127
Ἢ γὰρ πᾶσαν ἔδει καὶ τὴν ἡδονὴν κακὸν εἶναι οὖσαν ἐναντίον τῇ λύπῃ ὡς κακὸν κακῷ, ἢ εἰ μὴ ὡς φευκτὸν μηδὲ κακὸν ἡ ἡδονή, ἀλλ᾿ ὡς ἀγαθὸν κακῷ ἀντίκειται, πᾶσαν ἀγαθὸν εἶναι. εἰ γὰρ εἴη τις ἡδονὴ κακόν, εἴη ἂν τῶν λυπῶν κακῶν οὐσῶν πασῶν ἡ ἡδονή, ἐναντία οὖσα τῇ λύπῃ, ἡ μὲν ὡς κακὸν κακῷ ἐναντία, ἡ δὲ ὡς ἀγαθὸν κακῷ, ὅτι δεῖται λόγου. ἢ οὐδὲ λύπη πᾶσα κακόν, εἴ γε καὶ ἐν τούτοις ἡ ἀρετὴ τοῦ μέσου στοχαστική, καί εἰσιν οἰκεῖαι τῷ σπουδαίῳ καὶ λύπαι τινὲς καὶ πόνοι. εἴη δ᾿ ἂν κοινότερον ὁ πόνος τῆς λύπης. τὶς γὰρ πόνος ἡ λύπη. καὶ γὰρ ὥσπερ ἡ ἡδονὴ ταῖς ἐνεργείαις ἑπομένη καὶ μέρος πως ἢ τέλος οὖσα αὐτῶν παῤ ἐκείνων ἔχει τὸ αἱρετόν τε καὶ φευκτόν (αἱρεταὶ μὲν γὰρ αἱ ἐπὶ ταῖς αἱρεταῖς ἐνεργείαις, φευκταὶ δ᾿ αἱ ἐπὶ ταῖς μὴ τοιαύταις), οὕτως εὔλογον καὶ τὰς λύπας ὑπολαμβάνειν ἐπὶ ἐνεργείαις τισὶ γινομένας παῤ ἐκείνων καὶ αὐτὰς ἔχειν τὸ αἱρετόν τε καὶ φευκτὸν ἔμπαλιν τῶν ἡδονῶν. τὰς μὲν γὰρ ἐπὶ ταῖς καλαῖς γινομένας ἐνεργείαις φευκτὰς εἶναι, τὰς δ᾿ ἐπὶ ταῖς αἰσχραῖς αἱρετάς. εἰ δέ εἰσιν λῦπαί τινες αἱρεταὶ καὶ πόνοι, εἶεν ἂν καὶ ἡδοναὶ φευκταὶ αἱ ταῖς λύπαις ταύταις ἐναντίαι. ἐναντίαι δὲ ἡδοναὶ λύπαις αἱ γινόμεναι ἐπὶ ταῖς τοιαύταις ἐνεργείαις. καὶ διὰ τοῦτο οὐ πᾶσα ἀγαθὸν ἡδονή, ὅτι μηδὲ πᾶσα λύπη κακόν. ἐλέγετο δέ τι καὶ τοιοῦτον, ὅτι οὐδὲ τοῖς ὑποθεμένοις πᾶσαν εἶναι λύπην κακὸν ἀκολουθεῖν ἀνάγκη τὸ ἢ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι ἢ πᾶσαν κακόν, κειμένου τοῦ τὴν λύπην ἐναντίαν εἶναι τῇ ἡδονῇ. ἐφ᾿ ὧν γὰρ ἡδονῶν ὑπερβολαί τινές εἰσιν, ἐν τούτοις εἰσὶ καὶ αἱρεταί τινες ἡδοναὶ καὶ φευκταί. αἱ μὲν γὰρ μέσαι αἱρεταί, αἱ δὲ κατὰ τὰς ὑπερβολὰς φαῦλαι, εἰσὶ δὲ τοῦτο ἔχουσαι αἱ σωματικαὶ τῶν ἡόνων. ἐφ᾿ ὧν δὲ μή εἰσιν ὑπερβολαὶ τῷ καὶ τὰς ἐπὶ πλέον αὐτῶν γινομένας ἐν ἐν τῷ αἱρετῷ μένειν, αὗται πᾶσαι αἱρεταί, οἷαί εἰσιν αἱ ἐπὶ ταῖς κατὰ θεωρίαν ἐνεργείαις. εἰσὶ δέ τινες καὶ παρὰ φύσιν ἡδοναί, ὁποῖαί εἰσιν αἱ θηριώδεις τε καὶ νοσηματώδεις, περὶ ὧν εἴρηται ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν, αἳ οὔτε κυρίως ἀνθρώπου λέγοιντο ἂν ἡδοναί, ὅτι μὴ κατὰ φύσιν, οὔτε αἱρεταί οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πάσαις μὲν αὐταῖς ἔσται λύπη ἐναντίον ὡς κακὸν τῷ κεῖσθαι πᾶσαν εἶναι λύπην κακόν, τῶν δὲ ἡδονῶν ὅσαι μέν εἰσι παρὰ φύσιν, αὗται ὡς κακὸν κακῷ τῇ λύπῃ ἔσονται ἐναντίαι, εἴ τις καὶ ταύτας ἐν ταῖς ἡδοναῖς καταλέγοι, ὅσαι δὲ ἔχουσιν ὑπερβολήν, ἐπὶ τούτων αἱ μὲν ὡς ἀγαθὸν ἔσονται τῇ λύπῃ ἐναντίαι, αἱ ἐν μεσότητι καὶ ὡρισμέναι τῷ ὀρθῷ λόγῳ, αἱ δὲ καθ᾿ ὑπερβολήν, ἐν αἷς καὶ [*](2 ἐστι Ba Sp. 3 ante ἢ titulum iterat Ba Sp. 5 πᾶσαν B2a Sp.: πῶσ ἂν VB 6 πασῶν. ⟨ἢ⟩ ἡ Vict. Sp. 7 ὅτι—λόγου punctis notat B2 (in mg.: λύσις οὐ μέντοι ἀκριβής): om. a 8 οὐδὲ Sp.: οὔτε libri 14 λύπας] υ in lit. V 29 ὧν] ν s. v. V 29. 30 ἑβδόμῳ τῶν Ἠθικῶνν] Eth. Nic. VII, 1. 1145 a 15s sqq. 31. 32 ἐναντίον ἔσται λύπη Sp. 36 αἷς Sp.: οἷς] libri)
128
αἱ τῶν ἀκολάστων, αὖται δὲ ὡς κακὸν κακῷ, ὧν δὲ οὐκ ἔστιν ὑπερβολή, αὗται ἂν εἶεν πᾶσαι ὡς ἀγαθὸν κακῷ τῇ λύπῃ ἐναντίαι.
θὔτε γένος μέν, ὅτι τὸ γένος οὐ συναναιρεῖται ἑνὶ τῶν εἰδῶν ἀναιρουμένῳ, ἡ δὲ ἀρετὴ συναναιρεῖται μιᾷ (εἴτε γὰρ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἡστινοσοῦν ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ἀρετή, ἔσται γε οὕτως καὶ ἕν τι τῶν εἰδῶν τἄλλα εἴδη συναναιροῦν, ὃ οὐδὲ αὐτὸ ὑγιὲς εἶναι δοκεῖ, εἴτε μὴ ἀντακολουθοῦσι, φρονήσεως ἀναιρουμένης ἀναιροῖτο ἂν ἡ ἀρετὴ τῷ κατὰ τὸν ὀρθὸν λόγον ἐν πάσαις αὐταῖς τὸ εἶναι, ὁ δ’ δρθὸς λόγος ἀπὸ φρονήσεως), ὅλον δὲ οὐκ ἂν εἴη ἡ ἀρετή, ὅτι τὸ μέρος οὐκ ἐπιδέχεται τὸν τοῦ ὅλου λόγον ἐν τοῖς ἀνομοιομερέσιν, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀρεταὶ καὶ τὸν τῆς ἀρετῆς ἐπιδέχονται λόγον. ἢ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ὡς ἀναιρουμένου τοῦ πρώτου ἀναιρεῖσθαι τό τε κοινὸν καὶ τὰ ἄλλα τὰ μετ’ αὐτό, ταῦτα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν ἀφ’ ἑνὸς ἢ πρὸς ἂν λεγομένων, ὥστ’ εἰ καὶ ἡ ἀρετὴ μιᾶς τινος ἀναιρουμένης ἀναιροῖτο, εἴη ἂν καὶ αὕτη τῶν οὕτως λεγομένων. ἢ μᾶλλον ῥητέον τὸν δοκοῦντα συνωνύμως τῶν ἀρετῶν ὅρον τῆς ἀρετῆς κατηγορεῖσθαι κοινότερον εἶναι καὶ οὐκ ἴδιον τῆς ὅλης ἀρετῆς ἧς αὗται μέρη. εἴη δ’ ἂν ἐκείνῃ λόγος ἡ πάσης λογικῆς ψυχῆς ἕξις ἀρίστη, ὅς λόγος οὐ καθεκάστῃ τῶν ἀρετῶν ἐφαρμόζει. δοκεῖ δὲ καὶ Ἀριστοτέλης ὅλον τι λέγειν τὴν τέλειον ἀρετὴν ἀλλ’ οὐ γένος.
Περὶ τῆς ἀπορίας ταύτης καὶ ἐν τοῖς ὑστέροις εἴρηταί τι·
Ὀτι μὴ πάντες ὰγνοίᾳ τοῦ κακὰ εἰναι καὶ βλαβεπά, ἃ πράττουσιν, ἁμαρτάνουσι, δῆλον ἐκ τῶν πεπεισμένων ὅτι μαρτάνουσι, καὶ μὴ ἀντεχόντων αὑτοῖς διὰ μαλακίαν καὶ ἀνασκησίαν. ὧν εἰσι καὶ οἱ νοσοῦντες καὶ τὰ βλάπτοντα αὐτοὺς πράττοντες, οὐκ ἀγνοοῦν τες ὁποῖά ἐστιν· ὅτι γὰρ οὐκ ἀγνοοῦσιν, αὐτοῖς ἐπικαλοῦσι, τοὺς μὴ τὰ ὅμοια ἁμαρτάνοντας ἐπικαλοῦνται, εὔχονται τοῖς θεοῖς ὑπὲρ τοῦ κάλλιον φρονῆσαι. ἐν [*](1 alt. δὲ V1 in mg. 3 οὕτε γένος Ba Sp.: οὐ γένος V 4 ante οὔτε titulum iterat Ba Sp. οὔτε] οὐ B²a Sp. 6. 7 γε οὕτωσ V: τε sa Sp.: fortasse δὲ οὕτως 7 εἰδῶν οὕτως τἆλλα θa Sp. 8 ἀναιρουμένης] ης s. v. in lit. V 9 ἐν] εῖναι coni. Sp. bene 10 ἀποφρονήσεωσ V οὐκ ἂν] υκ ἂν in lit. V εἴη] η add. v. c. V 17 τῆς ἀρετῆς coll. post κατηγορεῖσθαι Ba Sp. 19 εἴη] η add. v. c. V ἐκείνη a 20 οὐ punctis notat B: om. a 21 τελείαν Sp. 22 τι a Sp.: τισ (ι in lit.) V 25, 26 δτι-πράττουσιν add. Ba Sp. 27 ἀνασκησίαν] ἀναισθησίαν Vict. Sp. 28 αὐτοὺς Sp. 30 ἐπικαλοῦνται B2a Sp.: ἐπικαλοῦσιν V ἔχονται a)
129
οἷς εἰσι καὶ οἱ ἐρῶντες, οἳ εἰ τὸ ἐρασθῆναι ἐπ’ αὐτοῖς ὡς τὸ ἐρῶσιν παύσασθαι, ἑκόντες ἂν εἶεν τὰ κατὰ τὸν ἔρωτα πράττοντες. ἀλλὰ καὶ ἐκ τῶν ἀρχομένων ἁμαρτάνειν δῆλον. οὐδεὶς γὰρ αὐτῶν ἀγνοῶν τὰ κακὰ ὅτι κακά ἐστιν ἐπ’ αὐτὰ τὴν ἀρχὴν ἔρχεται. πάντες γοῦν ἀρχόμενοι αἰδοῦνται καὶ λανθάνειν σπεύδουσιν, καὶ ὡς μὴ καὶ δεύτερον πράξοντες τὰ ὅμοια εἶσιν ἐπ’ αὐτά, πεπεισμένοι βλαβήσεσθαί τι ἀπ’ αὐτῶν, εἴκοντες τῇ ἡδονῇ, οὐ πίστει τοῦ αἱρετωτέραν αὐτοῖς εἶναι, ἀλλὰ τῷ μὴ βούλεσθαι πονήσαντες ὀλίγον ἀντισχεῖν πρὸς αὐτήν. τοῦ δὲ ταύτην περὶ τῶν κακῶν ἔχειν τὴν πρόληψιν ὡς ἔννοιαν αὐτῶν ἔχειν ὁποῖά ἐστιν αἰτίαν πρώτην μὲν τὴν φύσιν ἔχουσιν (οὐ γὰρ ἀνεννόητοι τῶν βελτιόνων οἱ μηδέπω παντάπασιν διεστραμμένοι, ἀλλὰ τὰς κοινάς τε καὶ φυσικὰς σώζοντες ἐννοίας· ὅτι γὰρ πρὸς τὰ βελτίω νένευκεν ἡ φύσις ἑκάστου, δῆλόν ἐστιν ἐκ τοῦ καὶ τοὺς ἐν ἁμαρτήμασιν ὄντας ἤδη ἐπαινεῖν ἔτι τοὺς οὐχ ἁμαρτάνοντας, καὶ τοὺς ἁμαρτάνοντας τοὺς αὐτῶν παῖδας μὴ ἐπὶ τὰ αὐτὰ ἄγειν), κανὴ δὲ καὶ ἡ κοινὴ φήμη τε καὶ πρόληψις τῶν ἀνθρώπων τὴν τῶν κακῶν ἀτοπίαν ὁποία τίς ἐστι διδάξαι. ἀλλὰ καὶ οἱ νόμοι ταῦτα κηρύττοντες ἱκανοὶ τὰ βελτίω διδάσκειν. πρὸς δὲ τούτοις διδάσκαλοί τε καὶ παιδαγωγοὶ πάντες κοινῶς τὰ κακὰ φεύγειν παραινοῦντες οὐκ ἀνεννοήτους τῶν βελτιόνων τοὺς νέους ἐῶσιν εἶναι. καὶ ὅτι μὲν οὐκ ἀγνοίᾳ τῶν κακῶν τὰ ἁμαρτήματα, δῆλον ἐκ τούτων τε καὶ τῶν τοιούτων. ὅτι δὲ μὴ βίᾳ πράττουσιν τὰ φαῦλα, δῆλον ἐκ τοῦ αὐτοὺς εἶναι τοὺς πράττοντας αὐτά, καὶ κατὰ τὴν ἐξ αὐτῶν ὁρμὴν κινεῖν ἐπὶ τὰς τοιαύτας πράξεις τὰ ὀργανικὰ μέρη καὶ βουλευομένους περὶ αὐτῶν καὶ προαιρουμένους αὐτά. εἰ γὰρ οἱ προαιρούμενοι βιάζονται, τίνες ἂν εἶεν οἱ μὴ βιαζόμενοι; εἰ δὲ ἐν ἕξει τῶν ἁμαρτανομένων γενόμενοι μήτε αἰδοῦνται αὐτοὺς
--- τῶν κακῶν φρονοῦσιν, οὐδὲν τοῦτο πρὸς τὸ εἶναι αὐτὰ ἀκούσια. τοῦ γὰρ ἐν ταύτῃ τῇ ἕξει γενέσθαι, ὡς τὰ κακὰ μὴ ὑπολαμβάνειν καὶ αὐτοῖς εἶναι κακά. αὐτοὶ αἴτιοι, ὅτε γ’ ἦν ἐπ’ αὐτοῖς μὴ πράττειν ταῦτα δι’ ἃ γεγόνασιν τοιοῦτοι μὴ φυλαξάμενοι. εἰ δὲ ἀρχομένοις μὲν αὐτοῖς τῶν μαρτημάτων οὐκ ἐφαίνετο τὰ κακὰ ώφέλιμά τε καὶ αἱρετά, προελθοῦσιν δὲ ἐν αὐτοῖς καὶ δι’ ἀμέλειαν αὐτῶν ἐν ἕξει γενομένοις μοχθηρ τὰ τοιαῦτα φαίνεται, ἑαυτοῖς ἂν εἶεν τῆς ἀπ’ αὐἐρῶντες
[*](1 ἐρωτῶντες sic V: ἐρωτῶντες B1 ὡς addidi: ἐστὶ καὶ add. B2a Sp. 6 εἰσιν (εἰσιν V)] ἴασιν coni. Sp. fortasse recte πεπεισμένοι μὲν βλαβήσεσθαι B2a Sp. εἴκοντες δὲ τῇ aSp. 8 αὐτήν] ην in lit. V 9 ἔννοιαν] εὖνοιαν a Sp. 10 ἀ| νεννόητοι (νεν in lit. V οἱ μηδέπω B Sp.: οἱ μὴ δέπω (μὴ s. v.) V: ὅρμη δέπω a 15 κοινὴ] ὴ in lit. V 17 τούτοις Sp.: τούτους libri 19 ὰμαρτήματα] tert. α in lit. V 20 ὅτι] ο in lit. V δὲ μὴ corr.e μὴ δὲ V: δὲ μὴ δὲ Ba Sp. βίη] β in lit. V 21 αὐτοὺς αἰτίους⟩ Θiels 22 ὀργ ἴκὰ (κὰ in lit.) sic V 23 προαιρουμένους] pr. υ in lit. V 24 εῖεν] νin lit. V εὶ] οἱ Vict. 25 αὑτοὺς Sp.: αὐτοὺς V: om. a τῶν κακῶν φρονοῦσιν VFB1 s1: Sp.) νόμων καταφρονοῦσιν, τὰ κακὰ οὐχ ἡγούμενοι εἶναι κακά B²S²a Sp. 27 αὐτοῖσ V αὐτοὶ Ba Sp.: αὑτοὶσ V: αὐτοις FS ὅτε γ’ ἦν Schwartz: ὅτε μὴν VBFS¹: εἴ γε B2a Sp. 28 τὸ μὴ πράττειν B2a Sp. δι’ ἃ γεγόνασιν scripsi: διαγεγόνασιν VB¹B¹F: ἂν διαγεγόνασιν B²S²a Sp. 31 μοχθηρᾷ Schsartz: μοχθηρὰ VFB¹S¹: αλρετὰ B²S2a Sp. τὰ delevi) 130
τῶν τοιαύτης φαντασίας αἴτιοι, ὄντες αὐτοῖς τῆς τοιαύτης ἕξεως αἴτιοι, δι’ ἣν φαντασίας περὶ τῶν κακῶν τοιαύτας ἔχουσιν. τούτοις δὲ μαρτυρεῖ καὶ τὸ μισεῖσθαι καὶ κολάζεσθαι τοὺς οὕ| τως ἁμαρτάνοντας, ὡς ἑκουσίως καὶ αὐτοῖς αἰτίους ὄντας τῶν τοιούτων πράξεων, τῶν ἀκουσίως τοιοῦτόν τι πραττόντων συγγνώμης τυγχανόντων. διὰ τί γάρ, εἰ πάντα ἀκούσια, τὰ μὲν αὐτῶν συγγινώσκεται, τὰ δ’ οὔ; εἰ γάρ, ὅτε ἐπ’ αὐτοῖς ἦν τὸ μαθοῦσιν ὁποῖά ἐστιν ἀπέχεσθαι αὐτῶν, εἰ μὲν εἰδότες τοῦτο ἠμέλουν αὐτοῦ, αὐτοὶ αἴτιοι πάλιν καὶ ἑκόντες τοιοῦτοι, εἰ δὲ κἀκεῖνο ἠγνόουν, πῶς οὐ καὶ αὐτοὶ συγγνώμης ἄξιοι; ἱκανὴ δὲ πίστις τοῦ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν τῶν βελτιόνων τινὰς ἁμαρτάνειν τῶν ἁμαρτανόντων καὶ τὸ μήτε λυπεῖσθαι μήτε μεταγινώσκειν ἐπὶ τοῖς ἁμαρτήμασιν· τὰ γὰρ ἀκουσίως πραττόμενα ἐπίλυπά τέ ἐστι καὶ ἐν μεταμελείᾳ. ὅτι δὲ εἰ ἀκούσια τὰ ἁμαρτήματα, οὐδὲ ἐφ’ ἡμῖν ἂν εἴη, δῆλον ἐκ τοῦ ἀκούσια μὲν εἶναι τὰ βίᾳ ἢ δι’ ἄγνοιαν γινόμενα, οὔτε δὲ ἃ βιαζόμενοι ποιοῦμεν ἐφ’ ἡμῖν μὴ ποιεῖν (ἃ γὰρ μὴ ἐφ’ ἡμῖν καὶ ποιῆσαι καὶ μὴ ποιῆσαι, ταῦτα οὐ βίᾳ), τὰ δὲ διὰ θυμὸν ἢ ἐπιθυμίαν μαρτανόμενα βίᾳ φασὶν ποιεῖν τοὺς ποιοῦντας, ὥστε ⟨τὰ> διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτανόμενα οὐκ ἐφ’ ἡμῖν. εἰ δὴ αἱ κολάσεις ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οἱ διὰ θυμὸν ἢ δι’ ἐπιθυμίαν ἁμαρτάνοντες οὐκ ἂν εὐλόγως κολάζοιντο. ὅσα δὲ δι’ ἄγνοιαν ἁμαρτάνεται, ταῦτα εἰ μὲν τῆς ἀγνοίας αὐτοῖς οἱ ἁμαρτάνοντες αἴτιοι, εἶεν ἂν ἐπ’ αὐτοῖς· εἶεν δ’ ἂν αὐτοῖς αἴτιοι τῆς ἀγνοίας, εἰ ἐνὸν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπομένοις μὴ γενέσθαι ἐν ἕξει τοιαύτῃ, δι’ ἣν ἀγνοήσουσι τὰ ἀγαθά, οἱ δὲ ἠμέλησαν τοῦ τοιούτου. ἀλλὰ μὴν οὐκ ἄλλως ἐνῆν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπέσθαι, εἰ μὴ εἶχόν ποτε ὑπολήψεις τινὰς περὶ τῶν ἀγαθῶν ὡς ὄντων τοιούτων. εἰ γὰρ ἀεὶ τὰ κακὰ αὐτοῖς ἀγαθῶν φαντασίαν ἐπέστελλεν, οὐκ ἦν ἐπ’ αὐτοῖς τὸ μὴ αἱρεῖσθαι αὐτά. ἀλλὰ μὴν οἱ ἔχοντες ὑπολήψεις περὶ τῶν ἀγαθῶν ὡς ἀγαθῶν ἔπειτα μὴ αρούμενοι αὐτὰ ἑκόντες ἡμάρτανον. οὔτε γὰρ διὰ βίαν οὔτε δι’ ἄγνοιαν παρεώρων τὴν τῶν βελτιόνων αἵρεσιν, ὥστε ὡς ἐπ’ αὐτοῖς τὸ ἁμαρτάνειν, οὕτως καὶ ἑκούσιον. εἰ δὲ μὴ αὐτοῖς τῆς ἀγνοίας αἴτιοι, οὐδ’ ἂν ἐπ’ αὐτοῖς εἴη τὸ δι’ ἄγνοιαν ἁμαρτάνειν, οὕτως δὲ οὐδεὶς ἂν εὐλόγως κολάζοιτο τῶν ἁμαρτανόντων, εἴ γε αἱ κολάσεις μὲν ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οὐδὲν δὲ τῶν ἁμαρτανομένων ἐφ’ ἡμῖν, εἴ γε ἀκούσιον, πᾶν δὲ ἀκούσιον ἡ δι ἄγνοιαν ἢ βίᾳ.
Εἰ ἐν τοῖς φύσει γινομένοις ἐστίν τι, οὖ χάριν τὰ οὕτως γινόμενα γίνεται, [*](1. 2 δι ἣν] δ’ ἦν a 6 εὶ] fortasse καὶ ὅτε Diels, cf. 29,27: ὅτι libri ἠμέλουν V 13 ἡ δι’—οὐ βίᾳ (15)] om. Ba Sp. del. 14 fortasse ⟨ποιοῦμεν οὔθ’ ἃ δι’ ἄγνοιαν⟩ ποιοῦμεν 15 οὐ del. v. c. V βίᾳ—ἁμαρτανόμενα (16) V in mg. 16 τὰ add. B²SFa Sp. 17 ἁμαρτανόμενα] ἀμαρτανόμεῦ |V 20 αὐτοτσ V εῖεν] εἴη Sp. 22 ἀγαθα V οἱ δὲ] οῖ δὲ V 24 ὑπολήψεις] εἰ in lit. V ἀεὶ] δὴ a 27 ἐπεὶ τὰ a 30 αὑτοῖς VB: αὐτοὶ a Sp. 32 ἀκού| σίον V 35 γινόμενα] ινο in lit. V)
131
τὸ δέ, οὗ χάριν γίνεταί τινα, τέλος ἐκείνων, ἐν τοῖς φύσει γινομένοις τέλος τί ἐστιν. ἀλλὰ μὴν τὸ τέλος τῶν τοῦ τέλους χάριν γινομένων ἄμειω ὥστε καὶ τῶν φύσει γινομένων τὰ τέλη τῶν ἐκείνων γινομένων χάριν ἀμείνω. ἔστι δὲ καὶ ὁ ἄνθρωπος τῶν φύσει γινομένων, ὥστε ἐστίν τι καὶ τούτῳ τέλος, καὶ τοῦτο τῶν ἐφ’ οἷς τοῦτο βέλτιον. τέλος δὲ τοῦ ἀνθρώπου τὸ σπουδαῖον ἄνθρωπον γενέσθαι, τούτου χάριν ὁ ἄνθρωπος, τὸ δὲ σπουδαῖον γενέσθαι ἐστὶ τὸ ἔχειν τὰς ἀνθρώπου ἀρετάς. ἀλλὰ μὴν οὐχ οἷόν τε σχεῖν τῷ ἀνθρώπῳ τὰς ἀρετάς, εἰ μὴ πρῶτον ἄνθρωπος γένοιτο. ὁ ἄνθρωπος ἄρα τῆς τῶν ἀρετῶν κτήσεως χάριν, ἀλλ’ οὐχ αἱ ἀρεταὶ τοῦ ἀνθρώπου. διὸ καὶ ἀμείνων ὁ κεκτημένος τὰς ἀρετὰς ἄνθρωπος τοῦ χωρὶς τούτων ἀνθρώπου. οὐ γὰρ αἱ ἀρεταὶ γίνονται. οὐ γὰρ ἡμεῖς αὐτὰς κτώμεθα ὡς χωρίον ἢ ἀνδράποδον ἢ οἰκίαν, ἀλλ’ ἡ τῶν ἑκάστου ἀρετῶν γένεσις ἐν τῇ κτήσει αὐτῶν. εἰ δὲ ἡ γένεσις αὐτῶν ἐν τῇ κτήσει, καὶ τὸ εἶναι αὐταῖς ἐν τούτῳ, ἔστι δὲ τὸ τέλος ἡμῖν ἡ κτῆσις αὐτῶν, εἶεν ἂν καὶ αἱ ἀρεταὶ τέλη ἡμῶν καὶ τούτων χάριν ἡμεῖς. διὸ καὶ ἀμείνους ἡμῶν αἱ ἀρεταί, διότι καὶ τὸ τέλος ἡμῶν ἐν τῇ τῶν ἀρετῶν παρουσίᾳ τε καὶ κτήσει.