De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

τὸ δ’ ἐποχουμένους [*](ΧV) τῷ εἰ δὴ τῶν αὐτῶν περιεστώτων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἐνεργήσει τις, ἀναίτιον κίνησιν εἰσάγεσθαι’ διὰ τοῦτο λέγειν μὴ δύνασθαι οὗ πράξει τις πρᾶξαι τὸ ἀντικείμενον, μήποτε καὶ αὐτὸ τῶν ὁμοίως τοῖς προειρημένοις παρορωμένων. οὐ γὰρ πάντως ἀεὶ τὰ γινόμενα κατὰ αἰτίαν ἔξωθεν ἔχει τοῦ γίνεσθαι τὴν αἰτίαν. διὰ γὰρ τὴν τοιαύτην ἐξουσίαν ἐστί τι ἐφ’ ἡμῖν, ὅτι τῶν οὕτως γινομένων ἡμεῖς ἐσμεν κύριοι, ἀλλ’ οὐκ ἔξωθέν τις αἰτία. διὸ οὐκ ἀναιτίως τὰ οὕτω γινόμενα γίνεται, παρ’ ἡμῶν τὴν αἰτίαν ἔχοντα. ὁ γὰρ ἄνθρωπος ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ γινομένων πράξεων, καὶ τοῦτό ἐστι τὸ εἶναι ἀνθρώπῳ τὸ τοῦ πράττειν οὕτως τὴν ἀρχὴν ἔχει ἐν αὑτῷ, ὡς --- τῇ σφαίρᾳ τὸ κατὰ τοῦ πρανοῦς κυλιομένῃ φέρεσθαι. διὸ τῶν μὲν ἄλλων ἕκαστον ἕπεται ταῖς ἔξωθεν αὐτῷ περιεστώσαις αἰτίαις, ὁ δ’ ἄνθρωπος οὔχ, ὅτι ἐστὶν αὐτῷ τὸ εἶναι ἐν τῷ ἔχειν ἀρχήν τε καὶ αἰτίαν ἐν αὐτῷ, ὡς μὴ πάντως ἕπεσθαι τοῖς περιεστῶσιν ἔξωθεν αὐτῷ. καὶ γὰρ εἰ ἦν ἡμῖν ἡ περὶ τῶν πρακτέων κρίσις πρὸς ἕνα γινομένη σκοπόν, ἴσως ἂν εἶχέ τινα λόγον τὸ ἀεὶ περὶ τῶν αὐτῶν ὁμοίας ἡμῖν γίνεσθαι τὰς κρίσεις. ἐπεὶ δ’ οὐχ οὕτως ἔχει (αἱρούμεθα γάρ, ἃ αἱρούμεθα, ποτὲ μὲν διὰ τὸ καλόν τι, ποτὲ δὲ διὰ τὸ ἡδύ, ποτὲ δὲ διὰ τὸ σύμφορον, καὶ οὐ ταὐτὰ τούτων ποιητικά), ἐνδέχεται νῦν μὲν ἐπὶ τὸ καλὸν κινηθέντα ἡμᾶς --- τάδε τῶν περιεστώτων προκείμενα, αὖθις δὲ ἄλλα, πρὸς τὸ ἡδύ ἢ τὸ συμφέρον τὴν ἀναφορὰν τῆς κρίσεως ποιουμένους. ὡς γὰρ οὐ ζητοῦμεν ἄλλην τινὰ αἰτίαν, δι’ ἣν κατὰ βαρύτητα τὴν ἐν αὐτῇ ἡ γῆ φέρεται κάτω, ἢ δι’ ἣν αἰτίαν, ἃ πράσσει τὸ ζῷον, πράσσει καθ’ ὁρμήν, τῷ ταύτην ἕκαστον αὐτῶν τὴν αἰτίαν ἐξ αὐτοῦ πρὸς τὰ γινόμενα συντελεῖν, τοιοῦτον ὂν τὴν φύσιν, οὕτως οὐδ’ ἐπὶ τῶν ἄλλοτ’ [*](1 ⟨οὐκ⟩ ἐπὶ Schulthess τῷ ἀνθρώπῳ Lond. 0: τῶν ἀνθρώπων Va12: τοῖς ἀνθρώποις B² γινεσθαι V 3 ὡς δ᾿  Ο 5 τι ⟨καὶ τοῦ μὴ βουλευσάμενοι⟩ Schwartz 6 ἂν addidi ⟨μὴ⟩ βουλεύσασθαι Schulthess 7 βουλευσαμένων Cas. 0 ἦν ἂν a¹2: ην αν (sic) V: ην ἂν sic B: ἢν ἂν K βουλευώμεθα a² καὶ ⟨μὴ⟩ βουλευσάμενοι ⟨ἂν ἐπράξαμεν· μάτ⟩ην ⟨γὰρ⟩ ἂν β. Schwartz 7. 8 ἐποχουμένους scipsi, cf. 196,15: ἐποχουμένων libri 8 τῷ εἰ δὴ Schwartz: τωιειδει V: τῷ εἴδει a¹2: τῷ εἰ Casp. 0 ὅτε .. ὅτε Lond. 0 9 νομίζειν κίνησιν B² ⟨καὶ διὰ B2 Cas. Gercke 12 ἔχει] χει in lit. V 13 ἐστί ἔτι Cas. 14 alt. οὐκ add. Schultess 0 ἀναιτίως ⟨τῶν ἔξωθεν⟩ Cas. 15 τὴν supra vers. V αὐτου V 17 lacunam indicavi 20 ⟨ὡς⟩ μὴ scripsi: μὴ Va¹2: τὸ μὴ H: τῷ μὴ SO: τοῦ μὴ E 21 καὶ] εἰ 0 εἰ addidi ἦν om. a¹2 22 ἂν addidi εἶχέ Lond. 0: εἰ δὲ Va1² τῶν om. HO 23 ὁμοίως a1² 25 σύμφορον Ba¹: συμφορον V: συμφέρον a2 26 lacunam indicavi 27 ἄλλα ⟨αἱρεῖσθα⟩ Schultess 0 28 κατὰ τὴν B² 29 αὐτῃ V πράσσει] σσει in lit. V 30 ὁρμην V fortasse τῷ ⟨διὰ⟩ ταύτην)

186
ἄλλως ὑφ’ ἡμῶν γινομένων ἐπὶ περιεστῶσι τοῖς ἄλλοις ἄλλην τινὰ αἰτίαν ἀπαιτητέον παρ’ αὐτὸν τὸν ἄνθρωπον. τοῦτο γὰρ ἦν τὸ ἀνθρώπῳ εἶναι, τὸ γὰρ ἀρχὴ καὶ αἰτία εἶναι τῶν δι’ αὐτοῦ γινομένων πράξεων. τὸ δὲ λέγειν καὶ τοὺς βουλευσαμένους τῷ φαινομένῳ συγκατατίθεσθαι, καὶ διὰ τοῦτο καὶ τῇ φαντασίᾳ ὁμοίως τοῖς ἄλλοις ζῴοις ἕπεσθαι, οὐκ ἀληθές. οὐ γὰρ φαντασία τὸ φαινόμενον πᾶν. ἡ μὲν γὰρ φαντασία ἁπλῆ τε καὶ χωρὶς λόγου ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων γίνεται, ἐοικυῖα ταῖς αἰσθητικαῖς ἐνεργείαις, διὸ καὶ τὴν ἰσχὺν ἐν τοῖς ἀλόγοις ζῴοις ἔχει μάλιστα, φαίνεται δέ τινα καὶ διὰ λόγου τε καὶ παρὰ συλλογισμοῦ τὴν αἰτίαν τοῦ φαίνεσθαι λαμβάνοντα, ἃ οὐκέτ’ ἄν τις φαντασίας λέγοι. ὁ γὰρ διὰ τὸν γινόμενον παρ’ αὐτοῖς ἐν τῷ βουλεύεσθαι συλλογισμὸν συγκαταθέμενός τινι αὐτὸς αὐτῷ τῆς συγκαταθέσεως αἴτιος.