Ἠθικὰ προβλήματα [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ὅτι δικαιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἐστίν τις ἕξις μεταξύ, ἣν μέσην ἕξιν λέγομεν. εἰ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία διαθέσεις κατ’ αὐτούς, αἱ δὲ διαθέσεις ἀναπόβλητοι, οὔτ’ ἂν ἐξ ἀδίκου γίγνοιτό τις δίκαιος, οὖτε ἐκ δικαίου ἄδικος. γίνονται δέ τινες δίκαιοι καὶ ἄδικοι οὐ πρότερον ὄντες· γίνοιντο ἂν ἔκ τινος ἄλλης καταστάσεως. ἀλλὰ μὴν πᾶν τὸ γινόμενον ἢ ἐξ ἐναντίου γίνεται ἤ τινος μεταξὺ ὄντος τῶν ἐναντίων. καὶ ὁ δίκαιος ἄρα καὶ ὁ ἄδικος ἢ ἐξ ἐναντίου γίνονται ἢ ἐκ τοῦ μεταξύ. οὐ γίνονται δὲ ἐκ τοῦ ἐναντίου, ἐκ τοῦ μεταξὺ ἄρα. ἐξ ἧς δὲ καταστάσεως οἱ δίκαιοι καὶ οἱ ἄδικοι γίνονται, αὕτη ἂν εἴη μεταξὺ δικαιοσύνης καὶ ἀδικίας. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάσης ἀρετῆς καὶ κακίας. εἰ δὲ λέγοιεν τὰς κακίας μὴ εἶναι διαθέσεις μηδ’ ἀναποβλήτους, ἀλλὰ μεταβάλλειν τινὰς μηδὲν κωλύειν ἐξ ἀδικίας εἰς δικαιοσύνην, καὶ ὅλως ἐκ κακίας εἰς ἀρετήν, ἀλλ’ εἴς γε τὴν κακίαν πόθεν μεταβάλλουσιν; εἰ γὰρ δὴ ἐν τῇ φύσει τοῦ ἀνθρώπου τὴν κακίαν εἶναι καὶ πάντας γεννᾶσθαι κακούς, καὶ εἴη ἂν κατὰ φύσιν ἡ κακία τοῖς ἀνθρώποις. οὖ δὲ τὸ ἐναντίον κατὰ φύσιν τινί, τούτῳ τὸ ἐναντίον παρὰ φύσιν· παρὰ φύσιν ἄρα τοῖς ἀνθρώποις ἡ δικαιοσύνη καὶ ἡ ἀρετή. εἰ δὲ τοῦτο ἄτοπον, δεῖ γίνεσθαι τὸν ἄδικον ἄδικον, ὥσπερ γίνεται καὶ ὁ δίκαιος ⟨δίκαιος.⟩ ἐξ ἧς δὲ ἕξεως εἰς τὴν ἀδικίαν ἡ μεταβολή, αὕτη ἂν εἴη ἡ μέση. εἰ δὲ λέγοιεν μηδέπω τοὺς παῖδας λογικοὺς εἶναι, διὸ μηδὲ δικαίους μηδὲ ἀδίκους (λογικοῦ γὰρ [*](1 γινομέναισ V1 (corr. V²) 2 δύναναι V1 (corr. V²) αὐλοῦ Vict.?: αὐτοῦ libri 3 ἂν οὖν V2 5 ὅ v2 Vict.? Sp.: V¹: ἅς SFa 6. 7 διαφόρως B²S²a Sp.: διαφόροις VFB¹S 11 τοῖς] ταῖς Sp. 12 pr. καὶ] τε καὶ aSp. 14 pr. καὶ] τε καὶ a Sp. 18 ἂν οὖν aSp. 19 γίνεται Sp.: γίνοιτο libri 21. 22 τοῦ μεταξὺ ἄρα. ἐξ ἧς δὲ Ba (sed τῆς a) Sp.: τῆσ μεταξυ ἑξῆσ (ἐξ ἧς S1) VS¹L: τῆς μεταξὺ οὖν ἐξ ἧς δὲ S2L: τῆς ὄων μεταξὺ ἐξ ἧς ἄρα F: τῆς μεταξ ἑξῆς ἄρα G 26. 27 εἰ γὰρ δὴ] εἰ γὰρ δεῖ L Vict.: ἤ γὰρ δεῖ S²B 2a (,,εἰ si verum, καὶ ante εἴη del. “S  Sp.) 28 οὗδε V: ῷ δὲ Vict.? 31 ἄδικον alt. m1 in mg. V δίκαιος add. Sp. δὲ καὶ ἕξεως B 33 fortasse μήτε —μήτε)

122
αἱ ἕξεις αὖται, εἰ δ’ αῦται λογικοῦ, καὶ ἡ μέση· διὸ ὁ παῖς ἄλογος ὡν οὕτ’ ἐν ἀρετῇ ἐστιν οὔτ’ ἐν κακίᾳ οὔτ’ ἐν τῷ μεταξὺ τούτων, ὥσπερ οὐδ’ ἄλλο τι τῶν ἀλόγων), μεταβάλλοντας δ’ εἰς τὸ λογικὸν εὐθὺς εἶναι κακούς, ἀλλ’ οὐ γίνεσθαι, ὁμολογοῖεν ἂν διὰ τούτων τῷ λογικῷ κατὰ φύσιν εἶναι τήν τε ἀδικίαν καὶ τὴν κακίαν, εἴ γε ἐν τῇ εἰς τὸ λογικὸν μεταβολῇ ἅμα καὶ εἰς ταῦτα γίνεται, καὶ ἴσον ἐστὶ τὸ εἰς λογικὸν μεταβάλλειν τῷ εἰς κακίαν· παρὰ φύσιν οὖν τῷ λογικῷ ἡ ἀρετή. ἔτι τε εἰ ὅλως ἐστὶν ἐκ κακίας εἰς ἀρετὴν μεταβολή, τὴν κακίαν ἤτοι εὐκίνητον καὶ εὐαπόβλητον ἐροῦσιν ἢ μόνιμον καὶ δυσκίνητον. ἀλλ’ εἰ μὲν εὐκίνητον, τί δή ποτε οὐ ῥᾳδία ἡ εἰς τὰς ἀρετὰς ἐκ τῆς κακίας μεταβολή; εἰ δὲ δυσκίνητον καὶ μόνιμον, δῆλον ὡς ἐν τῇ εἰς ἀρετὴν μεταβολῇ ἐξ αὐτῆς δεῖ πρῶτον ἀποβληθῆναι τῆς κακίας τὸ δυσκίνητον καὶ μόνιμον, ἢ γε διὰ μαθήσεως καὶ ἀσκήσεως εἰς τὴν ἀρετὴν μετέβαλλε καὶ μὴ ἐξαίφνης. ἀλλ’ εἰ πρῶτον εὐκίνητος γίνεται, ἦν δὲ τὸ εἶναι αὐτῇ κακίᾳ ἐν τῷ δυσκινήτῳ, ἐν ῴ ἐστιν εὐκίνητος, οὐκέτ’ ἂν ἐν τούτῳ ὡς κακία εἴη. ἀλλὰ μὴν οὐδ’ ἀρετή. πῶς ἄρα ἔσται ἐν μέσῃ τινὶ ἕξει ὁ οὕτως ἔχων, ἐπεὶ καὶ ἡ μεταβολὴ ἡ εἰς τὴν ἀρετὴν ἐκ ταύτης τῆς διαθέσεως γίνεται; ἔτι δ’ εἰ καὶ ὅτι μάλιστα οἱ παῖδες οὔπω εἰσὶ λογικοὶ καὶ διὰ τοῦτο οὔτε ἀρετὴν ἔχουσιν οὔτε κακίαν, ἀλλὰ τῷ γίνεσθαι αὐτοὺς ἐκ τῶν οὕτως ἀλόγων λογικούς τε καὶ κακούς, εἶεν ἂν ἐν μέσῃ ἕξει. οὐ γὰρ ὁμοίως οὖτοι ἄλογοι τοῖς ἄλλοις, οὐδὲ γὰρ ἂν οὐδὲ αὐτοὶ δεκτικοὶ κακίας ἧκαν ἢ ἀρετῆς. εἰ δὲ μηδέτερον ἔχοντες δύνανται ἑκάτερον αὐτῶν δέξασθαι, οὔκ εἰσιν οὕτως ἄλογοι. τὸ δὴ ἄλογον τὸ ἐπιδεκτικὸν λόγου, ἄλλο ὃν τοῦ ἀδυνάτου ἐπιδέξασθαι, ἄλλως ἂν ἄλογον εἴη, καὶ οὐχ οὕτως τὸ κυρίως ἄλογον. ἤδη καὶ κατάστασις ἡ τοῦ οὕτως ἀλόγου εἴη ἂν μέση ἕξις, ἐπεὶ ἅπαντα εἰς ἑκάτερον τῶν ἐναντίων ἡ μεταβολή, καὶ οὕτως ἐστὶ δυνάμει ἑκάτερον τῶν ἄκρων ὡς μηδὲν ὃν ἐνεργείᾳ. ἔστι γάρ τις καὶ περὶ τὸν παῖδα ἕξις τε καὶ κατάστασις, ἀφ’ ἧς εἰς τὴν κακίαν καὶ τὴν ἀρετὴν μεταβολή, ἥτις ἐν οὐδενὶ τῶν κυρίως καὶ ἁπλῶς ἀλόγων λεγομένων ἐστίν.

Τῷ ὀργάνῳ οὐδέν ἐστιν ἐναντίον, πλούτῳ δὲ ἔστιν τι ἐναντίον, οὐχ ὁ πλοῦτος ὄργανον. εἰ μὲν καθόλου λαμβάνοι μηδενὶ ὀργάνῳ εἶναί τι [*](3 κακοὺς ἢ σπουδαίους ἀλλ’ B1 4 ὁμολογοῖεν ⟨ἂν⟩ Sp.: ὁμολογοῖεν VFS: ὁμολογεῖεν Ba 12 μό |ν//μον V ἥ γε] εἴ γε LS²F Vict. Sp.: ἤ γε a 13 μετέβαλε a Sp. 14 αὕτη a κακίᾳ Sp.: κακία libri 16 ἄρ’ οὐκ coni. Sp. ἔσται] ἐστὶν aSp. 19 οῦτωσ V 24 ἤδη καὶ] ἤδη δὲ καὶ Vict. Sp.: fortasse ἡ δῶ [καὶ] 25 ἅπόντα] ἀπαντᾷ Sp.: fortasse ἀ π’ οὐ τοῦ (αὐτῆς?) 28 μεταβολή] μεταβάλλει coni. Sp. ἡ τισ V 29 λεγομένων (λεγο in lit. V)] λεγομένη S2Ba Sp. 33 οὐκ ἄρα S2 B2a Sp. 34 λαμβάνοι] ,,adversarius, sed fortasse hic et postea λαμβάνοιτο“ Sp.)

123
ἐναντίον, οὐ συγχωρητέον τῷ καὶ τῷ πλούτῳ ὄντι ὀργάνῳ εἶναί τι ἐναντίον δοκεῖν, εἰ δὲ ἀδιορίστως καὶ ἐν μέρει λαμβάνοι, δεικτέον ὅτι μὴ συλλογίζεται. γίνονται γὰρ ἀμφότεραι αἱ προτάσεις ἐν μέρει. τότε γὰρ ἀναγκαίως καθόλου ἂν ἐλάμβανε τὸ μὴ εἶναί τι τῷ ὀργάνῳ ἐναντίον, εἰ ἦν ἐν τῷ λόγῳ καὶ τῇ οὐσίᾳ τοῦ ὀργάνου ἐμφαινόμενον τὸ μηδὲν εἶναι αὐτῷ ἐναντίον· εἰ δὲ μὴ ἔστιν ἐν τῇ οὐσίᾳ τοῦ ὀργάνου τὸ μὴ εἶναί τι αὐτῷ ἐναντίον, συμβεβηκὸς δέ τι, οὐδὲν κωλύει τοῦτο μὴ πᾶσι συμβεβηκέναι. οὐδὲ γάρ, ἐπεὶ τοῖς πολλοῖς ὑπάρχει τῶν πεπερασμένων τὸ παρά τι περαίνειν, ἤδη καὶ πᾶσιν. τὸ μέντοι ὄργανον εἶναι, δι’ οὖ ἢ μόνου τι ἢ κάλλιστον γίνεται, εἰ ἐν τῇ οὐσίᾳ ἐστὶ τοῦ ὀργάνου, πάντα ἂν εἴη ὄργανα οἷς τοῦθ’ ὑπάρχει· καὶ πᾶσι τοῖς ὀργάνοις τοῦτο. διὸ ἐπεὶ καὶ τῷ πλούτῳ τοῦτο ὑπάρχει (διὰ γὰρ τούτου αἱ κατ’ ἐλευθεριότητά τε καὶ μεγαλοπρέπειαν ἐνέργειαι τῷ σπουδαίῳ), εἴη ἂν ὄργανον τῷ σπουδαίῳ· ἀπὸ γὰρ τῶν ἐν τῇ οὐσίᾳ τοῦ ὀργάνου ὄντων ἡ τῶν ὀργάνων κρίσις, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων, οὐκ ἀπὸ τῶν συμβεβηκότων. δεικνύοι δ’ ἄν τις καὶ ὅτι μηδετέρα τῶν προτάσεων εἴληπται καλῶς, μήτε ἡ λαμβάνουσα τῷ ὀργάνῳ μηδὲν εἶναι ἐναντίον, μήτε ἡ λέγουσα τῷ πλούτῳ εἶναί τι ἐναντίον. εἰ μὲν γὰρ διότι τῷ ὅλῳ τε καὶ συναμφοτέρῳ ὀργάνῳ μηδέν ἐστιν ἐναντίον, διὰ τοῦτο μηδὲ τῷ πρίονι μηδὲ τῇ κιθάρᾳ λέγοι τις εἶναί τι ἐναντίον, οὐδ’ ἂν τῷ πυρὶ εἴη κατὰ τὸν οὕτως λέγοντα ἐναντίον τι, οὐδὲ ἄλλῃ τινὶ συναμφοτέρῳ οὐσίᾳ τῷ τῇ ὕλῃ τῇ ὑποκειμένῃ πᾶσι τοῖς τοιούτοις μηδὲν εἶναι ἐναντίον· εἰ δὲ κατὰ τὰ πάθη καὶ τὰς ποιότητας ⟨ἡ⟩ ἐναντίωσις (τῷ γὰρ πυρὶ κατὰ τὴν θερμότητα καὶ τὴν ἔηρότητά ἐστί τινα ἐναντία, καὶ τοῦ σκεπάρνου ἐὰν ληφθῶσιν αἱ ποιότητες, καθ’ ἅς ἐστιν αὐτῷ τὸ εἶναι, εὑρήσει κατὰ ταύτας ἐναντιότητά τινα αὐτῷ· τῷ μὲν γὰρ ὀξεῖ τὸ ἀμβλὺ ἐναντίον, τῷ δὲ βαρεῖ τὸ κοῦφον, δεῖ δὲ καὶ βάρους καὶ ὀξύτητος αὐτῷ· ὁ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων ὀργάνων λόγος), * * * οὔτε τῷ πλούτῳ δὲ καλῶς ἐλήφθη εἶναί τι ἐναντίον. ἡ γὰρ πενία οὐκ ἐναντίον πλούτῳ, ἀλλὰ πλούτου ἀπουσία τε καὶ στέρησις, ἡ δὲ ὑγεία οὐχ ὡς ὄργανον ἀγαθόν, ἀλλ’ ὡς τοῦ σώματος ἀρετή, ἐξ οὗ καὶ τῆς ψυχῆς ὁ ἄνθρωπος. εἰ δέ τις λέγοι τὴν στέρησιν τὴν τοιαύτην, ἀφ’ ἧς οἷόν τε τὴν ἕξιν γενέσθαι πάλιν ἐναντίον, πᾶσιν οὗτος λέγοι ἂν τοῖς ἂν γενέσει εῖναί τι ὲναντίον, οὺ μόνοις τοῖς ὀργάνοις· ἐν πᾶσι γὰρ ἡ τοιαύτη στέρησις.

[*](4 ἐλάμβανε τὸ Sp.: ἐλαμβάνετο libri 8 παρά] πρός aSp. 9 κάλλιστον] μάλιστα Sp.: κάλλιστα Schwartc 17—129,23 τῷ πλούτω—προαιρούμενοι om. GFSL (G in mg.: ἐντεῦθεν λείπεται τὸ τέλος τοῦδε τοῦ δ κεφαλαίου καὶ τὰ λοιπὰ ἄλλα δ αεφάλαια ὁλόκληρα. τὸ δ’ ἑπόμενόν ἐστι τὸ τέλος τοῦ κεφαλαίου τὸ ἀρχόμενον ἐκ τοῦ ‘βιάζονται’’. ὁ ζητῶν δ’ ἴσως εὑρήσει. excidisse plura  signo notatum in S. lacunae vestigium deest in FL.) 22 ἡ add. B2a Sp. 27 ἄλλων V1 in mg. οὐδὲ τῷ πλούτῳ δὴ coni. Sp.: lacunam indicavi 32 λέγοι ⟨ἂν⟩ Sp.: λέγοι V Vict.: λέγει a 33 τοιαύτη] τ in lit. V)
124

Εἰ ἡ κοινὴ ἡδονὴ ἡ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν οὔτε κακόν, διότι ἡ μὲν ἀγαθόν ἐστιν αὐτῆς ἡ δὲ κακόν (τὸ γὰρ κοινὸν οὐκ ἔστιν ἕν τι τῶν ὑπὸ τὸ κοινόν), οὐδ’ ἀδιάφορος ἔσται, εἴ γέ εἰσί τινες καὶ ἡδοναὶ ἀδιάφοροι, ὥσπερ καὶ αἱ μὲν ἀγαθαί, αἱ δὲ μοχθηραί. ταῦτα δ’ ἄν τις ζητήσειεν καὶ ἐπὶ τῶν ἐνεργειῶν, ὧν τέλη πως αἱ ἡδοναί, διὸ καὶ συνδιαιροῦνται αὐταῖς. εἰ γὰρ τῶν ἐνεργειῶν αἱ μέν εἰσιν ἀγαθαί, αἱ δὲ μοχθηραί, αἱ δὲ ἀδιάφοροι, ἡ κοινὴ καὶ ὡς γένος ἐνέργεια λαμβανομένη οὔτ’ ἀγαθὸν οὔτε κακὸν οὔτ’ ἀδιάφορον ἔσται. ἀλλὰ μὴν πᾶν τὸ ὂν ἀναγκαῖον ἢ ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον εἶναι. ἢ πᾶν τὸ ὃν ἐν ὑποστάσει καὶ τὸ εἶναι καθ’ αὐτὸ δυνάμενον· εἰ δέ τι κοινὸν εἴη, ὑφ’ ὃ ταῦτα πάντα ἐστίν, ἐκεῖνο οὐκέτι σἷόν τε τούτων τι εἶναι τῷ πάντα ἔχειν ὑφ’ αὐτό. οὐδὲ γὰρ ἐπεὶ πᾶν ζῷον τὸ ἐν ὑποστάσει ὃν ἢ λογικόν ἐστιν ἢ ἄλογον, διὰ τοῦτο καὶ τὸ κοινὸν τὸ ὡς γένος κατὰ τῶν ἐν ὑποστάσει κατηγορούμενον ἐν θατέρῳ τούτων ἐστί. οὔτε οὖν ἡ κοινὴ ἡδονὴ οὔτε ἡ κοινὴ ἐνέργεια ἔσονται ἢ ἀγαθὰ ἢ κακὰ ἢ ἀδιάφορα, πάσης ἡδονῆς καὶ πάσης ἐνεργείας τῆς ἐν ὑποστάσει τούτων τι ἐχούσης. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, συνδιαιροῦνται, καὶ αἱ μὲν ἐπιγινόμεναί τε καὶ ἑπόμεναι ταῖς ἀγαθαῖς ἐνεργείαις ἀγαθαί, αἱ δὲ ταῖς μοχθηραῖς μοχθηραί. ἀδιάφοροι δὲ αἱ ταῖς ἀδαφόροις, ἐπιζητήσαι τις ἂν, πῶς χρὴ περὶ λύπης λέγειν, ἐπειδὴ αὕτη ἐναντία τῇ ἡδονῇ. εἰ γὰρ καὶ ταύτην λέγοι τις συνδιαιρεῖσθαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνεται, πρῶτον μὲν τίνα τρόπον ἡ διαίρεσις ἔσται; πότερον τὰς μὲν ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινομένας ἐροῦμεν κακάς, τὰς δὲ ἐπὶ ταῖς μοχθηραῖς ἀγαθάς, τὰς δὲ ἐπὶ ταῖς ἀδιαφόροις ἀδιαφόρους; ἢ ἄτοπον τὸ λέγειν ἐν ἀγαθῷ εἶναι τὸ λυπούμενον ἐπὶ ταῖς μοχθηραῖς ἐνεργείαις, ὃς ἐνεργεῖ; ἐν κακῷ γὰρ ὁ τοιοῦτος. πῶς γὰρ οὐκ ἐν κακῷ ὁ ἐν τοιαύταις ἐνεργείαις ὤν; ἔπειτα ἡ μὲν ἡδονὴ εὐλόγως ἐδόκει συνδιαιρεῖσθαι ταῖς πρὸ αὐτῆς ἐνεργείαις (κατ’ οἰκειότητα γὰρ τὴν πρὸς αὐτὰς ἐγίνετο καὶ ὡς τέλος τι ἦν αὐτῶν), ἡ δὲ λύπη ἀλλοτριότητός ἐστι σημεῖον τοῖς ἐφ’ οἷς γίνεται. ἢ εὔλογον δι’ αὐτὸ τὴν ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινομένην εἶναι κακήν, διότι ἀλλοτρία ἐστὶ τῶν ἀγαθῶν, καὶ διὰ ταῦτα τὴν ἐπὶ ταῖς κακαῖς ἀγαθήν, ὅτι ἐστί τις ἀλλοτρία τῶν κακῶν, ὅτι τε ὁ λέγων τὴν τοιαύτην λύπην ἀγαθὸν οὐ τὰς ἐνεργείας ἐφ’ αἷς γίνεται, τίθησιν ἀγαθὰς εἶναι, ἀλλὰ τὴν ἀλλοτριότητα πρὸς τὰς τοιαύτας ἐνεργείας ἢ περιστάσεις τε καὶ τύχας. ἢ ὅλως ἄτοπον τὸ τὴν λύπην [*](5 οὐδ’ scripsi: οῦτ’ libri ἀδιάφορόν ἐστιν coni. Sp. 6 ἀδιάφοροι scripsi (,,indiferenttes“ Bagolinus): διάφοροι libri ταῦτα δ’] ταὐτόν coni. Sp. 10 ἀδιάφοροι V 11 ᾖ πᾶν coni. Sp. 14 pr. ἢ] ή V 15.16 κατηγορούμενον] inter ο et ν una littera erasa V 16 θατέρω V 21 ἀδιαφόροις] φ in lit. V 26 ἐν add. B2a Sp. alt. τὸ] τὸν B2a Sp. 27.28 πῶς γὰρ οὐκ] ως γὰρ οὐκ in lit. V 31 τοῖς Vict.: τῆς libri δι’ αὐτὸ] fortasse διὰ ὰ τὸ)

125
οὕτως διαιρεῖν. δοκεῖ γὰρ ἡ λύπη τῇ ἑαυτῆς φύσει κακὸν εἶναι τοῖς ἔχουσιν αὐτήν. ἀλλ’ εἰ λύπη κακόν, τὸ δ’ ἐναντίον τῷ κακῷ ἀγαθὸν ἢ κακόν, δεήσει καὶ τὴν ἡδονὴν ἐναντίαν οὖσαν τῇ λύπῃ ἀγαθὸν ἢ κακὸν εἶναι. εὑρέθη δὲ οὔτε πᾶσα ἀγαθὸν οὔσα οὔτε πᾶσα κακόν, ἣν δέ τις καὶ ἀδιάψγορος. ἄρ’ οὖν ἡ μὲν ἀγαθὴ οὕτως ἔσται ἐναντία τῇ λύπῃ, ὡς ἀγαθὸν κακῷ, ἡ δὲ μοχθηρὰ ὡς κακὸν κακῷ; ἀλλ’ εἰ οὕτως, τί χρὴ περὶ τῆς ἀδιαφόρου λέγειν; ἦν γὰρ ἐπὶ ταῖς ἀδιαφόροις ἐνεργείαις γινομένη, ἥτις οὐκ ἔσται ἐναντία λύπῃ, ἔσται τῷ κακῷ οὐ μόνον κακὸν καὶ ἀγαθὸν ἐναντία, ἀλλὰ καὶ ἀδιάφορον, ὅπερ οὐ δοκεῖ. ἢ χρὴ τῶν ἡδονῶν καθόλου διαίρεσιν ποιησάμενον λαβεῖν τὰς μέν τινας αὐτῶν εἶναι κατὰ φύσιν τοῖς ἡδομένοις αὐτάς, τὰς δὲ παρὰ φύσιν. κατὰ φύσιν μὲν τὰς γινομένας ἐπὶ ταῖς κατὰ φύσιν ἡδομένοις ἐνεργείαις, παρὰ φύσιν δὲ ὧν καὶ ἐνέργειαι τοιαῦται. ἑκάστῳ γὰρ ζῴῳ εἰσί τινες οἰκεῖαί τε καὶ κατὰ φύσιν αὐτῶν ἐνέργειαι. καὶ γὰρ ἀνθρώπου εἰσὶν ἐνέργειαί τινες κατὰ τὴν ἀνθρώπου γινόμεναι φύσιν, καὶ ἵππου κατὰ τὴν τοῦ ἵππου, καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων ὁμοίως, ὧν καὶ τὰς ἡδονὰς κατὰ φύσιν καὶ αὐτὰς χρὴ λέγειν ἐκείνοις, τὰς δ’ ἐπὶ ταῖς ὑπό τινων οὐ κατὰ τὴν οἰκείαν φύσιν αὐτῶν γινομέναις ἐνεργείαις ἡδονὰς παρὰ φύσιν (διὸ καὶ ὁμωνύμους ἐκείνας), ὧν τὰς μὲν κατὰ φύσιν ἑκάστοις καὶ ἡδονὰς κυρίως εἶναι ῥητέον, τὰς δὲ παρὰ φύσιν ἐκείνοις τοῖς ἡδομένοις αὐτὰς ἡδονάς, οὐ μὴν κυρίως τε καὶ ἁπλῶς ἡδονάς, ὥσπερ καὶ ὑγιεινὰ τὰ μὲν ἀπλῶς, τὰ δὲ τοῖσδε, καὶ τὰς μὲν ἀληθῶς τε καὶ κυρίως ἡδονὰς ἀγαθὰς εἶναι τοῖς ἡδομένοις αὐτὰς ῥητέον, τὰς δὲ παρὰ φύσιν γινομένας τισὶν οὐκ οὔσας ἀπλῶς ἡδονὰς μοχθηράς τε καὶ κακάς. εἰ δὴ μάλιστα ἄνθρωπος καὶ κατὰ φύσιν ἔχων μάλιστα ὁ ἀγαθός, εἶεν ἂν καὶ ἀνθρώπῳ κατὰ φύσιν ἡδοναὶ μάλιστα αἱ τούτῳ φαινόμεναι, καὶ ἡδέα οἷς οὖτος χαίρει. ὅσα δὲ τούτῳ δυσχερῆ, ταῦτα παρὰ φύσιν τε καὶ οὐχ πλῶς ἡδέα, εἰ καὶ ἥδοιντό τινες ἐπ’ αὐτοῖς. διάφεροιεν δ’ ἂν καὶ τῶν κατὰ φύσιν ἑκάστῳ ἡδονῶν τῷ αἱ μὲν αὐτῶν μᾶλλον, αἱ δὲ ἧττον οἰκεῖαι εἶναι. οὕτω δ’ ἂν εἴη τῇ λύπῃ κακῷ ὄντι ἡ κυρίως τε καὶ ἁπλῶς ἡδονὴ ἐναντία οὖσα ἀγαθὸν πᾶσα, εἰ καὶ μὴ ὁμοίως, αἱ δὲ παρὰ φύσιν οὕτε ἡδοναὶ ἁπλῶς οὔτε ἀγαθαί, --- εἶεν δ’ ἂν καὶ ἐπὶ τοῖς ἀδιαφόροις τοιαῦται· οὐδὲ γὰρ τὰ ἀδιάφορα ἐν τοῖς κατὰ φύσιν. ἡδονῇ δὲ ἐναντίον λύπη, ἀλλ’ οὐ πόνος, εἴ γε πόνος θλῖψιν σωματικὴν δηλοῖ καὶ λύπην τινά, ἀλλ’ οὐ τὴν ἁπλῶς. ἡ δὲ λύπη ἡ καθόλου τὴν τοιάνδε ψυχικὴν διάθεσιν σημαίνει, εἴτ’ ἐπὶ θλίψει γίνοιτο σωματικῇ εἴτ’ ἐαὶ διαθέσει τινὶ ψυχικῇ, ὥσπερ καὶ ἡ ἡδονὴ οὐχὶ σωματικὴ μόνον, ἀλλὰ καὶ ψυχική. τῇ κοινῇ οὖν ἡδονῇ λύπη κοινὴ οὖσα ἐναντίον, ἡ δ’ ἐπὶ ταῖς παρὰ φύσιν ἡδονή, [*](1 δοκεῖ] εῑ in lit. V 8 οὐκ] fortasse εἰ λύπῃ a: λύπη V ἔσται γὰρ οὕτω τῷ Sp. 11 δὲ δὲ V 12 ἡδομένοις scripsi: ἡδομένας VB: γινομέναις Ba Sp. 20 ἐκεῖνοισ sic V 20. 21 οὐ μὴν—ἡδονάς om. Ba Sp. 31 lacunam indicavi 34 καθόλον Sp. ψυχικὴν] κὴν in litt. 5 litterarum V 35 pr. εἴτ’ B2a Sp.: εἴδ’ VΒ 37 λύπη ⟨ἡ⟩ coni. Sp. fortasse τοῖς ἡδονὴ—p. 126,1 ἀγαθὸν in lit. V)
126
φθείρουσα τὴν ἐπὶ τοῖς κατὰ φύσιν ἡδονὴν οὖσαν ἀγαθὸν, ὁμοίως τῇ οἰκείᾳ λύπῃ, εἴη ἂν καὶ αὐτὴ κακόν ὡς ὑπερβολὴ γὰρ τὸ ἐφ’ οἷς μηδὲ γενόμενον, ὡς εἶναι πᾶσαν μὲν λύπην κακόν, τῶν δ’ ἡδονῶν τὰς μὲν κατὰ φύσιν τε καὶ κυρίως ἡδονὰς ὡς ἀγαθὰ ἐναντίας εἶναι ταῖς λύπαις, τὰς δὲ παρὰ φύσιν ὡς κακὸν κακῷ.

Ὁ μὲν γὰρ πόνος σωματικήν τινα θλῖψιν ἐμφαίνει, ἡ δὲ λύπη ψυχικὴν συστολήν. εἰ μὲν οὖ καὶ ἡ ἡδονὴ πᾶσα ἦν ἐν σωματικῇ διαχύσει, ἦν ἂν ὁ πόνος αὐτῇ ἐναντίος, ἐπεὶ δ’ ἐστὶν ἡδονὴ διάχυσίς τις τῆς ψυχῆς οὐ διὰ σώματος οὐδ’ ἐπὶ σώματι γινομένη μόνῳ, οὐκ ἂν εἴη τῇ τοιαύτῃ ἡδονῇ ἐναντίον πόνος, ἀλλὰ λύπη. ἡ μὲν γὰρ λύπη καὶ ἐπὶ ταῖς θλίψεσι τοῦ σώματος καὶ αὐτῆς τῆς ψυχῆς ἐφ’ αὐτῆς, ὥσπερ καὶ ἡ ἡδονή, ὁ δὲ πόνος ἐπὶ σώματι μόνον. διὸ εἴη ἂν ἁπλῶς μὲν ἡδονῇ λύπη ἐναντία, τινὶ δὲ ἡδονῇ ἡ ὡς πόνος. τῇ γὰρ σωματικῇ διαχύσει καὶ τῇ τοῦ σώματος εὐσθενείᾳ καὶ τῇ ἐπὶ τούτοις ἡδονῇ εἴη ἂν ἡ τοῦ σώματος θλῖψίς τε καὶ ὀδύνη ἐναντία. ὁ δὲ ἐπὶ τῆς ψυχῆς λεγόμενος πόνος, ὡς λέγονταί τινες φιλόπονοι, οὐδὲ τὴν ἀρχὴν ἐναντίος ἡδονῇ· μεθ’ ἡδονῆς γοῦν γίνεται. εἰ δέ τις ἐπὶ τῷ πονεῖν λυποῖτο, ἡ λύπη ἄν, οὐχ ὁ πόνος εἴη τὸ ἐναντίον τῇ ἡδονῇ. οὔσης δὲ λύπης τῇ ἡδονῇ ἐναντίας πᾶσα μὲν λύπη κακὸν εὐλόγως ἂν λέγοιτο· τῇ γὰρ αὐτῆς φύσει φευκτή. ἡ δ’ ἡδονὴ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ὅσαι μὲν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς ἡ ἡδονὴ ὑπερβολὴν ἔχουσιν, ἕξουσιν ὁμοίως καὶ αἱ ἐπ’ αὐταῖς ὑπερβολὴν ἡδοναί, τοιαῦται δ’ αἱ σωματικαί. διότι τούτων αἱ μὲν σύμμετροι αἱρεταί, ὁποῖαί εἰσιν καὶ αἱ περὶ τὰ ἀναγκαῖα τὰ πρὸς τὸ σῶμα (αἱρετὰ γὰρ καὶ τὰ ἀναγκαῖα), αἱ δ’ ὑπερβάλλουσαι φευκταί, ὁποῖαί εἰσιν αἱ τῶν ἀκολάστων, καὶ εἴη ἂν ἐπ’ αὐτῶν καὶ ἡ λύπη ὡς ἔνδειά τις κακόν, καὶ ἡ ὑπερβάλλουσα ἡδονὴ ὡς ὑπερβολή τις, ἡ δὲ σύμμετρος ἀγαθὸν ἐν μεσότητί πως οὖσα τῶν προειρημένων. ὧν δ’ ἡδονῶν μὴ ἔστιν ὑπερβολή (τοιαῦται δ’ εἰσίν, ὅσαι ἐπὶ ἐνεργείαις γίνονται, ὅσων τὸ αἱρετὸν ἐκ τῆς ἐπιδόσεως τε καὶ προσθήκης αὔξεται, ὁποῖαί εἰσιν αἱ γινόμεναι κατὰ τὰς ἀρετάς), ἐπὶ τούτων οὐδὲ τῶν ἡδονῶν ἔσται τις ὑπερβολή· διὸ αἱ τοιαῦται αἱρεταί τε καὶ ἀγαθαὶ τῇ οἰκείᾳ φύσει πᾶσαι. |

[*](1 τοῖσ] ταῖσ a Sp. 2 κακόν VB¹: ἐναντίον ὡς κακὸν κακῷ B2a Sp. τὸ ἐφ’ οἷς μηδὲ γενόμενον VB¹: ἐλλείψει β Sp. 8 διαχύσει Vict. (ubique restituit): διαλύσει litbri 9 ὁ om. a Sp. αὐτῇ Sp.: αὐτῆς libri διάλυσις V 10. 11 τῇ τοιαύτῃ ἡδονῇ Sp.: τῆς τοιαύτης ἡδονῆς libri 13 ἐναντία V: ἐναντίον Βa 14 διαλύσει V 19 τῇ ἡδονῇ B2 Sp: τῆς ἡδονῆς libri bis 21 ὅσαι B2a Sp.: ὅσα libri 22 αὐταῖς] υ in lit. V 23 διό coni. Sp. 21 post τῶν add. ἐνεργειῶν, εἰ δὲ τῶν B2a: τῶν ⟨ἐνεργειῶν ἡδονῶν⟩ coni. Sp.)