De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Τὰ δὲ λέγειν μὴ ἀναιρεῖσθαι πάντων γινομένων καθ’ εἱμαρμένην τὸ [*](Χ) δυνατόν τε καὶ ἐνδεχόμενον τῷ δυνατὸν μὲν εἶναι γενέσθαι τοῦτο ὃ ὑπ’ οὐδενὸς κωλύεται γενέσθαι, κἂν μὴ γένηται (τῶν δὲ καθ’ εἱμαρμένην γινομένων οὐ κεκωλῦσθαι τὰ ἀντικείμενα γενέσθαι· διὸ καίτοι μὴ γινόμενα ὅμως ἐστὶ δυνατά), καὶ τοῦ μὴ κεκωλῦσθαι γενέσθαι αὐτὰ ἀπόδειξιν φέρειν τὸ ἡμῖν τὰ κωλύοντα αὐτὰ ἂν ἄγνωστα εἶναι πάντως μέν τινα ὄντα (ἃ γάρ ἐστιν αἴτια τοῦ γίνεσθαι τὰ ἀντικείμενα αὐτοῖς καθ’ εἱμαρμένην, ταῦτα καὶ τοῦ μὴ γίνεσθαι τούτοις αἴτια, εἴ γε ὥς φασιν ἀδύνατον τῶν αὐτῶν περιεστώτων γίνεσθαι τὰ ἀντικείμενα· ἀλλ’ ὅτι μὴ ἡμῖν ἐστι γνώριμά τινα ἅ ἐστι, διὰ τοῦτο ἀκώλυτον αὐτῶν τὸ μὴ γίνεσθαι λέγουσιν), τὸ δὴ ταῦτα λέγειν πῶς οὐ παιζόντων ἐστὶν ἐν οὐ παιδιᾶς λόγοις δεομένοις; τὸ γὰρ ἡμᾶς ἀγνοεῖν, οὐδὲν πρὸς τὸ εἶναι ἢ μὴ εἶναι τὰ πράγματα· δῆλοι γάρ εἰσιν οἱ λέγοντες οὕτως ὡς τῇ ἡμετέρᾳ γνωρίσει τὸ δυνατὸν ἔσται κατ’ αὐτούς. τοῖς γὰρ γνωρίζειν αὐτῶν τὰ αἴτια δυναμένοις (οὗτοι δ’ ἂν εἶεν [*](1 γεγονός. τὸ Lond. O: γεγονώς. τὸ E2K δὲ om. a1 3 ἦν ἐν θατέρῳ HS: ην ενθ’ ατερωι sic V: ην ἐν θατέρω sic Β: ἦν ἔν |θατέρῳ Ε: ἦν ἐνδεχόμενον ἐν θατέρῳ a¹² αὑτῷ scripsi: αὐτῶν libri ἀντικειμένῳ scripsi: ἀντικειμένων V: καὶ τῶν ἀντικειμένων a²: καὶ τὸ ἀντικείμενον a1 5 τε del. V²: om. a¹² 6 ἐστιν ἐν αὐτοῖς V: ἐν αὐτοῖς ἐνδεχόμενόν ἐστιν a¹²: ἐν αὐτοῖς B: ἐν αὐτοῖς ἐστιν O τὰ om. 0 7 τῶν ἀντικειμένων ὄντα V²a¹: τοῖς ἀντικειμένοις ων sic V¹: τοῖς ἀντικειμένοις ὧν a² τέ ἐστιν ἐν οἷς ἐστιν V²,¹²: ἐν οἷς ἐστιν V¹: ἐν οἷς τέ ἐστιν ESK 9 τε καὶ 0 10.11 ὅντινα οὖν a2 11 ἐναντίων] τ in lit. V εἰ γὰρ—ἐπιδεκτικὰ τοῦ ἐναντίου (12)] μὴ τοῦ ἐναντίου a2: τοῦ ἐναντίου ES 14 cf. quae disputavi de sequentibus in Mus. Rhen. XLIV, 613 sq. μὴ (μ add. v. c. V, corr. ex ἢ Ε, ἢ S)] εἰ γὰρ τὰ ἐξ ἀνάγκης ὄντα ἔν τινι ἀνεπίδεκτα τοῦ ἐναντίου αὐτῷ τὰ ἐπιδεκτικὰ a2 16 κἂν] ἂν a¹² δὲ v. c. Va¹: om. a2 16.17 γενομένων 0 17 κεκωλῦσθαι Usener: κεκώλυται litbri 18 φέρει HO 19 αὐτὰ V²a¹²: αὐτὰ ἂν V1 20 γενέσθαι a1 21 γενέσθαι a¹² τούτοις] οὔτοι Gercke εἴ γε a¹2: ουει γε sic V: οὗ εἴ γε ES 23 ἅ om. av μὴ sic V: μὴ a¹2 24 τοιαῦτα 0 παιδείας a2 26 ὡς s. v. V γνωρίσει V2a¹²: γνωρίζει V¹: γνωρίζειν S 27 δυναμένοις] δ in lit. V)

177
οἱ μάντεις) οὐκ ἔσται δυνατὰ ὄντα δυνατοῖς εἰδόσιν μὲν αὐτὰ κεκωλυκέναι ἀγνοοῦσιν δὲ ὑφ’ ἡμῶν κωλύοντες. σώζοντες δὲ τὴν τοῦ δυνατοῦ φύσιν οὕτως ὡς εἰρήκαμεν διὰ τοῦτό φασιν μηδὲ τὰ γιγνόμενα καθ’ εἱμαρμένην καίτοι ἀπαραβάτως γινόμενα ἐξ ἀνάγκης γίνεσθαι, ὅτι ἐστὶν αὐτοῖς δυνατὸν γενέσθαι καὶ τὸ ἀντικείμενον, δυνατὸν οὕτως ὡς προείρηται. ἀλλὰ ταῦτα μὲν παιζόντων ὥσπερ εἶπόν ἐστιν, ἀλλ’ οὐ παρισταμένων δόγματι. ὅμοιον δὲ τούτῳ καὶ τὸ λέγειν, τὸ ἀξίωμα τὸ ἔσται αὔριον ναυμαχία’ ἀληθὲς μὲν εἶναι δύνασθαι, οὐ μέντοι καὶ ἀναγκαῖον. ἀναγκαῖον μὲν γὰρ τὸ ἀεὶ ἀληθές, τοῦτο δὲ οὐκέτ’ ἀληθὲς μένει, ἐπειδὰν ἡ ναυμαχία γένηται. εἰ δὲ μὴ τοῦτο ἀναγκαῖον, οὐδὲ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τὸ ἐξ ἀνάγκης ἔσεσθαι ναυμαχίαν. εἰ δὲ ἔσται μὲν οὐκ ἐξ ἀνάγκης ἀληθές, ἀληθοῦς ὄντος τοῦ ἔσεσθαι ναυμαχίαν, οὐκ ἐξ ἀνάγκης δέ, ἐνδεχομένως δηλονότι. εἰ δὲ ἐνδεχομένως, οὐκ ἀναιρεῖται τὸ ἐνδεχομένως τινὰ γενέσθαι ὑπὸ τοῦ πάντα γίνεσθαι καθ᾿  εἱμαρμένην. πάλιν γὰρ καὶ τοῦτο ὅμοιον τῷ προειρημένῳ· ὁμοῦ γὰρ παιζόντων ὁμοῦ δὲ ἀγνοούντων περὶ ὧν λέγουσιν. οὔτε γὰρ πᾶν τὸ ἐξ ἀνάγκης γιγνόμενον ἀναγκαῖον, εἴ γε τὸ μὲν ἀναγκαῖον ἀίδιον, τὸ δὲ ἐξ ἀνάγκης γινόμενον ὑπ’ αὐτοῦ τοῦ γίνεσθαι τοιοῦτον εἶναι κεκώλυται, οὔτε τὸ ἀξίωμα τὸ τοῦτο λέγον ἀναγκαῖον, εἴ γε μὴ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τοιοῦτον. οὐ γὰρ πᾶν ἀξίωμα, ἐν τὸ ἀναγκαῖον περιέχεται, ἀναγκαῖον ἤδη εἴ γε μήν· οὐ γὰρ ταύτῃ τὸ ἀναγκαῖον ἀξίωμα κρίνεται, ἀλλὰ τῷ μὴ μεταπίπτειν δύνασθαι εἰς ψεῦδος ἐξ ἀληθοῦς. εἰ τοίνυν μὴ ἀναγκαῖον, οὐδὲν κεκώλυται ἀληθὲς εἶναι ὡς τὸ ἔσται αὔριον ναυμαχία’· εἰ γὰρ ὡς ἀναγκαῖον λεγόμενον διὰ τὴν τοῦ ἀναγκαίου προσθήκην οὐκ ἀληθές, εἰ μὴ λέγοιτο ἀναγκαῖον τῇ τοῦ ἐξ ἀνάγκης προσθέσει, ἀληθὲς ἂν μένοι ὁμοίως τῷ χωρὶς τῆσδε τῆς προσθήκης λεγομένῳ. ἀλλ’ εἰ τότ’ ἀληθές, ἀληθὲς ἔσται, ἐνστάσης τῆς αὔριον, ἀξίωμα τὸ ἐξ ἀνάγκης γεγονέναι ναυμαχίαν. εἰ δὲ ἐξ ἀνάγκης, οὐκ ἐνδεχομένως. καὶ γὰρ εἰ ἀληθές ἐστι τὸ αὔριον ἔσται ναυμαχία’, ἀεὶ γενέσθαι ναυμαχίαν καθ’ εἱμαρμένην ἔσται, εἴ γε [*](1 εἰδόσιν V: εἰσι a2: εἴδοσι a1 κεχωλυκέναι a¹ 1. 2 ὄντα — κωλύοντες] αὐτὰ τοῖς εἰδόσι δυνάμενα αὐτὰ (αὐτὰ om. Ο) κεκωλυκέναι, ἀγνοοῦσι δὲ ἡμῖν τὰ κωλύοντα δυνατὰ ἔσται Lond. 0 4 ἐν αὐτοῖς K 5 ἀντικειμενον V δυνατοῦ (alt.) Lond. 0 ὡς] λεγομένου ὡς Lond. 0 6 τοῦτο 0 μὲν] μὴ a1 7 λέγ. καὶ τὸ ἀξ a2 9 μένει Usenerus: μὲν libri ἐπειδὰν ἡ Va1 Lond.: ἐπειδὰν δὲ ἡ a2: εἰ μὴ ἐπειδὰν B²: ἐπειδὰν μὴ ἡ Usenerus sed cf. l. c. p. γένηται ἀληθές a² 10 ἀνάγκης] εἱμαρμένης Ηeine 11 ἔσεται a2 13 ἐνδεχομενον ωσ i. e. ἐνδεχομένως (alt.) V: ἐνδεχόμενον ὡς a¹2 (ἐνδεχόμενον ὥστε γενέσθαι Β2) 14 πάντα λέγοντος γίνεσθαι Lond. 0 πάλιν] εἰ πάντα Η γρ. ES ⟨ὅμοιον τῷ προειρημένῳ⟩· ὁμοῦ scripsi 15 γὰρ παιζόντων V: μὲν γὰρ παιζόντων B: παιζόντων ἐστὶ a¹2 16 γενόμενον 0 17 γίνεσθαι] σθαι in lit. V 18 μὴ τὸ Lond. 0: τό μὴ Va¹: τὸ a2: del. B²; cf. l. c. 614 sq. 19 μὴ τοιοῦτον B2 20 εἴ γε μὴν Va¹: om. a2: εἴ γε μὴ B2: fortasse δεῖ λέγειν οὐ γὰρ del. B² ἀναγκαῖον om. a2 22 ὡς delevi 23 λεγόμενον scripsi: γινόμενον libri 24 λέγοιτο scripsi: γίνοιτο (γένοιτο KES) libri 25 τότ’ scripsi: τοῦτ’ libri 26 ἐνστάσει a² γεγόνεναι V 27 δὲ] γὰρ O)
178
πάντα τὰ γινόμενα καθ’ εἱμαρμένην. ἀλλ’ εἰ καθ’ εἱμαρμένην, ἀπαραβάτως, εἰ δ’⟩ ἀπαραβάτως, οὐκ ἐνδέχεται μὴ γενέσθαι, ὃ δὲ οὐκ ἐνδέχεται μὴ γενέσθαι, τοῦτο ἀδύνατον μὴ γενέσθαι, ὃ δὲ ἀδύνατον μὴ γενέσθαι, πῶς οἷόν τε τοῦτο λέγειν ἐνδέχεσθαι καὶ μὴ γενέσθαι; τὸ γὰρ ἀδύνατον μὴ γενέσθαι ἀναγκαῖον γενέσθαι. πάντα ἄρα τὰ καθ’ εἱμαρμένην γινόμενα ἐξ ἀνάγκης ἔσται κατ’ αὐτούς, ἀλλ’ οὐχὶ καὶ ἐνδεχομένως, ὡς παίζοντες λέγουσιν.