Ἀκολουθεῖ δὲ τῷ πάντα τὰ γινόμενα προκαταβεβλημέναις καὶ ὡρισμέναις [*](ΧΙ) καὶ προυπαρχούσαις τισὶν αἰτίαις ἔσεσθαι τὸ καὶ βουλεύεσθαι τοὺς ἀνθρώπους μάτην περὶ τῶν πρακτέων αὐτοῖς. εἰ δὲ τὸ βουλεύεσθαι μάτην, μάτην ἂν ἄνθρωπος εἴη βουλευτικός. καίτοι εἰ μηδὲν μάτην ἡ φύσις ποιεῖ τῶν προηγουμένων, τὸ δὲ βουλευτικὸν εἶναι ζῷον τὸν ἄνθρωπον προηγουμένως ὑπὸ τῆς φύσεως, ἀλλ’ οὐ κατ’ ἐπακολούθημά τι καὶ σύμπτωμα τοῖς προηγουμένως γινομένοις γίνοιτο, συνάγοιτο ἂν ⟨τὸ⟩ μὴ εἶναι μάτην τοὺς ἀνθρώπους βουλευτικούς. ὅτι δὲ τὸ βουλεύεσθαι μάτην πάντων γινομένων ἐξ ἀνάγκης, ῥᾴδιον γνῶναι τὴν τοῦ βουλεύεσθαι χρείαν εἰδόσιν. ὁμολογεῖται δὴ πρὸς ἀπάντων τὸ τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον τοῦτο παρὰ τῆς φύσεως ἔχειν πλέον τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ’ ἔχειν παρ’ αὐτῆς κριτὴν τῶν προσπιπτουσῶν φαντασιῶν περί τινων ὡς αἱρετῶν τὸν λόγον, ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα, οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεταί τε τῇ φαντασίᾳ καὶ οὕτως μέτεισιν αὐτά, εἰ δὲ ἀλλοῖα φαίνεται ἢ ἄλλο τι αὖ αἱρετώτερον, ἐκεῖνο αἱρεῖται καταλείπων τὸ τὴν ἀρχὴν ὡς αἱρετὸν αὐτῷ φανέν. πολλὰ γοῦν ταῖς πρώταις φαντασίαις ἡμῖν ἀλλοῖα δόξαντα οὐκέτ’ ἔμεινεν ἐπὶ τῆς προλήψεως ἐλέγξαντος αὐτὰ τοῦ λόγου. διὸ πραχθέντα ἂν ὅσον ἐπὶ τῇ αὐτῶν γενομένῃ φαντασίᾳ γενομένη, διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν οὐκ ἐπράχθη, ἡμῶν τοῦ τε βουλεύσασθαι καὶ τῆς αἱρέσεως τῶν ἐκ τῆς βουλῆς ὄντων κυρίων. διὰ τοῦτο γοῦν οὔτε περὶ τῶν ἀιδίων βουλευόμεθα οὔτε περὶ τῶν ὁμολογουμένως γινομένων ἐξ ἀνάγκης, ὅτι μηδὲν ἡμῖν ἐκ τοῦ περὶ αὐτῶν βουλεύεσθαι περιγίνεται πλέον. ἀλλ’ οὐδὲ περὶ τῶν ἐξ ἀνάγκης μὲν μὴ γινομένων, ἐπ’ ἄλλοις δέ τισιν ὄντων βουλευόμεθα, ὅτι μηδὲ ἀπὸ τῆς περὶ ἐκείνων βουλῆς ὄφελός τι ἡμῖν· ἀλλ’ οὐδὲ περὶ τῶν ἡμῖν μὲν πρακτῶν, παρεληλυθότων δὲ βουλευόμεθα, ὅτι [*](2 δ᾿ om. Va¹ 4 καὶ s. v. V 9 ἔσεσθαι] fortasse ἕ π ε σ θ αι 10 αὑτοῖς 0 10. 11 μάτην μάτην ἂν a¹: μάτην μάτην V: μάτην ἂν a² 12 φύσιν a2 14 τὸ add. a¹² cf. 208,2 16 βουλευεσθαι V χρείαν] ρ in lit. V 17 δὲ Cas. Lond. 0 ἄλλον Lond. 18 τοῦτο om. 0 τοῦτο παρὰ τῆς φύσεως — λόγου (25)] cf. Eusebius praep. ev. V, 9. 272a: ἀλλ’ ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος τοῦτο κτλ. ἔχων Eusebius 19 ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον Eusebius τῶν om. a¹² 21 τε] τι K: om. ES Eusebius 22 ἢ B¹ES: εἰ VB²a¹²: καὶ Lond. 0 ἢ—δόξαντα (24) om. Εusebius 23 αὐχὴν a2 25 ἐλέγξαντος] γ s. v. V λόγου διὰ τὸ συμβουλεύσασθαι (βουλεύσασθαι p. l.) περὶ αὐτῶν Eusebius 26 γενομένη sic i. e. del. V: γενομένῃ B2: γινομένῃ a¹² 28 ὄντωσ κυρίωσ V¹ (corr. v. c ) γοῦν] γὰρ 0)
179
μηδὲ τῇ περὶ τούτων βουλῇ πλέον τι ἡμῖν γίνεται. βουλευόμεθα δὲ περὶ μόνων τῶν ὑφ’ ἡμῶν τε πραττομένων καὶ μελλόντων, δῆλον ὡς ἕξοντές τι διὰ τούτου πλέον εἰς τὴν αἵρεσίν τε καὶ πρᾶξιν αὐτῶν. εἰ γάρ, ἐν οἷς οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ βουλεύεσθαι τοῦ βουλεύεσθαι αὐτοῦ μόνου περιγίνεται, οὐ βουλευόμεθα, δῆλον ὡς ἐν οἷς βουλευόμεθα πλέον τι ἕξοντες ἐκ τοῦ βουλεύεσθαι παρὰ τὸ βουλεύσασθαι βουλευόμεθα περὶ αὐτῶν ἐπ’ αὐτό τε τὸ βουλεύσασθαι περιγίνεται καὶ περὶ τῶν ἄλλων βουλευομένοις περὶ ὧν προειρήκαμεν. τί ποτ’ οὖν τὸ περιγινόμενον ἐκ τῆς βουλῆς; τὸ ἔχοντας ἡμᾶς ἐξουσίαν τῆς αἱρέσεως τῶν πρακτέων, ὃ οὐκ ἂν ἐπράξαμεν μὴ βουλευσάμενοι τῷ ἄλλο πρᾶξαι ἂν διὰ τὸ εἶξαι τῇ προσπεσούσῃ φαντασίᾳ, τοῦτο αἱρετώτερον ὑπὸ λόγου φανὲν αἱρεῖσθαί τε καὶ πράττειν πρὸ ἐκείνου· ὃ γίνοιτ’ ἄν, εἰ μὴ πάντα πράττομεν κατηναγκασμένως. εἰ δὲ εἴημεν πάντα ἃ πράττομεν πράττοντες διά τινας αἰτίας προκαταβεβλημένας ὡς μηδεμίαν ἔχειν ἐξουσίαν τοῦ πρᾶξαι τόδε τι καὶ μή, ἀλλ’ ἀφωρισμένως ἕκαστον πράττειν ὧν πράττομεν, παραπλησίως τῷ θερμαίνοντι πυρὶ καὶ τῷ λίθῳ τῷ κάτω φερομένῳ καὶ τῷ κατὰ τοῦ πρανοῦς κυλιομένῳ κυλίνδρῳ, τί πλέον ἡμῖν εἰς τὸ πράττειν ἐκ τοῦ βουλεύσασθαι περὶ τοῦ πραχθησομένου γίνεται; ὃ γὰρ ἂν ἐπράξαμεν μὴ βουλευσάμενοι, τοῦτο καὶ μετὰ τὸ βουλεύσασθαι πράττειν ἀνάγκη, ὥστ’ οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ βουλεύσασθαι αὐτοῦ τοῦ βουλεύσασθαι περιγίνεται. ἀλλὰ μὴν τοῦτο καὶ ἐπὶ τῶν ⟨οὐκ⟩ ἐφ’ ἡμῖν δυνάμενοι ποιεῖν ὡς ἄχρηστον ἂν παρῃτούμεθα. ἄχρηστον ἄρα τὸ βουλεύσασθαι, καὶ ἐφ’ ὧν αὐτῷ ὥς τι χρήσιμον ἡμῖν παρεχομένῳ χρώμεθα. ᾧ εἴπετο τὸ μάτην ἡμῖν ὑπὸ τῆς φύσεως τὸ βουλευτικοῖς εἶναι δεδόσθαι. ᾧ προστεθέντος τοῦ αὐτοῖς γε τούτοις καὶ κοινῶς πᾶσιν σχεδὸν τοῖς φιλοσοφοῦσιν δοκοῦντος, τοῦ μηδὲν ὑπὸ τῆς φύσεως γίνεσθαι μάτην, ἀναιροῖτο ἄν, ᾧ εἴπετο τὸ μάτην ἡμᾶς εἶναι βουλευτικούς.
[*](1 πλέον τι Lond. 0: δέόντι Va¹2 βουλευόμεθα] cf. Eusebius pr. ev. VI, 9. 272b: βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα (βουλόμεθα p. l.) πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράττοιμεν, πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας· ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὄντων τῶν τοιούτων 2 ἡμων V 3 ἔξοντός a2 τοῦτο 0 4 τοῦ βουλεύεσθαι addidi cf. v. 20 5. 6 πλέον—βουλευόμεθα om. a¹2 6 τὸ corr. ex τοῦ B: τὸυ sic V: τοῦ HESO 6 (et 7) βουλεύσασθαι] βουλεύεσθαι 6—8 fortasse αὐτῶν. ⟨εἰ δέ τι⟩ ἐπ’ αὐτό γε τ. β. π. [ καὶ] π. τῶν ἄλλ. βουλ. π. ὧν προειρήκαμεν, τί ποτ’ κτλ. 6 παρὰ τοῦ βουλεύεσθαι περὶ αὐτῶν ἐπ’ αὐτὸ τὸ βουλεύεσθαι περιγίνεται πλέον coni. Casp. 0 7 τε om. a¹² καὶ] πλέον ἢ Lond. 9 ἐξουσίαν V: τὴν ἐξουσίαν 0 10 ἄλλου sic V: ἄλλο HB²: ἄλλου B¹a1²: ἄλλο τι Cas. εἷξαι V πρόσ πεσούσηι V 12 εἴη μὴ a¹2 14 ἐξουσίαν ἔχειν a1² 16 καταφερομένῳ· a¹² τῷ κατὰ om. a1 ² 21 οὐκ add. Lond. 0 παραιτούμεθα Cas. 0 22 ὥς τι] fortasse ὡς ⟨εἴς⟩ τι 23 παρεχομένωι V: παρεχόμενοι v. c. V: παρεχομένων ES: παρεχομένη a1² 23—180,2 ᾧ εἵπετο— ἀντικείμενα] dubito num haec Alexandri sint v. c. V: ὡς V¹a¹²: οἷς Lond. alt. τὸ B²: τοῦ libri 24 ᾧ v. c. V: ὡς V¹a¹2: οἷς Lond. 24. 25 κινῶς a¹¹ 25 τοῦ B²: τὸ litbri 26 ἀναιρεῖτο a¹2: ἀνῃρεῖτο Cas. ᾧ B²: ὡς Va1²: οἷς Lond. βουλευτικοῖς K: βουλευτικοῦς a¹²) 180
ομένων ὑφ’ ἡμῶν μὴ ἔχειν ἡμᾶς τοιαύτην ὑφ’ ἡμῶν μὴ ἔχειν ἡμᾶς τοιαύτην ἐξουσίαν, ὡς δύνασθαι τὰ ἀντικείμενα. |