαν. διὸ οὐκέθ’ οἱ ἰατροὶ περὶ τούτων οὕτω λέγουσιν, κἂν τυγχάνωσιν αὐτῶν ἔτι τὰς αἰτίας ἀγνοοῦντες. οὐ γὰρ ἐφ’ ὧν προειρήκαμεν ὡς ἐπὶ πάντων ἀπὸ τύχης γίνεσθαι λεγομένων, ἀλλ’ ἐπ’ ἄλλων τινῶν κυριώτερος ὁ τοιοῦτος λόγος τῆς τύχης ἂν κατηγοροῖτο, περὶ ὧν οὐδεὶς ὡς ἀπὸ τύχης γινομένων εἶπέν ποτε. τῆς μὲν γὰρ εὑρέσεως τοῦ θησαυροῦ καὶ τοῦ τὸ ὀφειλόμενον λαβεῖν οὐκ ἄδηλα ἀνθρωπίνῳ λογισμῷ τὰ αἴτια, ἀλλὰ φανερὰ καὶ πρόδηλα. τῆς μὲν γὰρ εὑρέσεως τὸ ὀρύξαι, τοῦ δὲ τὸ ὀφειλόμενον λαβεῖν τὸ εἰς τὴν ἀγορὰν προελθεῖν. οὔτε γὰρ ἂν ἐκεῖνος μὴ ὀρύσσων εὗρεν οὔτε οὗτος μὴ προελθὼν τὸ ὀφειλόμενον ἔλαβεν, ἀλλ’ ὅτι μὴ προηγούμενα τούτων αἴτια τὰ προειρημένα, ἀλλὰ ἄλλου τινὸς χάριν ἐγίνετο, διὰ τοῦτο ἀπὸ τύχης γίνεσθαι προείληπται. ἄδηλα δὲ τὰ αἴτια ἀνθρωπίνῳ λογισμῷ ἐκείνων μᾶλλον ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται ἀγνοουμένης τῆς αἰτίας δι’ ἣν γίνεται, ὁποῖα περίαπτά τέ τινα προσείληπται οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα, ἔτι δὲ ἐπαοιδαὶ καί τινες τοιαῦται μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία, διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά. οὐδεὶς δὲ ἀπὸ τύχης τούτων ⟨τι⟩ ποιεῖν λέγει, ὅτι πεπίστευται κατά τινα ὡρισμένην αἰτίαν ἃ ποιεῖ ποιεῖν, ὡς τῶν ἀπὸ τύχης οὐ διὰ τὸ τῆς αἰτίας ἄδηλον οὕτως γίνεσθαι λεγομένων, ἀλλὰ διὰ τὸ ἀναίτιον τῆς προηγουμένης τε καὶ κυρίως αἰτίας.