Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
α. Ἀπορίαι πρὸς τοὺς τὸ ζῆν οὐκ ἀγαθὸν εἶναι λέγοντας.
β. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.
γ. Ὅτι δικαιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς καὶ κακίας ἐστίτις ἕξις μεταξύ.
δ. Ἀπορίας λύσις τῆς λεγούσης ὀργάνῳ μὲν μηδὲν εἶναι ἐναντίον, πλούτῳ δὲ πενίαν εἶναι ἐναντίον, διὸ μὴ εἶναι τὸν πλοῦτον ὄργανον.
ε. Ἀπορία ὅτι ἡ κοινὴ ἡδονὴ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν οὔτε κακὸν οὖτ’ ἀδιάφορον.
ς. Ὅτι τῇ ἡδονῇ ἡ λύπη ἐστὶν ἐναντίον, ἀλλ’ οὐ πόνος.
ζ. Διὰ τί, εἰ ἡ λύπη πᾶσα κακὸν τῇ ἑαυτῆς φύσει, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθὸν ἔσται τῇ ἑαυτῆς φύσει.
η. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον.
Θ Ὅτι μὴ πάντες οἱ μαρτάνοντες ἀγνοίᾳ τοῦ κακὰ εἶναι καὶ βλαβερὰ ἃ πράττουσιν, ἁμαρτάνουσιν.
ι. Ὅτι ὁ ἄνθρωπος τῶν ἀρετῶν χάριν, ἀλλ’ οὐκ ἔμπαλιν.
ια. Ὅτι μὴ πολλαχῶς τὸ ἀκούσιον, ἐπεὶ καὶ βίᾳ καὶ δι’ ἄγνοιαν.
ιβ. Λέξεώς τινος ἐξήγησις ἐκ τοῦ τρίτου τῶν Νικομαχείων ἠθικῶν Ἀριστοτέλους.
γ. Ὅτι οἰκεία ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἐφ’ ἢ γίνεται.
ιδ. Πῶς σωθήσεται τὸ εἶναί μεταξὺ ἡδονῆς καὶ λύπης.
ιε. θτι ἡ ἀφροσύνη τούτων ἔσται ἄγνοια, ὧν ἐστιν ἡ φρόνησις ἐπιστήμη· ἔστι δὲ ἡ φρόνησις ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων.
[*](4 οὐκ add. Vict. (οὔτ’ ἀγαθὸν οὖτε κακόν B²) 8 ἐναντίον ἀπλοῦν τῷ δὲ πλούτῳ a: ἐναντίον τῷ δὲ πλούτῳ Vict. Sp. 9 δὲ om. a Sp. εἶναι om. tit. 10 ὡς] ἡ ὡς tit. 15 οὐ γένος tit. 17 ἃ om. a 20. 21 ἡ λέξις ἐκ τοῦ τῶν Ν. tit. ικομαχιῶν V (semper) 22 περὶ ἡδονῆς tit. 23 θήσεται aSp. 23 τι add. tit. 24 ἐστιν om. tit. 25 ἐστι— ἐπιστήμη om. tit. ποιητέον (bis) V)ις. Πῶς εἰ ἡ λύπη κακὸν πᾶσα, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθόν.
ιζ. Ὑπὸ τί τῶν ἀγαθῶν ἡ ἡδονὴ ἂν εἴη, πότερον τῶν τιμίων ἢ τῶν ἐπαινετῶν ἢ τῶν ὠφελίμων.
ιη. ἰὰ τί φορτικωτάτους εἶπεν εἶναι τοὺς ἐν ἡδονῇ τὸ τέλος τιθεμένους ἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν Ἀριστοτέλης.
ιθ. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.
κ. Ὅτι μὴ χρὴ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαιτεῖν.
κα. Περὶ αἰδοῦς.
κβ. Ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί.
κγ. Πῶς εἰ ἡδονή ἐστιν κατὰ Ἀριστοτέλη ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, οὐκ ἔσται καὶ ἡ εὐδαιμονία κατ’ αὐτὸν ἡδονή.
κδ. Πῶς αἱ ἀρεταὶ δι’ αὐτὰς αἱρεταί.
κε. ὐπιδρομὴ πόθεν ἡ τῶν ἀρετῶν εὕρεσίς τε καὶ σύστασις.
κϚ. Ὅτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ.
κζς Aιὰ τί αἱ ἠθικαὶ ἀρεταὶ μεσότητες.
κη. llερὶ τοῦ πότερον ἡ ἀρετὴ γένος ἢ ὅλον.
κθ. θτι καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν, ὃ δείκνυται διὰ λέξεως ἐκ τοῦ τρίτου τῶν Νικομαχείων Ἠθικῶν Ἀριστοτέλους.
λ. Πῶς οὐκ ἔσται δικαιοσύνη μὲν ἐξ ἀδικίας, ἀδικία δὲ ἐκ δικαιοσύνης εἰ τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται.
Εἰ τὸ εὖ πλεῖν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ πλεῖν οὔτε ἀγαθὸν v οὔτε κακόν· καὶ εἰ τὸ εὖ ζῆν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ ζῆν οὔτ’ ἀγαθὸν οὔτε κακόν. ἢ οὐκ ἀληθὲς τὸ τὰς δυνάμεις τῶν ἀντικειμένων ἀδιαφόρους εἶναι καὶ μέσας. πᾶσα γὰρ τοιαύτη δύναμις ἀγαθόν τε καὶ αἱρετὸν τῷ σκοπὸν ἔχειν τὸ βέλτιον ὧν δύναται· τὸ γὰρ χεῖρον ἐν τοῖς δυνάμει τι οὖσιν γίνεται καὶ κατὰ ἀποτυχίαν τινά. ὅσα τε γὰρ κατὰ τέχνην τῶν τοιούτων γίνεται, τοῦ βελτίονος χάριν τῶν δυναμένων ἐν αὐτῷ γενέσθαι γίνεται, ὅσα τε κατὰ φύσιν, ὁμοίως. τὸ γὰρ πλεῖν ὑπὸ τῆς κυβερνητικῆς τῆς εὐπλοίας χάριν ἐρέθῃ, καὶ τὸ πρίειν ὑπὸ τῆς τεκτονικῆς [*](2. 3 πότερον- ὠφελίμων om. tit. 5 τῷ om. aSp. Ἀριστοτέλους aSp.: om. tit. 7 ἐν-μαθήματι] πανταχοῦ tit. 10 ἀκολουθοῦσιν a 11 ἡ ἡδ. aSp. 13 ἑαυτὰς aSp. 15 χάριν αἱρετόν, ἀλλ’ tit. τοῦ καλοῦ om. a Sp. 16 μεσότητές εἰσιν τοῦ καλοῦ a Sp. 17 πότερον ἢ (ἢ add. Vict. ὡς γένος ἢ ὡς ὅλον τῶν ἀρετῶν ἡ ἀρετή tit. Vict. Sp. 18 ἄλλης λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου τῶν ικομαχείων Ἠθικῶν Ἀριστοτέλους, δί ἧς δείκνυται, ὅτι καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν tit. Vict. Sp. 20 πῶς εἰ ἐκ τῶν ἐναντίων τὰ ἐναντία γίνεται, οὐκ ἔσται ἐκ μὲν δικαιοσύνης ἀδικία, ἐκ δὲ ἀδικίας δικαιοσύνη, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν τε καὶ κακιῶν ὁ αὐτὸς λόγος tit. Vict. Sp. 22 οὐκ add. B2 Sp. (οὐκ ἀ. οὖτε κακόν B²) 24 τὸ δὲ] καὶ τὸ a Sp. 26 ἀδιαφόρους S2FaSp.: διαφόρους VS¹B1 : οὐ διαφόρους B² 29 δυναμένων] δυνάμεων a)
Ὀτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί, δεικνύοιτ’ ἂν πρῶτον μὲν ἀπὸ τῆς ἐπιθυμίας. εἰ γὰρ πᾶσα μὲν ἐπιθυμία ὄρεξις ἡδέος, καὶ ἐν τούτῳ αὐτῇ τὸ εἶναι, εἰσὶ δὲ τῶν ἐπιθυμιῶν ὁμολογουμένως αἱ μὲν αἱρεταί, αἱ δὲ φευκταί, δῆλον, ὅτι μὴ παρ’ ἄλλου τινὸς αὐταῖς ἡ διαφορά, ἢ παρὰ τῶν ἡδονῶν, δι’ ἅς εἰσι, τῷ τούτων τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. διοίσουσιν ἄρα καὶ ἡδοναὶ ἀλλήλων κατὰ ταὐτὰ ταῖς ἐπιθυμίαις, εἴ γε παρὰ τούτων καὶ ἐκείναις αἱ διαφοραί. ἀλλὰ δὴ οὐχ οἷόν τε ὁμοειδῆ ἀλλήλοις εἶναι τὰ τῇ ἑαυτῶν φύσει διάφορα. δεύτερον ἀπὸ τῶν ἐνεργειῶν. ἐπεὶ γὰρ πᾶσα ἡδονὴ ἐπὶ ἐνεργείᾳ τινὶ γίνεται, καὶ ἔστιν οἰκειότης ταῖς ἡδοναῖς πρὸς τὰς ἐφ’ αἷς γίνονται ἐνεργείας (τέλη γάρ πώς ἐστιν αὐτῶν), δῆλον, ὅτι οὕτω συνδιαιροῖντο ἂν ταῖς ἐνεργείαις καὶ αὐταί· ἀλλὰ μὴν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς αἱ ἡδοναὶ αἱ μέν εἰσιν αἱρεταί αἱ δὲ φευκταί· ἕξουσιν ἄρα καὶ αἱ ἡδοναὶ τὴν αὐτὴν πρὸς ἀλλήλας διαφοράν. εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς. καὶ γὰρ εἰ πλέον ἀφέστηκεν τὸ ἐφιέμενον καὶ ἐπιθυμοῦν τινος καὶ μηδέπω ἔχον αὐτὸ τοῦ ἔχοντός τε καὶ συνόντος αὐτῷ, εἴη ἂν καὶ ἡ ἐπιθυμία πλέον ἀφεστῶσα τῆς ἡδονῆς τῆς ἐνεργείας, ἐφ’ ἢ ἡ ἡδονή· ἡ μὲν γὰρ ἔφεσίς ἐστιν ἡδονῆς, τῇ δ’ ἐνεργείᾳ σύνεστιν ἡδονὴ καὶ παρακολουθεῖ. ὥστ’ εἰ ταῖς ἐπιθυμίαις συνδιαιροῦνται αἱ ἡδοναί, πολὺ ἂν μᾶλλον ταῖς ἐνεργείαις συνδιαιροῖντο. ὡμολόγηται δὲ τῶν ἐνεργειῶν, ἐφ’ αἷς αἱ ἡδοναί, τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. ὅτι δ’ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἐφ’ αἷς γίνονται, καὶ ὁμοίως ταῖς ἐνεργείαις καὶ αὐταὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσιν, καὶ οὐ μόνον τῷ ἐπὶ διαφερούσαις γίνεσθαι ἐνεργείαις ἡ διαφορὰ αὐταῖς ἡ πρὸς ἀλλήλας, δῆλον ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν ἐπ’ ἄλλῃ γενέσθαι. τῷ γὰρ σώφρονι αἱ τῶν ἀκολάστων ἐνέργειαι οὐ μόνον εἰσὶ φευκταί, ἀλλὰ καὶ ἀηδεῖς, ὡς τῆς ἐπ’ αὐτῇ ἡδονῆς οἰκείας οὖσης ταῖς ἐνεργείαις καὶ συνδιαιρουμένης αὐταῖς. εἰ γὰρ μὴ τοῦτ’ ἦν, οὐδὲν ἂν ἐκιώλυεν τὰς μὲν ἐνεργείας φευκτὰς αὐτοῖς εἶναι, ἡδονὴν μέντοι καὶ τοῖς σώφροσιν αὐτὰς φέρειν. ἔτι εἰ αἱ ἐπ’ ἄλλαις [*](1 δεῖ τὸ τῇ a 1. 2 fortasse ⟨τὸ⟩ αἱρετόν αρετὸν suspectum Sp. 3 ὁμοιοειδεῖς a 4 ὅτι—ἡδοναί repetit B Sp. 5 αὕτη a 7 ἢ] ἡ a 9 ταῦτα a ἐπιθυμίας Sp. 11 διαφορά a 13 οὕτω V²: οὐ τῶν V: οὕτων B¹: αὐτῶν GS¹F: ὡσαύτως SB²a Sp. 14 συνδιαιροῖντο V²: οὖν διαιροῖντο V¹B¹GS¹F: διαιροῖντο S²B²a Sp. 15 αἱ ante ἡδοναὶ add. Ga Sp. 17 εἰ ἐπὶ πλέον SF 20 παρακολουθεῖ a Sp.: γὰρ ἀκολουθεῖ libri 22 ὡμολόγηται] ὁμολογεῖται a Sp. 23 τὰς om. a post φευκτάς, add. ὑστε καὶ αἱ ἡδοναὶ τοιαῦται B² 24 αὐταὶ aSp.: αὗται sic V: αὕται SF 28 μόνον sive μόνον οὐ coni. Sp. 28. 29 αὐτῇ scripsi: αὐτῆσ V: αὐταῖς GFS Sp. 31 ἔτι εἰ αἱ Schartc: ἕπεται V (V2? in mg : γρ. ἐπεὶ α γε ἐπ’ ἄλλαις) S¹FB¹G: εἰ δὲ αἱ B2S2 (in mg. addit ἔπειτ’ αἱ S2) Sp.: εἰ δὲ αἱ ἔπειθ’ αἱ a ( ἔπειθ’ αἱ lineola subducta del. Vict.2))