Ἠθικὰ προβλήματα [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ὡσπερ οὐ λέγεται πολλαχῶς τὸ ζῷον, ἐπεὶ τὸ μέν ἐστιν αὐτοῦ λογικὸν τὸ δ’ ἄλογον, ἀλλ’ οὐδὲ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μὲν καθ’ ὑπερβολήν, ἡ δὲ κατὰ ἔνδειαν, οὕτως οὐδὲ τὸ ἀκοῦ σιον πολλαχῶς, ἐπεὶ τὸ μὲν αὐτοῦ βίᾳ, τὸ δὲ δι’ ἄγνοιαν. μέρη γὰρ ἢ εἴδη τοῦ ἀκουσίου ταῦτα. εἰ δὲ μὴ πολλαχῶς τὸ ἀκούσιον, οὐδ’ ἂν ὁ τόπος ἔτι διὰ τοῦτο διαβάλλοιτο ὁ ἀξιῶν εἰ τὸ ἕτερον τῶν ἐναντίων πολλαχῶς, καὶ τὸ ἕτερον πολλαχῶς· οὐ πολλαχῶς δὲ τὸ ἑκούσιον τοῦ ἀκουσίου τοῦ ἐναντίου αὐτῷ πολλαχῶς λεγομένου’; οὐδὲ γὰρ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μέν ἐστιν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ. γένος γάρ τι ἡ κακία ἐπὶ εἴδεσιν τῇ τε ὑπερβολῇ καὶ τῇ ἐνδείᾳ, καὶ ὥσπερ κακία μὲν ἑκατέρα, καὶ ἡ ἐν ὑπερβολῇ καὶ ἡ ἐν ἐνδείᾳ (οὐδὲ γὰρ σἶόν τε ἄμα τὸν κακὸν κατ’ ἄμφω κακὸν εἶναι, οὐ μέντοι καὶ ἡ ἀρετὴ ἤδη διπλῆ ἑκατέρᾳ τῶν κακιῶν ἰδία τις ἀντικειμένη· οὐ γὰρ αὔταρκες πρὸς ἀρετὴν τὸ μὴ εἶναι ἐν ὑπερβολῇ, ἢ πάλιν τὸ μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ δεῖ, εἰ ἀρετὴ ἔσοιτο, ἐν μηδετέρῳ ἐκείνων εἶναι) οὕτως καὶ τὸ ἑκούσιον ἐν τῇ ἑκατέρου τῶν ἐν οἷς τῷ ἀκουσίῳ τὸ εἶναί ἐστιν ἀντιθέσει ἅμα τὸ εἶναι ἔχει. δεῖ γὰρ τὸν ἑκουσίως τι ποιοῦντα ἐν αὐτῷ [*](6 γὰρ χάριν B2 coni. Sp. 7 αρετάσ V τ’ ἔχειν coni. Sp. 9 ἄρα (in mg. m¹ VB: ὁ γὰρ ἄνθρωπος GFS (S² in mg. ἄρα) MNL: ὁ ἄνθρωπος ἀρα a Sp. 11 οὐ—γίνονται] sententiaaut manca (ἀρεταὶ ἀρετῶν] υ ἀρ in lit. V 21 οὐδὲ coni. Sp.: οὔτε libri 22 ἡ] ἠ V 24 post ὁ litura V 26 οὐδὲ Sp.: οὕτε libri 27 γένος] τινὸς a 29 ἐν Sa Sp.: ἐπὶ V 30 ἡ om. aSp. διπλῇ a Sp. ἑκατέρα corr. in ἑκατέραι v. c. V 31 ἤ add. v. c. V 32 δεῖ] δὴ a 34 δεῖ S2B (in lit.) a: διὰ VS1 αὐτῷ V)

132
τε τὴν ἀρχὴν ἔχειν τῶν πραττομένων καὶ ἔτι εἰδέναι τὰ καθ’ ἕκαστα, ὧν τὸ μὲν τοῦ βίᾳ ἀναιρετικόν ἐστι, τὸ δὲ τοῦ δι’ ἄγνοιαν. διὸ ἅμα ἀμφοτέροις τοῖς τοῦ ἀκουσίου μέρεσιν ἀντίκειται τὸ ἑκούσιον ἐκείνων μηδὲ ἤδη δυναμένων. οὐ γὰρ οἷόν τε τὸν βίᾳ τι ποιοῦντα ἢ πάσχοντα καὶ ἀγνοοῦντα τὰ καθ’ ἕκαστα ἁμαρτάνειν. οὐδὲν γὰρ πρὸς τὸ ἀκουσίως ποιεῖν τοὺς βιαζομένους ὑπό τινων συντελεῖ ἡ ἄγνοια ἢ γνῶσις τῶν καθέ κάστα. οὐκ ἀναιρεῖται δὲ ὁ τόπος οὐδὲ ὑπὸ τοῦ τὸ μὲν φιλεῖν πολλαχῶς λέγεσθαι, τὸ δὲ μισεῖν ἐναντίον ὄν αὐτῷ μηκέτι λέγεσθαι πολλαχῶς. εἰ μὲν γὰρ ἦν τὸ μισεῖν παντὶ τῷ φιλεῖν ἐναντίον, καὶ μὴ πολλαχῶς ἐλέγετο, ἀνῃρεῖτο ἂν ὁ τόπος· εἰ δὲ τὸ μισεῖν μόνῳ ἐστὶν ἐναντίον τῷ φιλεῖν τῷ κατὰ διάθεσιν, οὐκέτι δὲ καὶ τῷ καταφιλεῖν, οὐ διαβάλλεται ὁ τόπος. τότε γὰρ διαβάλλοιτο ἄν, εἰ παντὶ τῷ σημαινομένῳ ὑπὸ τοῦ πολλαχῶς λεγομένου ὄν ἐναντίον τι μὴ εἴη καὶ αὐτὸ πολλαχῶς λεγόμενον. τῷ γὰρ λευκῷ πολλαχῶς λεγομένῳ τὸ μέλαν ἐναντίον ὂν πολλαχῶς λέγεται, ὅτι πᾶσι τοῖς σημαινομένοις ὑπὸ τοῦ λευκοῦ ἐναντίον ἐστίν· καὶ γὰρ τῷ ἐν χρώματι λευκῷ καὶ τῷ ἐν φωνῇ ἐναντίον τὸ μέλαν, ὡς εἴ γε μόνον ἦν τῷ ἑτέρῳ αὐτῶν ἐναντίον, οὐδ’ αὐτὸ ἂν ἐλέγετο πολλαχῶς.

“Ἔοικεν δὴ τὸ βίαιον εἶναι, οῦ ἔξωθεν ἡ ἀρχή, μηδὲν συμμβαλλομένου τοῦ βια σθέντος’’. Ὅτι τὸ ἐν ᾗ μηδὲν συμβάλλε ταί ὁ πράττων ἢ ὁ πάσχων εἶπεν ἐν τοῖς ἔμπροσθεν ἀντὶ τοῦ ὁ βιασθείς, διὰ τοῦ νῦν εἰρημένου ἔδειξεν μεταλαβὼν καὶ μηκέτι εἰπών μηδὲν συμβαλλομένου τοῦ πράττοντος ἢ πάσχοντος’, ἀλλὰ ἀντὶ τούτων εἰπών τοῦ βια σ θέντος. ποτὲ μὲν πράττειν λέγομεν, ποτὲ δὲ πάσχειν· καὶ γὰρ βιασθεὶς ἔπραξεν’ καὶ ‘βίᾳ ἔπαθεν’ λέγομεν. ἀρχὴν δ’ ἂν λέγοι ἔξωθεν εἶναι ἐπὶ τῶν βιαζομένων τὴν ποιητικήν. ἡ μὲν γὰρ τελικὴ καὶ οὖ ἕνεκεν αἰτία οὖσα ἔξωθέν ἐστιν ἐπὶ πάντων τῶν πρασσομένων, εἴ γε πᾶς ὁ πράττων ἕνεκά του πράττει ὃ πράττει, ὅ ἐστιν ἐκτὸς αὐτοῦ. ἔτι τε οὐδ’ ἂν εἴη ἐν τοῖς βίᾳ τι πράττουσιν ἢ πάσχουσιν ἡ ὡς τέλος αἰτία. οὐ γὰρ ὁ βιαζόμενος ὑπό τινος τέλος τι ἔχει προκείμενον αὐτῷ, οὖ χάριν ὑπὸ τοῦ βιαζομένου βιάζεται. τῷ μὲν γὰρ βιαζομένῳ τινὰ καὶ τοῦτο πράττον ἢ τέλος τι πρόκειται, καὶ διὰ τοῦτο τοῦτον, ὃν βιάζεται, βιάζεται, αὐτῷ δὲ οὐδέν. οἱ δὲ [*](2. 3 ἀμφοτέροις] ἀμφοτέρας a 7 ὑπὸ] ἐπὶ aSp. 10 τῷ BSaa Sp.: τοῦ VB¹S 14 ὄν om. aSp.· 16 τῷ] τὸ a 18 titulum ea form reddunt Vict. et Sp. quas exstsat in tabula ἐκ τοῦ τρίτου] Eth. Nic. Ill, 1. 1110b 15 21 ἐν B2: in lit. Vict.:? ἐν ἡ VB¹aSp. 22 ἐν τοῖς ἔμπροσθεν] th. Nic. III, 1.1110a2 23 μεταβαλῶν ,vir doctus in e,emplo bitbl. univ. Monac.“ Sp. 24. 25 μὲν γὰρ πράττειν aSp. 25 λεγο |μὲν (υ sive ου supraν v. c.?) V 28 τοῦ sic V 29 πράττει 8 B² Vict. Sp.: πράττειν ὃ VFa αὑτοῦ V 30 ἢ ὡς a 31 αὐτῷ aSp. 32 πράττον ἡ V: πράττοντι SΒ (ante τέλος rasura) a Sp.: fortasse καὶ ⟨τοῦ⟩ τοῦτο πρ άττεῖν τέλος 23 ὃν om. aSp. βιάζεται addidi)

133
πάσχοντες τὰ βίαιά εἰσιν, ὧν ἔξωθέν ἐστιν ἡ ἀρχὴ ἡ ποιητική, μηδὲν εἰς τὸ γινόμενον τοῦ πάσχοντος συμβαλλομένου τε καὶ συμπράττοντος, ὡς ἔδειξεν γινόμενον ἐπὶ τῶν πλεόντων, ὅταν ὑπὸ πνεύματός τινος ἐξωσθῶσιν, καὶ ὑπὸ τῶν κυρίων ὄντων καὶ ἀγόντων τοὺς ἡττημένους, ὅπῃ ἂν αὐτοῖς δοκῇ. οὐκ εἴ τις δὲ βιαζόμενος ὑπό τινος κινήσαι τι τῶν ὀργανικῶν μορίων κίνησίν τινα, ἢ συντελεῖ πρὸς τὸ γινόμενον βίᾳ, οὖτος ἤδη συμβάλλοιτο ἂν ἡ τοῦ πρὸς τὸ γινόμενον βίᾳ (οὐ γὰρ εἰ ἀπωσθεὶς ὑπό τινος κινήσας τὰ σκέλη ἐμπέσοι τινὶ ἢ καταβάλοι τι, ἤδη ἂν λέγοιτο συντελεῖν πρὸς τὸ γινόμενον), ἀλλ’ εἰ μὲν κατὰ τὴν οἰκείαν ὁρμὴν καὶ πρόθεσιν ποιήσαι τοῦτο, εἴη ἂν συντελῶν· εἰ δὲ κατὰ συνήθη τινὰ καὶ φυσικὴν μεταφορὰν τῶν σκελῶν κινηθείη, οὐκέτι, ὅπερ εἶπεν καὶ Ἀριστοτέλης διὰ τοῦ καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν τὰ ὀργανικὰ μέρη ἐν ταῖς τοιαύαταις πράξε σιν ἐν αὐτῷ ἐστιν. ὁ γὰρ ἐκ τῆς νεὸς τὰ φορτία ταῖς αὐτοῦ χερσὶν ἐκβάλλων εἰς τὴν θάλασσαν διὰ τὸν κίνδυνον, οὐχ ὅτι κινεῖ τὰς χεῖρας ἑκὸν ποιεῖ, ἀλλ’ ὅτι προελόμενος τοῦτο ποιῆσαι, οὕτως αὐτὸ ποιεῖ, οὐκέτι (δὲῶ οἱ δι’ ἡδονῆς τι ποιοῦντες βίᾳ, ὅτι αὐτοὶ ποιοῦσιν ἃ ποιοῦσιν διὰ τὴν ἡδονήν, ἀλλ’ οὐκ ἔξωθεν τὸ ποιοῦν ἔχουσιν· τὸ γὰρ ἡδὺ ὡς τέλος καὶ σκοπὸς αἴτιον, ἀλλ’ οὐχ ὡς τὸ ποιοῦν.

Ὅτι οἰκεία ἡ ἡδονὴ τῇ ἐνεργείᾳ. ἐφ’ γίνεται, καὶ οὐκ ἔστιν ἡ μὲν ἡδονὴ ὁμοειδὴς πᾶσα, κατὰ τὸν ἀριθμὸν μόνον ἄλλη ἄλλης διαφέρουσα, τὰ δὲ ποιητικὰ τῶν ἡδονῶν διαφέρει, ἀλλ’ εἰσὶν καὶ αἱ ἡδοναὶ ὁμοίως ἀλλήλων διαφέρουσαι, ὥσπερ καὶ τὰ ποιητικὰ αὐτῶν, ἐναργῶς ἔδειξεν Ἀριστοτέλης διὰ τοῦ δεῖξαι τὰς οἰκείας ταῖς ἐνεργείαις ἡδονὰς συναυξούσας τὰς ἐνεργείας, ἐφ’ αἷς γίνονται. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὰς κατὰ γεωμετρίαν ἐνεργείας, καὶ ἡ ἐπὶ τῷ κιθαρίζειν τὰς κατὰ τὴν κιθαριστικήν, ὡς ἔχουσαι πρὸς αὐτὰς οἰκειότητα καὶ διαφέρουσαι ἀλλήλων κατὰ ταὐτὰ ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται. εἰ γὰρ ἤσαν αἱ ἡδοναὶ αἱ αὐταί, οὐκ ἂν ἥδε μὲν τάσδε, ἥδε δὲ τάσδε τὰς ἐνεργείας συνηῦξεν. οἷς μὲν γὰρ ἀθροίζειν χρήματα πρόκειται, δι’ ὧν ἐνεργειῶν ἡγοῦνται δύνασθαι τοῦτ’ αὐτοῖς περιγενέσθαι, ταύτας ἐνεργοῦσιν, καὶ δι’ ὧν πλεῖον, μᾶλλον, ὡς ὄντος [*](3 ἔδειξεν] cf. l. c. 1110a3 ὑπὸ] ὁ in lit. V 4 ὑπὸ] ἐπὶ Sp. 6 οτος a Sp.: οὕτως libri 7 ἡ τοῦ om. aSp.: δι’ αὐτοῦ Diels καταβάλοι Diels: καταβάλλοι 1ibri 8 κηνήσασ V 10 ποιήσαι Diels: ποιήσει a Sp.: ποιήσῃ V συνήθῇ sic V 11 εἶπεν] ic. Eth. III, 1.1110a15 14 κινεῖ] ι in lit. V 16 δὲ add. B²S2 Sp. δι’ ἡδονῆς] διὰ ἡδονὴν aSp. 19 titulum eaforma qua exstat in tabula reddunt s² Vict. Sp. 21 κτὰ sic V 23 ἐδειέεν] t. Vic. K,5. 1175a 20sqq. 24 ἐφ’ ας γίνονται add. ante ἡδονὰς F8aa Sp. συναυξομένας FS1 25 τὰς ἐνεργείας B2a Sp.: ταῖς ἐνεργείαις VB9 26 ἡ addidi τὰς — (28) γίνονται om. S1 28 ταὐτὰ 2 Vict. Sp.: τ’αῦτὰ V: ταῦτα SFa ἐνεργείαις] ἡδοναῦς Vict. 31 περιηίιεδαι  a Sp.)

134
τινὸς ἑνὸς καὶ τοῦ αὐτοῦ τῶν ἀδιαφόρων ἐνεργειῶν περιγινομένου. διὸ οἱ αὐτοὶ διὰ τῶν διαφόρων κτῶνται τὰ χρήματα, καὶ οὐδὲν μᾶλλον διὰ τῶνδε ἢ τῶνδε, ἅ ἐστι κτημάτων τε καὶ πλούτου περιποιητικά. ἐπὶ δὲ τῶν ἡδονῶν οὐχ οὕτως. οὐ γὰρ ὡς ἀπὸ πάντων τῶν ποιητικῶν ἡδονῆς τῆς αὐτῆς περιγινομένης ἡδονῆς, δι’ ὧν μάλιστα γίνεται ταῦτα, ζητοῦσιν, ἀλλ’ ὡς ἄλλων οὐσῶν τῶν ἐπὶ διαφόροις γινομένων ἐνεργείαις τὰς ἐπὶ ταῖσδε γινομένας αἱροῦνται, καὶ λυποῦνταί γε καὶ ἄχθονται ταῖς ἀπαγούσαις αὐτοὺς ἀπὸ τῶνδε τῶν ἐνεργειῶν ἐνεργείαις τε καὶ ἡδοναῖς, ὡς ἐμποδών γινομέναις ταῖς προκειμέναις αὐτοῖς ἡδοναῖς διὰ τοῦ τὰς ἐνεργείας ἐμποδίζειν, ἐφ’ αἷς γίνονται. φθαρτικαὶ γὰρ ἀλλήλων, ὥσπερ ἐνέργειαι, ἐφ’ αἷς ἡδοναί, οὕτως δὲ καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί. καίτοι, εἰ ἤσαν ὁμοαἱ ἡδοναὶ πᾶσαι, καὶ τὰς ἐνεργείας ἠρούμεθα τῶν ἡδονῶν χάριν. ἧκαν ἂναἱρετώταται ἐνέργειαι αἱ μαλιατα ποιοῦσαι τὴν ἡδονἡν. εἰ δ’ οὐκ ἀπὸ τῆς γινομένης ἡδονῆς ἡ τῶν ἐνεργειῶν τῶν ποιητικῶν αὐτῶν κρίσις, ἔμπαλιν δὲ ἀπὸ τῶν ἐνεργειῶν τὰς ἡδονὰς κρίνομεν, οὔτ’ ἂν διὰ τὰς ἡδονὰς αἱ ἐνέργειαι τὸ αἱρετὸν ἔχοιεν, οὔτε ὁμοειδεῖς ἂν εἶεν ἀλλήλαις. ἔτι δέ, εἰ ὃ ποιοῦμεν ἐφ’ αἷς λυπούμεθα ἐνεργείαις (παυόμεθα γὰρ τοῦ ἐνεργεῖν αὐτάς), τοῦτο ποιοῦμεν εἰς αὐτάς, ὅταν ἡδώμεθά τισιν ἄλλαις ἐνεργείαις, δῆλον ὡς οἰκεῖαι ταῖς ἐνεργείαις αἱ γινόμεναι ἐπ’ αὐταῖς ἡδοναί. ἔτι τοῖς μὲν σώφροσιν αἱ αἰσχραὶ ἐνέργειαι λύπην φέρουσιν, ἡδονὴν δὲ αἱ σωφρονικαί τε καὶ καλαί, τοῖς δὲ ἀκολάστοις ἔμπαλιν, οὐκ ἂν εἶεν αἱ ἀπὸ τῶν αἰσχρῶν ὁμοειδεῖς ταῖς ἀπὸ τῶν καλῶν. οὐχ ὅμοιον τὸ ἐπὶ τῶν χρημάτων· οὐ γὰρ τοῖς φρονίμοις τε καὶ σώφροσιν ἡ πορνοβοσκία πενίας αἰτία, τος δὲ μο χθηροῖς περιουσίας, ἀλλὰ καὶ τοῖς σώφροσιν τῆς αὐτῆς εὐπορίας ἂν αἰτία γίνοιτο, εἰ φέροιεν αὐτὰς ἐνεργεῖν. ἐπὶ γὰρ τῶν ἡδονῶν οὐ μόνον αἱ αἰσχραὶ ἐνέργειαι φευκταί, ἀλλὰ καὶ πρὸς τῷ μηδεμίαν αὐτοῖς ἡδονὴν φέρειν καὶ λύπης αὐτοῖς εἰσιν αἰτίαι.

Πῶς, εἰ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, ὡς εἴρηκεν ἐν τῷ ἑβδόμῳ τῶν Νικομαχείων, αἱ δὲ ἐμποδιζόμεναι λυπηραί, δυνήσεται χωρίζεσθαι τῆς ἡδονῆς ἡ ἀλυπία; ἐν ποίαις γὰρ ἐνεργείαις ἔσται; οὔτε [*](1 ἀδιαφόρων GFS¹: ἀδιαφόρων sic V: διαφόρων B²S²aa Sp.: διαφορῶν S¹: fortasse αὐτοῦ τοῦ ἀπὸ τῶν διαφόρων 2 αὐτοὶ] οἱ in lit. V διαφορῶν V 3 ἢ] ἡ V περιποιητικά] ε in lit. V 7 γε] τε coni. Sp. 10 post ὥσπερ add. αἱ aSp. 11 post αἷς add. αἱ aSp. 13 ἂν add. Sp. αλρετώτεραι GFS ποιοῦσαι v. c. VS²Ba Sp.: ποιῆσαι V¹: ποιήσασαι GFS 14 αὐτῆς coni. Sp. 17 post ὃ paululum erasum V 20 εἰ add. aSp. αἱ om. Sp. 25 αἰτία γίνοιτο Sp.: αἴτιοι γίνοιντο libri φέροιεν Sa Sp.: φέροι sic V¹: εν in ng. add. v. c. V: φέροι B1GF: φέροι ἐν B² 26 τοῖς σώφροσι add. ante φευκταί B² 27 αἴτιαι a Sp. 29 ἐνέργείά i. e. ἐνεργεία V 30 ἐν τῷ ἑβδόμῳ] th. Νic. VIl,13. 1153a14 30. 31 δυνήσονται a 31 χωρίζεσθαι V Sp.: χωρήσεσθαι SFG Vict.: χωρήσεται a: χωρίσεται Vict.? ἐνεργείαις] ante αἱ 2 litt. erasae V)

135
γὰρ ἐν ταῖς ἀνεμποδίστοις, οὔτε ἐν ταῖς ἂς ἐνεργοῦμεν ἐμποδιζόμενοι. ἡ δὲ αὐτὴ ἀπορία ἕπεται καὶ τοῖς εἰρημένοις περὶ ἡδονῆς αὐτῷ ἐν τῷ τελευταίῳ, δι’ ὧν λέγει αἰσ θῆ σε ως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης, σής, τελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον τῶν ὑ πὸ τὴν αἴσ θησίν· τοιοῦτον γὰρ μάλιστα εἶναι δοκεῖ ἡ τελεία ἐνέργεια (αὐτὴν δὲ λέγειν ἐνεργεῖν ἢ ἐν ᾧ ἐστι μηδὲν διαφερέτω), καθ’ ἔκα στον δὲ βελτίστη ἐστὶν ἡ ἐνέργεια τοῦ ἄριστα διακειμένου πρὸς τὸ κράτιστον τῶν ὑ π’ αὐτήν. αὕτη δ’ ἂν τελειοτάτη εἴη καὶ ἡδίστη· κατὰ πᾶσαν γὰρ αἴσ θησίν ἐστιν ἡδονή, ὁμοίως δὲ καὶ διάνοιαν καὶ θεωρίαν, ἡδίστη δ’ ἡ τελειοτάτη, τελειοτάτη δ’ ἡ τοῦ εὖ ἔχοντος πρὸς τὸ σπουδαιότατον τῶν ὑ π’ αὐτή ν. καὶ γὰρ ἐκ τούτων καὶ τῶν τούτοις ἐφεξῆς λεγομένων ἡ αὐτὴ ἀπορία συνίσταταί τε καὶ μένει. ἀλλὰ μὴν δοκεῖ αὐτοῖς μέση τις εἶναι κατάστασις ἡδονῆς τε καὶ λύπης. ἢ πρῶτον μέν, εἰ ἐν ταῖς ἐνεργείαις αἱ ἡδοναί τε καὶ λῦπαι ταῖς τῶν αἰσθήσεων καὶ ταῖς τῆς διανοίας τε καὶ θεωρίας, δῆλον ὡς ἐν ταῖς ἀνενεργησίαις ταῖς κατὰ ταῦτα ἐν οὐδετέρῳ τούτων ἐσόμεθα. ἔστιν δὲ ὅτε οὔτε κατὰ τὰς αἰσθήσεις οὔτε κατὰ θεωρίαν ἐνεργοῦμεν, ὡς ἔν τε τοῖς ὕπνοις καὶ ἐν ταῖς χωρὶς ὕπνων ἀναπαύσεσιν. ἔπειτα εἰ ἐν ταῖς βελτίσταις ἐνεργείαις τὸ ἥδιστον, βέλτισται δὲ ἐνέργειαι αἱ τῶν ἄριστα διακειμένων ἕξεων, ὅταν γίγνωνται περὶ τὰ κράτιστα τῶν ὑπ’ αὐτάς, δῆλον ὡς εἰ μὴ οὕτως ἄμφω ἔχοι, οὐκέτ’ ἂν ἥδισται γίνοιντο αἱ ἐνέργειαι. ὀλίγης μὲν οὖν παραβάσεως καὶ ἀνέσεως τοῦ ἐν ἑκατέρῳ κρατίστου γινομένης ἔτι ἂν μένοιεν ἡδεῖαι, εἰ καὶ μὴ ἥδισται. εἰ δ’ ἔτι μᾶλλον ἀνεθεῖεν (δῆλον αἱ εἰς τὸ χωρὶς ἡδονῆς τε καὶ λύπης ἐνεργεῖσθαι αἰτίαι τοῦ χρησίμου χάριν γινόμεναι ὄψεις τε καὶ ἀκοαὶ καὶ ὀσφρήσεις καὶ ἀραί, οἶον τοῦ φυλάξασθαί τι ἢ τοῦ γνωρίσαι), δῆλαί εἰσιν οὔτε τὸ λυπηρὸν ἔχουσαι οὔτε τὸ ἡδύ, εἰ αὐτὸς εἶπεν, ποῖαί εἰσιν ἐνέργειαι μέσαι, δι’ ὧν προσέθηκεν, λέγων πῶς οὖ ν οὐδεὶς συνεχῶς ἥδεται ἢ κάμνει; πάντα γὰρ τὰ ἀνθρ ώπεια ἀδυνατεῖ συνεχῶς ἐνεργεῖν. οὐ γίνεται οὖ ν οὐ δὲ ἡδονή· ἕπεται γὰρ τῇ ἐνεργείᾳ. ἔνια δὲ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ ὁμοίως διὰ ταῦ τό· τὸ μὲν γὰρ πρῶτον παρ ακέκληται ἡ διάνοια, καὶ διατεταμένως περὶ αὐτὰ ἐνεργεἴ, ὥ σπερ [*](2. 3 ἐν τιῷ τελευταίῳ] Εth. Nic. X, 4. 1174b14 3 δὲ καὶ a Sp. post αἴσθησιν add. κειμένων Vict. τοιοῦτον Vict. B² Sp.: τοιούτων VBSa 6 ᾦ] ante ῷ lit. 1 litt. V: in lit. B 7 ἑκάστην B2 Sp. 8 ὑφ’ αὑτὴν Sp. ex Arist. 11 εὖ ἔχοντος B² Vict. Sp.: περιέχοντος VB¹Sa 11. 12 ὑφ’ αὑτὴν aSp. ex Arist. (ὑπ’ οὐ. Arist. K) 14 ἡ a μὲν εἰ] μένει a 15 τε καὶ ταῖς aSp. 20 αἱ om. a Sp. ἀρστα sic V 22 ἑκατέρῳ Fa Sp.: ἑκατέρου V 23 μή V 24 δῆλον αἱ εἰς VB¹B¹: δ. ὡς εἰς B²: δ. ὡς S2aSp.: fortasse δηλονότι εἰς 25 αἰτίαι VBBV: οἶαι αἱ B²SaSp.: fortasse αὗ ται δ’ 26 ἀφαι V 27 εἰ VS¹F: ὅς B2a: ὡς S2 Vict.? Sp.: εἴ γε Schsart post εἷπεν sad. δηλῶν a Sp. ἐνέργείαι sic V 28 λέγων] Eth. Nic. X,10 1175a3 οὐδεῖσ V 29 ἀνθρώπεια corr. ex ἀνθρώπια V 30 καινὰ B2S2a Sp.: κενὰ VB¹B¹F 32 διανοια V 31, 32 παρακέκλιται Sa: παρακέκλισται)
136
κατὰ τὴν ὄψιν οἱ ἐμβλέ ποντες, μετέπειτα δ’ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια, ἀλλὰ παρημελη μένη, διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. ἐν γὰρ ταῖς τοιαύταις ἀνέσεσίν τε καὶ ἠμελημέναις ἐνεργείαις καὶ ἀμαυρώσεσιν τῆς ἡδονῆς τὸ χωρὶς ἡδονῆς ἄλυπόν ἐστιν εὑρεῖν. ὅτι δέ τινων αἰσθανόμεθα οὔτε ἡδόμενοι οὔτε λυπούμενοι, λέγει καὶ ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς. περὶ γὰρ ὀσφρήσεως καὶ τῶν ὀσφρητῶν ἐν αὐτῷ λέγων εἶπεν· φαύ |λως γὰρ ἄν θρω πος ὀ σ μᾶται καἱ οὐ δενὸς αἰσ θάνεται τῶν ὀ σφραντ ῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος. εἰ γὰρ φαύλως, διότι μόνων τῶν ἡδέων τε καὶ λυπηρῶν αἰσθάνεται, δῆλον ὡς ταῖς ἄλλαις αἰσθήσεσιν, αἷς οὐ φαύλως αἰσθανόμεθα, αἰσθανοίμεθ’ ἂν καὶ οὔτε ἡδέων οὔτε λυπηρῶν. ἀλλ’ εἰ καὶ τῶν στερήσεων τῶν αἰσθητῶν ἑκάστῃ αἰσθήσει τῶν οἰκείων αἰσθανόμεθα, δῆλον ὡς ἡ τούτων αἴσθησις οὔτε μεθ’ ἡδονῆς οὔτε μετὰ λύπης γίνοιτο.