ἔνεστι δ’ ὁρᾶν, [*](XΙV) εἰ ταῦτα λέγοντες σώζουσιν τὰς κοινὰς περὶ τοῦ ἐφ’ ἡμῖν πάντων ἀνθρώπων προλήψεις. οἱ γὰρ ἀπαιτοῦντες αὐτούς, πῶς οἷόν τε πάντων ὄντων καθ’ εἱμαρμένην τὸ ἐφ’ ἡμῖν σώζεσθαι, οὐκ ὄνομα μόνον τοῦ ἐφ’ ἡμῖν τιθέντες τοῦτ’ ἀπαιτοῦσιν, ἀλλὰ καὶ σημαινόμενον ἐκεῖνο τὸ αὐτεξούσιον. διὰ γὰρ τὸ τοιοῦτον εἶναι τὸ ἐφ’ ἡμῖν πεπιστεῦσθαι εὐθύνουσιν τοὺς ἐξ ἀνάγκης πάντα γίνεσθαι λέγοντας. οἱ δὲ δέον αὐτόθεν μὴ σώζεσθαι λέγειν καὶ τοῦ μὴ σώζεσθαι ζητεῖν τε καὶ παρέχεσθαι τὰς αἰτίας, ἐπεὶ τοῦτο ἑώρων παντάπασιν ἄδοξόν τε ὂν καὶ πολλὰ τῶν καὶ αὐτοῖς τοῦ ἐφ’ ἡμῖν πᾶσάν τε ταὐτὸ δεικνὺς συνοδεῦον τῷ τῆς εἱμαρμένης λόγῳ, ⟨τῷ⟩ διὰ τῆς ὁμωνυμίας παρακρούεσθαι τοὺς ἀκούοντας ἡγοῦνται φεύγειν τὰ ἄτοπα, ὅσα ἕπεται τοῖς μηδὲν ἐφ’ ἡμῖν εἶναι λέγουσιν. ταῦτα δὲ λέγοντας αὐτοὺς πρῶτον μὲν ἂν ἀπαιτήσαι τις εὐλόγως, τί δή ποτε ἄλλου δι’ ἄλλων [*](2 δυνάμενον a12: δυναμενων sic V¹: δυναμένων B1 ES: δυναμένου B² κινῆσθαι a1 μὴ om. a1 5 δὲ om. 0: δὴ ES 7 τὴν add. B² ὑπὸ] διὰ 0 10 πυρός, ⟨τῶν δὲ δι’ ὕδατος⟩ coni. 0 13 ἀναγκαῖον] γ in lit. V 14 γινομένοις Schwartz 16 ὁρμησ V συγκαταθέσεως a¹2: νυνθέσεωσ sic V: συνθέσεως HBES 18 lacunam indicavi 21 περὶ B²: ἐπὶ libri 26 λέγοντες ES Lond. ⟨ὅτε⟩ δέον Lond. 0 αὐτόθεν] αὐτοῖς Lond. 28 καὶ αὐτοῖς] παρ’ αὐτοὺς λεγόμενα (λεγομένων O) περὶ Lond. 0 τοῦ] περὶ τοῦ B²: τῶ ES 29 post ἡμῖν B2 add. δοκούντων ἀναιρετικόν πᾶσαν] ὡς ἂν Lond. πᾶσαν— συνοδεῦον] μὴ συνοδεύοντα coni. 0 δεικνύναι Lond. λόγῳ, πειρώμενοί τε B² τῷ add. Schwartz 30 φεύγειν ⟨τε⟩ Lond. 0 31 λέγοντασ] τασ in lit. V 32 ἄλλου] ἄλλως v. c. V)
183
γινομένων ὑπὸ τῆς εἱμαρμένης, καὶ διὰ τῆς οἰκείας φύσεως τῶν ὄντων ἑκάστου τῆς εἱμαρμένης ἐνεργούσης, ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὸ ἐπ’ αὐτοῖς εἶναι κατηγοροῦσιν, ἐπὶ δὲ τῶν ζῴων μόνον. δι’ ἃ γὰρ λέγουσιν ἐπὶ τῶν ζῴων τὰ διὰ τοῦ ζῴου γινόμενα, ταῦτ’ ἔνεστι καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου λέγειν. ἐπεὶ γὰρ οὐκ ἄλλως γένοιτο τὰ διὰ τοῦ ζῴου γινόμενα, μὴ ὁρμήσαντος τοῦ ζῴου, ἀλλὰ διὰ τὸ συγκατατίθεσθαι μὲν τὸ ζῷον καὶ ὁρμῆσαι γίνεται, μὴ συγκαταθεμένου δὲ οὐ γίνεται, ταῦτα ἐπὶ τῷ ζῴω φασὶν εἶναι, ἐξ ἀνάγκης μὲν ἐσόμενα ὑπ’ αὐτοῦ (οὐ γὰρ οἷόν τε ἄλλως), τῷ δὲ μὴ δύνασθαι δι’ ἄλλου τινὸς ἢ διὰ τούτου γενέσθαι, μηδ’ ἄλλως ἢ οὕτως διὰ τούτου, τὸ εἶναι αὐτὰ ἐπὶ τῷ ζῴῳ οἰηθέντες. ἀλλὰ τοῦτό γε καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου λέγειν ἔστιν. οὔτε γὰρ τὸ διὰ τοῦ πυρὸς γινόμενον ὑπ’ ἄλλου τινὸς ἂν γένοιτο οὔτ’ ἄλλως διὰ τοῦ πυρὸς ἢ διὰ τοῦ θερμῆναι, ὥστ’, ἐπεὶ μηδ’ ἄλλως γένοιτο τὰ διὰ τοῦ πυρὸς γινόμενα ἢ θερμήναντος τοῦ πυρός, καὶ θερμήναντος μὲν αὐτοῦ ἔσται, μὴ θερμήναντος δὲ οὐκ ἔσται, εἴη ἂν ἐπὶ τῷ πυρὶ ταῦτα. τὰ δ’ αὐτὰ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ἔσται λέγειν. τί γὰρ δεῖ μακρολογεῖν γεγονότος τοῦ λεγομένου γνωρίμου; ὀνομάτων μὲν οὖν οὐδεὶς φθόνος, τὸ δ’ ἡγεῖσθαι πλέον τι τοῖς ζῴοις διδόναι ἐν τοῖς γινομένοις δι’ αὐτῶν παρὰ τἆλλα, δι’ ὧν τι καὶ αὐτῶν γίνεται, μηδὲν πλέον τοῦ ἐπ’ αὐτοῖς ὀνόματος τηροῦντας αὐτοῖς, τοῦτ’ αὐτὸ αἰτιατέον, ὡς αὐτῶν ἀπατωμένων διὰ τὴν τοῦ ὀνόματος κοινωνίαν, ἢ ὡς τοῦ ἄλλους ἀπατᾶν προαιρουμένων. ἐπὶ τούτῳ δὲ ἐκεῖνο ἄν τις αὐτῶν θαυμάσειεν, τί παθόντες ἐν τῇ ὁρμῇ τε καὶ συγκαταθέσει τὸ ἐφ’ ἡμῖν φασιν εἶναι, δι’ ὃ καὶ ὁμοίως ἐν πᾶσιν τοῖς ζῴοις τηροῦσιν αὐτό. οὐ γὰρ τὸ ἐφ’ ἡμῖν ἐν τῷ φαντασίας προσπεσούσης εἶξαί τε ἐξ ἑαυτῶν τῇ φαντασίᾳ καὶ ὁρμῆσαι ἐπὶ τὸ φανέν, ἀλλὰ τοῦτο μὲν ἂν ἴσως εἴη τοῦ ἑκουσίου κατασκευαστικόν τε καὶ δεικτικόν. οὐ μὴν ταὐτὸν τό τε ἑκούσιον καὶ τὸ ἐφ’ ἡμῖν. ἑκούσιον μὲν γὰρ τὸ ἐξ ἀβιάστου γινόμενον συγκαταθέσεως, ἐφ’ ἡμῖν δὲ τὸ γινόμενον μετὰ τῆς κατὰ λόγον τε καὶ κρίσιν συγκαταθέσεως. διὸ εἴ τι μὲν ἐφ’ ἡμῖν, τοῦτο καὶ ἑκούσιον, οὐ μὴν πᾶν τὸ ἑκούσιον ἐφ’ ἡμῖν. ἑκουσίως μὲν γὰρ καὶ τὰ ἄλογα ζῷα, ὅσα κατὰ τὴν ὁρμήν τε καὶ συγκατάθεσιν τὴν ἐν αὐτοῖς ⟨ποιει⟩, ποιεῖ, τὸ δὲ ἐπ’ αὐτῷ τι εἶναι τῶν γινομένων ὑπ’ αὐτοῦ ἴδιον ἀνθρώπου. τοῦτο γάρ ἐστιν αὐτῷ τῷ εἶναι λογικῷ τὸ ἔχειν ἐν αὐτῷ λόγον τῶν προσπιπτουσῶν φαντασιῶν καὶ ὅλως τῶν πρακτέων τε καὶ μὴ κριτήν τε καὶ
[*](1 γινομένου ES Lond. 2. 3 ἐπ’ αὐτοῖς] ἐφ’ἡμῖν 0 4 fortasse ἐπὶ τῷ ζῴῳ 6 μὴ] fortasse ἢ 7 fortasse ὁρμῆ σαν συγκατατιθεμένου a¹2 ταῦτα] διὰ τοῦτο B² ἐπ’ αὐτῷ 0: ἐπ’ αὐτοῦ Cas. 9 ἄλλως] ἄλλω a12 10 τούτου] ου in lit. V τὸ in lit. B²: τῷ libri 13 ὡς δ’ 0 15 αὐτα V 16 ἐφ᾿ ] ὑφ’ Cas. Lond. 0 17 λεγομένου] inter ο et μ lit. 1 litt. V γνωρίμου V οὖν] γὰρ τᾶλλα V τις a¹2 γίνηται 0 20 τοῦτ’ αὐτὸ] τοῦτ’ αὐτοῖς Η: τοῦτο ES 21 τοῦ (alt.) Va¹²: τοὺς KES0: fortasse τὸ 27 γὰρ om. 0 λόγον] λο in lit. V 31 ποιεῖ add. Schwartz 32 τι εἶναι H γρ. ES0: τιθέναι Va¹² ὑπ’ αὐτοῦ] ὑπὸ τοῦ K: ὑπ’ τοῦ a2 33 τῷ Lond. 0: τὸ Va12: τὸ corr.) ex τῷ B ἐν αὐτῷ V τῶν om. O
184
εὑρετήν. διὸ τὰ μὲν ἄλλα ζῷα, ἃ εἴκει ταῖς φαντασίαις μόναις, κατ’ αὐτὰς ἔχει τῶν συγκαταθέσεών τε καὶ τῶν κατὰ τὰς πράξεις ὁρμῶν αἰτίας, ὁ δὲ ἄνθρωπος ἔχει τῶν προσπιπτουσῶν ἔξωθεν φαντασιῶν αὐτῷ περὶ τῶν πρακτέων κριτὴν τὸν λόγον, χρώμενος ἑκάστην αὐτῶν ἐξετάζει, μὴ μόνον εἰ φαίνεται τοιαύτη, ὁποία φαίνεται, ἀλλὰ καὶ εἰ ἔστι. κἂν εὕρῃ ζητῶν κατὰ τὸν λόγον ἀλλοῖον αὐτῆς τοῦ φαίνεσθαι τὸ εἶναι, οὐ διότι τοιάδε τις φαίνεται συνεχώρησεν αὐτῇ, ἀλλ’, ὅτι μὴ καὶ ἔστι τοιαύτη, ἐνίσταται πρὸς αὐτήν. οὕτως γοῦν καὶ ἡδέων τινῶν φαινομένων πολλάκις ἀπέχεται, καίτοι ὄρεξιν ἔχων αὐτῶν, ὅτι μὴ τὸν λόγον ἔσχεν τῷ φαινομένῳ συνᾴδοντα, ὁμοίως δὲ καὶ συμφέροντα φανέντα τινὰ παρῃτήσατο, τῷ λόγῳ τοῦτο δόξαν. εἰ δὲ τὸ ἐφ’ ἡμῖν ἐστι ἐν τῇ λογικῇ συγκαταθέσει, ἥτις διὰ τοῦ βουλεύεσθαι γίνεται, οἱ δὲ ἐν τῇ συγκαταθέσει τε καὶ ὁρμῇ φασιν εἶναι, ὅτι καὶ ἀλόγως γίνεται, δῆλοι δι’ ὧν λέγουσιν ῥᾳθυμότερον περὶ τοῦ ἐφ’ ἡμῖν διαλαμβάνοντες, ὅτι οὔτε ὅτι ποτ’ ἐστὶν αὐτό, οὔτε ἐν τίνι γίνεται, λέγουσιν. τὸ γὰρ εἶναι λογικῷ οὐδὲν ἄλλο ἐστίν, ἢ τὸ ἀρχὴν πράξεων εἶναι. ὡς γὰρ ἄλλῳ ἐν ἄλλῳ τὸ εἶναι, τῷ μὲν ζῴῳ ἐν τῷ ὁρμητικῷ, τῷ δὲ πυρὶ ἐν τῷ θερμῷ τε καὶ θερμαντικῷ, ἄλλῳ δὲ ἐν ἄλλῳ, οὕτως δὲ τῷ ἀνθρώπῳ ἐν τῷ λογικῷ, ὃ ἴσον ἐστὶ τῷ ἐν αὐτῷ ἀρχὴν ἔχειν τοῦ καὶ ἑλέσθαι τι καὶ μή· καὶ τὸ αὐτὸ ἄμφω, ὥστε ὁ τοῦτο ἀναιρῶν ἀναιρεῖ τὸν ἄνθρωπον. ἐοίκασιν δὲ παραλελοιπότες τὸν λόγον ἐν τῇ ὁρμῇ τὸ ἐφ’ ἡμῖν τίθεσθαι, ὅτι μηκέτ’ ἐν τῷ βουλεύεσθαι λέγουσιν αὐτοῖς τὸ ἐφ’ ἡμῖν εἶναι προχωρεῖ τὸ σόφισμα. ἐπὶ μὲν γὰρ τῆς ὁρμῆς ἔχουσιν λέγειν τὸ ἐπὶ τοῖς ζῴοις εἶναι τὰ γινόμενα καθ’ ὁρμήν, ὅτι μὴ οἷά τε χωρὶς ὁρμῆς τὰ δι’ αὐτῶν γινόμενα ποιεῖν, εἰ δ’ ἐν τῷ βουλεύεσθαι τὸ ἐφ’ ἡμῖν, ἔνθεν οὐκέτ’ αὐτοῖς εἴπετο τὸ μὴ δύνασθαι τὰ δι’ ἀνθρώπου γινόμενα ἄλλως γενέσθαι τῷ τὸν ἄνθρωπον ὄντα βουλευτικὸν μὴ πάντα τὰ γινόμενα δι’ αὐτοῦ βουλευόμενον ποιεῖν. οὐ γὰρ πάντα, ἃ ποιοῦμεν, βουλευσάμενοι ποιοῦμεν, ἀλλὰ πολλάκις μέν, οὐ συγχωροῦντος τοῦ καιροῦ τῶν πραχθῆναι δεόντων τῷ βουλεύσασθαι χρόνον, καὶ μὴ βουλευσάμενοί τινα ποιοῦμεν, πολλάκις δὲ καὶ δι’ ἀργίαν ἤ τινα ἄλλην αἰτίαν. εἰ δὲ τὰ μὲν βουλευσαμένων ἡμῶν, τὰ δὲ καὶ μὴ βουλευσαμένων γίνεται, οὐκέτι χώραν ἔχει τὸ λέγειν τὸ τὰ διὰ τοῦ βουλεύεσθαι γινόμενα
[*](1 εὑρέτην V ἄλλα] ἄλογα l. 2 κατ’ αὐτὰς] καὶ ταύτας Η γρ.ES 2 πράξεις v. c. Va¹²: τάξεις V¹ES 3 προσπιπτουσῶν] σων in lit. m1 sive v. c. s. v. V αὐτῷ φαντασιῶν a12 5 ὁποία] ὅμοια Lond. 6 ζητῶν] ζη Supra vers. V αὐτοῖς 0 9 καιτοι V ὄρεξιν ἔχων B²HES: ἔχων ὄρεξιν a12: ὄρεξιν V 11 ⟨ὅτι⟩ τῷ Lond. 0 13 ὅτι περ B² 14 ὅτι addidi: ante ῥαθυμότερον (13) Casp. Or. (,,vel λέγουσιν del.“ 15 αὐτῷ a¹² λογικὸν Lond. 0 16 ἠ V ἄλλῳ ἐν Cas. Ο: ἀπλῶς ἐν Casp. 0: ἄλλως libi 18 alt. ἐν om. a¹² αὑτῷ scripsi: αὐτῷ Lond. O: τῷ Va¹2 19 ἑλέσθαι scripsi: ἔχεσθαι libri: ἐνεργεῖν B² τι] τοῦ coni. 0 ἄμφω] scil. τὸ λογικὸν et ἄνθρωπος (καὶ τὸ αὐτὸ ἀφιέναι coni. Casp. 0) 20 παραλελιπότεσ V: παραλελειπότες H 24 μὴ HSB in lit. Lond. 0: μὴν sic V: μὴν a¹² 25 ἡμιν V 27 ποιεῖ a2 30 ἀργιαν V 32 λέγειν τὸ om. 0) 185
ἐπὶ τῷ ἀνθρώπῳ εἶναι τῷ μὴ δύνασθαι ἄλλως τι δι’ αὐτοῦ γίνεσθαι. ὥστ’, εἰ τὰ μὲν βουλευσάμενοι, τὰ δὲ μὴ βουλευσάμενοι ποιοῦμεν, οὐκέθ’ οὕτως τὰ δι’ ἡμῶν γινόμενα ἀπλῶς γίνεται, ὡς τὰ γινόμενα διὰ τῶν ζῴων ἢ διὰ τοῦ πυρὸς ἢ διὰ τῶν βαρέων δύο σωμάτων. εἰ δ’ ἔχομεν καὶ τοῦ βουλευσάμενοί τι ποιεῖν παρὰ τῆς φύσεως τὴν ἐξουσίαν, δῆλον ὡς ἔχοιμεν ἂν ἐξουσίαν καὶ τοῦ διὰ τοῦ βουλεύσασθαι ἄλλο τι πρᾶξαι, καὶ μὴ πάντως τοῦτο ὃ καὶ βουλευσάμενοι ἦν ἂν βουλευοίμεθα.