De fato
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
τοιούτου δ’ ὄντος αὐτοῦ, τὸ [*](XΙΙΙ) μὲν δεικνύναι τοῦτο σωζόμενον κατὰ τοὺς πάντα λέγοντας γίνεσθαι καθ’ εἱμαρμένην οὐδὲ ἐπιχειροῦσιν τὴν ἀρχήν (ἴσασιν γὰρ ἐγχειρήσαντες ἀδυνάτοις), ὡς δὲ ἐπὶ τῆς τύχης ἄλλο τι σημαινόμενον ὑποθέντες τῷ τῆς τύχης ὀνόματι παράγειν πειρῶνται τοὺς ἀκούοντας αὐτῶν ὡς σώζοντες καὶ αὐτοὶ τὸ ἀπὸ τύχης γίνεσθαί τινα, οὕτως δὲ καὶ ἐπὶ τοῦ ἐφ’ ἡμῖν ποιοῦσιν. ἀναιροῦντες γὰρ τὸ ἐξουσίαν ἔχειν τὸν ἄνθρωπον τῆς αἱρέσεώς τε καὶ πράξεως τῶν ἀντικειμένων λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ γινόμενον καὶ δι’ ἡμῶν. ἐπεὶ γάρ, φασίν, τῶν ὄντων τε καὶ γινομένων αἱ φύσεις ἕτεραί τε καὶ διάφοροι (οὐ γὰρ αἱ αὐταὶ τῶν ἐμψύχων τε καὶ τῶν ἀψύχων, ἀλλ’ οὐδὲ τῶν ἐμψύχων ἀπάντων αἱ αὐταὶ πάλιν· αἱ γὰρ κατ’ εἶδος τῶν ὄντων διαφοραὶ τὰς τῶν φύσεων αὐτῶν διαφορὰς δεικνύουσιν), γίνεται δὲ τὰ ὑφ’ ἑκάστου γινόμενα κατὰ τὴν οἰκείαν φύσιν, τὰ μὲν ὑπὸ λίθου κατὰ τὴν λίθου, τὰ δ’ ὑπὸ πυρὸς κατὰ τὴν πυρὸς καὶ τὰ ὑπὸ ζῴου κατὰ τὴν ὑπὸ ζῴου, οὐδὲν μὲν τῶν κατὰ τὴν οἰκείαν φύσιν ὑφ’ ἑκάστου γινομένων δύνασθαί φασιν ἄλλως ἔχειν, ἀλλ’ ἕκαστον τῶν γινομένων ὑπ’ αὐτῶν γίνεσθαι κατηναγκασμένως, κατ’ ἀνάγκην οὐ τὴν ἐκ βίας, ἀλλ’ ἐκ τοῦ μὴ δύνασθαι τὸ μὴ πεφυκὸς οὕτως (ὄντων τῶν περιεστώτων τοιούτων ὡς ἀδύνατον αὐτῷ μὴ περιεστάναι) τότε ἄλλως πως καὶ μὴ οὕτως κινηθῆναι. μήτε γὰρ τὸν λίθον, εἰ ἀπὸ ὕψους ἀφεθείη τινός, δύνασθαι μὴ φέρεσθαι κάτω μηδενὸς ἐμποδίζοντος — τῷ βαρύτητα μὲν ἔχειν αὐτὸν ἐν αὑτῷ, ταύτην δ’ εἶναι ⟨τὴν⟩ τῆς τοιαύτης κινήσεως κατὰ φύσιν αἰτίαν, ὅταν καὶ τὰ ἔξωθεν αἴτια τὰ πρὸς τὴν κατὰ φύσιν κίνησιν τῷ λίθῳ συντελοῦντα παρῇ, ἐξ ἀνάγκης τὸν λίθον ὡς πέφυκεν φέρεσθαι· πάντως δ’ αὐτῷ καὶ ἐξ [*](1 πρακτέων] πρα v. c. s. v. V ὡς in lit. B Schulthess 0: οἷς Va12 τοιοῖσδε] fortasse τοιούσδε, scil. τοὺς μὴ καλῶς διαλαμβ. (v. 1) 3 αὐτοὺς—ὄντας] fortasse αὑτοῖς συμβουλεύ σοντας τοὺς Va¹²: τῷ B2: τοῦ ES Cas.: ὡς Lond. 0: fortasse κ αὶ τὸ 4 καὶ del. V¹: καὶ a12 5 ἃ v. c. s. v. V ἡμῶν 0 9 γὰρ ⟨ἂν⟩ Schwartz ἐγχειρήσαντες Va¹2: ἐγχειρήσοντες B2: ἐπιχειρήσοντες 0 11 σώζεσθαι καὶ αὐτοῖς H γρ. ES 14 τὸ B² Lond.: τό τε Cas.: τε sic V: τε a¹2 καὶ del. B² idem in mg.: ἴσως δεῖ λέγειν: λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ ὑπό τε τῆς εἱμαρμένης γινόμενον καὶ δι’ ἡμῶν 15 ἐπεὶ] ἐπὶ ve] εἰσὶ Gercke 16 διάφοραι sic V 21 ὑπὸ om. Cas. 0 μὲν] δὲ S: μὴν Gercke 23 τὴν] μὴν Gercke fortasse ἀλλ ⟨ὰ τὴν⟩ 24 μὴ s. v. v. c. (?) V: om. ES: δὴ Gercke οὕτως] ὅλως Gercke ὡς add. Lond. 25 pr. μὴ sic V περιεστάναι καὶ ἀδύνατον τότε a¹2 26 μηδὲ Gercke 28 τὴν addidi κατὰ del. 0: κάτω Casp. 0 αἰτίαν add. B² ὅταν] ὥστ’ ἂν Schwartz bene 29 παρῆν sic V1 29. 30 παρῇ ὡς ἐξ Lond. 0)