De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἀναιρουμένου δὲ ὡς ἐδείχθη τοῦ βουλεύσασθαι κατ’ αὐτοὺς ἀναιρεῖται 40 [*](ΧΙΙ) καὶ τὸ ἐφ’ ἡμῖν προδήλως. τοῦτο γὰρ ἐφ’ ἡμῖν πάντες, ὅσοι μὴ θέσει τινὶ παρίστανται, παρειλήφασιν εἶναι, οὗ ἡμεῖς μὲν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι κύριοι, οὐχ ἑπόμενοί τισιν ἔξωθεν ἡμᾶς περιστᾶσιν αἰτίοις οὐδὲ ἐνδιδόντες αὐτοῖς, ᾗ ἐκεῖνα ἄγει, καὶ ἡ προαίρεσις, τὸ ἴδιον ἔργον τῶν ἀνθρώπων, περὶ ταὐτό· ἡ γὰρ ἐπὶ τὸ προκριθὲν ἐκ τῆς βουλῆς μετὰ ὀρέξεως ὁρμὴ προαίρεσις. διὸ οὐδὲ ἐπὶ τοῖς ἀναγκαίως γινομένοις ἡ προαίρεσις οὔτε ἐπὶ τοῖς μὴ ἀναγκαίως μὲν μὴ δι’ ἡμῶν δέ, ἀλλ’ οὐδὲ ἐν πᾶσιν τοῖς δι’ ἡμῶν, ἀλλ’ ἐν τούτοις τοῖς γινομένοις δι’ ἡμῶν, ὧν ἡμεῖς καὶ τοῦ πρᾶξαι καὶ τοῦ μὴ πρᾶξαι κύριοι. ὁ γὰρ βουλευόμενος περί τινος ἤτοι περὶ τοῦ δεῖν αὐτὸ πράττειν ἢ μὴ πράττειν βουλεύεται, ἢ σπουδάζων ὡς περὶ ἀγαθόν τι ζητεῖ, δι’ ὧν ἂν τούτου τύχοι· κἂν μὲν ἀδυνάτῳ τινὶ ζητῶν ἐντύχῃ, τοῦ μὲν ἀφίσταται, ἀφίσταται δὲ ὁμοίως καὶ τῶν δυνατῶν μέν, οὐκ ὄντων δὲ ἐπ’ αὐτῷ, μένει δὲ ἐν τῇ περὶ τοῦ προκειμένου ζητήσει, ἕως ἂν ἐντύχῃ τινί, οὖ τὴν ἐξουσίαν αὐτὸς ἔχειν πέπεισται, μεθ’ ὃ παυσάμενος τοῦ βουλεύεσθαι ὡς ἀναγαγών τὴν ζήτησιν ἐφ’ αὐτό, ὅ ἐστιν ἀρχὴ τῶν πράξεων, ἄρχεται τῆς πρὸς τὸ προκείμενον πράξεως. γίνεται δὲ καὶ ἡ ζήτησις αὐτῷ ὡς ἐξουσίαν ἔχοντι τοῦ πράττειν καὶ τὰ ἀντικείμενα. καθ’ ἕκαστον γὰρ τῶν ὑπὸ τὴν βουλὴν ἡ ζήτησις βουλευομένῳ γίνεται, πότερον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτῷ πρακτέον μοι, κἂν πάντα λέγῃ γίνεσθαι καθ’ εἱμαρμένην. ἐλέγχει γὰρ ἡ ἐν τοῖς πρακτοῖς ἀλήθεια τὰς περὶ αὐτῶν ἡμαρτημένας δόξας· ἣν πλάνην κοινῶς πάντας ἀνθρώπους ὑπὸ τῆς φύσεως πεπλανῆσθαι πῶς οὐκ ἄτοπον λέγειν; ὅτι γὰρ ταύτην ἔχειν τὴν ἐξουσίαν ἐν τοῖς πρακτοῖς προειλήφαμεν, ὡς δύνασθαι διαιρεῖσθαι τὸ ἀντικείμενον, καὶ μὴ πᾶν ὃ αἱρούμεθα ἔχειν προκαταβεβλημένας αἰτίας, δι’ ἃς οὐχ οἷόν τε ἡμᾶς μὴ τοῦτο αἱρεῖσθαι, ἱκανὴ δεῖξαι καὶ ἡ ἐπὶ τοῖς αἱρεθεῖσιν γινομένη πολλάκις μετάνοια. ὡς γὰρ ἐνὸν ἡμῖν καὶ μὴ ᾑρῆσθαι καὶ μὴ πεπραχέναι τοῦτο μετανοοῦμέν τε καὶ μεμφόμεθα αὑτοῖς τῆς περὶ τὴν βουλὴν ὀλιγωρίας. ἀλλὰ κἂν ἄλλους ἴδωμεν [*](2 δύνασθαι ⟨πράττειν⟩ 0 5 οὗ] Casp. Ο 6. 7 παριστᾶσιν a¹2 : περιισταμένοις B2 7 αὐτοῖς (αὐτοισ V) a¹²: αὑτοῖς Β: αὑτοὺς Lond. 0: αὐτοὶ ES: αὐτοὺς Cas. ᾗ ἂν 0 ἄγει B2a¹2: ἄγη sic V: ἄγη B1HES: ἄγῃ O 8 περὶ ταὐτό] τοῦτο ES: περὶ ταὐτεξούσιον Casp. 0 τὸ om. 0 10 alt. μὴ] ἡμιν (sic i. e. ἡμιν corr. v. c in μὴ) V: ἡμῖν a12: μὴ B2Η: εἰ μὴ Lond. 0 δὲ add. B² 12 pr. καὶ om. a¹² κύριοι ἐσμέν HO 14 ἀγαθόν HB² Cas.: αγαθών sic V: ἀγαθῶν a² 15 ἀδυνάτατωι sic V ἐντύχῃ scripsi: τύχῃ V: τύχοι a¹2: ἐντύχοι as. τοῦ] κἂν Lond. 16 μένει B2 Lond. 0: εἰ Va¹ 17 ἐντύχοι B2 18 πέπεισται] πεπίστευται a¹2 ἀναγαγών] alterum γ in lit. V 19, 20 προσκείμενον 0 21 καθ’ sic V 23 γίνεσθαι] ι in lit. V 26 τοισ V 27 διαιρεῖσθαι] fortasse αἱρεῖσθ αι 28 αἰρεισθαι V 30 ἡμῖν καὶ τὸ μὴ a¹² ἡρεῖσθαι a¹2 31 ἰδῶμεν V)

181
μὴ καλῶς περὶ τῶν πρακτέων διαλαμβάνοντας, κἀκείνοις ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν, ἀξιοῦμεν δὲ συμβούλοις τοιοῖσδε χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὂν τό τε παραλαμβάνειν αὐτοὺς συμβούλους ὄντας ἢ μὴ παραλαμβάνειν τοὺς πρᾶξαι ἂν διὰ τὴν τῶν τοιούτων παρουσίαν ἄλλα καὶ τινὰ καὶ μὴ ταῦτα ἃ πράσσομεν. ἀλλ’ ὅτι μὲν τὸ ἐφ’ ἡμῖν ἐπὶ τούτων κατηγορεῖται, ὧν ἐν ἡμῖν ἡ ἐξουσία τοῦ ἑλέσθαι καὶ τὰ ἀντικείμενα, γνώριμον ὂν καὶ ἐξ αὐτοῦ, ἱκανὰ ὑπομνῆσαι καὶ τὰ προειρημένα.