Ἠθικὰ προβλήματα [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Eῖ οὖν ἐστιν ἡ κατὰ φύσιν ἑκάστῳ ἐνέργεια ἀνεμπόδιστος ἡδονή, ταύτης δὲ πάντα ἐφίεται, ⟨οὐ⟩ διὰ τοῦτο ἤδη καὶ τέλος ἡ ἡδονὴ καὶ τὸ ζῆν οὕτως. παρ’ οὗ γὰρ καὶ τὸ ἀνεμποδίστως, ἐκεῖνο αἴτιον τοῦ ζῆν οὕτως. εἰ μὲν οὖν ἡδονὴ τοῦ κατ’ ἀρετὴν ἀνεμποδίστως ἐνεργεῖν αἰτία, ἐν ἐκείνῃ ἂν ἦν τὸ κυριώτατον ἀγαθόν, εἰ δὲ μὴ ἡδονή, ἄλλο δέ τι, ἐκεῖνο ἂν ἦν τοῦ τοιούτου βίου, ὥστ’ εἰ τοῦ οὕτως ἐνεργεῖν τοῖς ἀνθρώποις αἰτία μάλιστα ἡ ἀρετή (συντελεῖν γάρ τι δόξει πρὸς τὸ ἀνεμποδίστως καὶ τὰ ἀπὸ τῆς τύχης), ἐκείνη ἂν τὴν αἰτίαν ἔχοι μάλιστα ἐν τοῖς ἀνθρώποις τοῦ βίου. διὸ εἰ καὶ τὸ εὐδαιμονεῖν τῷ ἀνθρώπῳ τεθείη ἐν ταῖς κατὰ φύσιν αὐτῷ, καθ’ ἣν εἰ ἄνθρωπός ἐστι, κεῖσθαι ἐνεργείαις, εἰ ἀνεμποδίστως γίγνοιντο, ἡ ἀρετὴ ἂν καὶ μάλιστα γίνοιτο τῆς εὐδαιμονίας αἰτία, καὶ τοῦ τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας τοῦ ἀνθρώπου οὖσα αἰτία καὶ τοῦ ἀνεμω ἔτι ἡ ἡδονὴ ἐνέργεια ὡς ἑπομένη τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, ὡς ἔδειξεν ἐν τῷ τελευταίῳ τῶν Ἠθικῶν, ἑπομένη δὲ ἡ ἡδονὴ τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, σημεῖον ἂν μᾶλλον εἴη τοῦ παρεῖναι τὸ εὐδαιμονεῖν τοῖς οὕτως ἐνεργοῦσιν, ἀλλ’ οὐκ εὐδαιμονία. ἐνέργεια γὰρ ἡ ἡδονὴ λέγεται ὑπ’ Ἀριστοτέλους, οὐχ ὡς αὐτὴ κατὰ τὸν οἰκεῖον λόγον οὖσα ἐνέργεια, ἀλλ’ ὡς ἐπ’ ἐνεργείᾳ τὸ εἶναι ἔχουσα καὶ μὴ δυναμένη χωρὶς ταύτης γίνεσθαι. διὸ ὡς τὸ ἐνέργεια εἶναι ἀνεμπόδιστος ἔχει, οὕτως ἂν ἔχοι καὶ τὸ εἶναι εὐδαιμονία. ἐνέργεια δέ ἐστιν τῷ τοιαύτῃ παρακολουθεῖν ἐνεργείᾳ, καὶ εὐδαιμονία ἐστὶ τῷ παραἡντινοῦν] [*](1 pr. ν in lit. V ἡ om. a Sp. 5 αὕτη M: αὑτὴ (erat αὕτη) V: αυτη L: αὐτὴ a Sp. 8 δοκεῖ μοι ἐλλιπὲς εῖναι in mg. 9 εἰ ἡ Vict.? Sp.: εἰ V: ἡ Sa ἐνεργεία a 12 εἰ οὖν ἐστιν a Sp.: ἢ οὐκ ἔτι VB: ἢ οὐκ ἔστιν FS φύσιν V 14 ἐφίεται V οὐ add. Sch wart 15 σιτιον V 16 ⟨ἤν⟩, ἐν coni. Sp. 18 fortasse ⟨αἴτιον⟩ τοῦ 21 καὶ om. a Sp. 22 fortasse ⟨καὶ⟩ κα θὸ ἄνθρωπός ἐστι, οἰκείαις ἐν. εἰ om. aSp. 23 γίνοιτο a 25 ἔτι ἡ Vict. Sp.: ἔτι ἡ VBFB²a: ἔτι εἰ B1 ἐνέργεια] α s. v. V 26 τρόπον] ν in lit. V ἐν τῷ τελευταίῳ] Eth. Nic. X, 4. 5. 1174b14 sq. ἡ om. a Sp. 27 εἴη] εἴ in lit. V ἐνεργείᾳ B2a Sp.: ἐνεργείας VB1 29 ἡδονή V αὐτή V 31 ἐνεργείᾳ a)

144
κολουθεῖν τῇ εὐδαιμονίᾳ καὶ εἶναι σημεῖον τῆς παρουσίας αὐτῆς. ὅσον δὲ πρὸς δεῖ τὸ ἀνεμποδίστως ἐνεργεῖν δεόμεθα πρὸς τὰς ἀρετάς, καθ’ ἂς τὰς τοιαύτας ἐνεργεῖν ἐνεργείας, τοσοῦτον ἀπολείπεται καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια τοῦ τὸ πλέον ἔχειν ἐν αὐτῇ. ὅτι μὲν ἀνδραποδῶδες τὸ τὴν εὐδαιμονίαν τίθεσθαι ἐν ταῖς σωματικαῖς ἡδοναῖς καὶ τῷ ἀπολαυστικῷ βίῳ, ἑκανῶς αὐτὸς ἐνεδείξατο διὰ τοῦ τά τε ἀνδράποδα καὶ τὰ βοσκήματα τὸν τοιοῦτον βίον κρίνειν, καὶ ἔτι διὰ τοῦ ἕαρδαναπάλου· ὅτι δὲ μηδὲ ἐν ταῖς κατὰ ψυχὴν ἐνεργείαις αἱ ἐνέργειαι τῆς ἡδονῆς χάριν, ἀλλὰ ἡ ἡδονὴ τῶν ἐνεργειῶν, δῆλον. εἰ γὰρ καὶ ὅτι μάλιστα ἡδεῖαι αἱ κατ’ ἀρετὴν ἐνέργειαι, ἀλλ’ οὐ τῆς γε ἡδονῆς ἕνεκα σπουδάζονται, ἀλλ’ ἔμπαλιν. τὰς μὲν γὰρ κατ’ ἀρετὴν ἐνεργείας αἱρούμεθα, κἂν λύπης καὶ πόνων αἰτίαι γίνωνταί ποτε, ὡς ἐπὶ τῶν κατὰ τὴν ἀνδρείαν ἐνεργειῶν γίνεται, ἡδονὰς δὲ αἰσχρὰς οὐδέποτε αἱρεῖσθαι εὔλογον, ὥστε εἰ αἱ μὲν κατ’ ἀρετὴν ἐνέργειαι αἱρεταί, κἂν μετὰ λύπης ὥσιν, ὃ ἐναντίον ἐστὶ τῇ ἡδονῇ, αἱ δὲ ἡδοναὶ οὐδέποτε αἱρεταὶ μετὰ τοῦ ἐναντίου τῇ ἀρετῇ τε καὶ τῷ καλῷ, δῆλον ὡς τὰς ἡδονὰς διὰ τὰς ἐπὶ ταῖς κατ’ ἀρετὴν γινομένας ἐνεργείαις αἱρούμεθα, καὶ διὰ τὰς τοιαύτας ἐνεργείας. μάλιστα δ’ ἂν διακριθείη τοῦτο, εἰ τῇ φύσει κατανοήσαιμέν τε καὶ λάβοιμεν, πότερον ποτέρου χάριν ἡ φύσις ἡμῖν εὐθὺς γινομένοις ἔδωκεν τὴν ἐνέργειαν διὰ τὴν ἡδονήν, ἢ τὴν ἡδονὴν διὰ τὰς ἐνεργείας. ἀλλὰ μὴν γνώριμον τὸ τὴν ἡδονὴν τοῖς ζῴοις διὰ τὰς ἐνεργείας ὑπὸ τῆς φύσεως δεδόσθαι, εἰ μέλλοι σώζεσθαι· ἀδύνατον γὰρ αὐτοῖς μὴ τρεφομένοις. τούτῳ τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονὴν ἔχομεν παρ’ αὐτῆς, δι’ ἣν ἡδονὴν ζητοῦμέν τε τὴν τροφὴν μὴ παροῦσαν καὶ παρούσῃ χρώμεθα. τὴν ἀπὸ τῶν βελτιόνων ἀσχολίαν γινομένην ποτὲ διὰ ταύτης παραμυθούμενοι. παντάπασιν γὰρ ἄτοπον τὸ λέγειν τρέφεσθαι ἡμς μὴ ὡς σωθησο μένους διὰ τούτου, ἀλλ’ ὑπὲρ τῆς ἡδονῆς τῆς ἐπ’ αὐτῷ. ἀλλὰ καὶ τὴν ἐπιγινομένην τοῖς ἀφροδισίοις ἡδονήν, εἴ τις φυσικῶς ἐξετάζοι, οὐκ ἄλλου χάριν εὑρήσει παρεσπαρμένην ἡ τῆς τεκνοποιίας, ὅπως ὑπὸ τῆς ἡδονῆς παραπεμπόμενα τὰ ζῷα μὴ ὀκνῇ πρὸς τὸν συνδυασμόν, ὃς αἴτιος τῆς κατ’ εἶδος τοῖς ζῴοις ἀιδιότητος, δι’ ἣν καὶ αὐτὸν συμβαίνει τὸν κόσμον ὅμοιον ἀεὶ μένειν ἑαυτῷ. εἰ δὲ φανερῶς ἐπὶ τούτων αἱ ἡδοναὶ τοῖς ζῴοις γίνονται τῶν ἐνεργειῶν χάριν, καὶ ἐπὶ τῶν ἄλλων ἐνεργειῶν τῶν κατὰ φύσιν οὕτως ἔχειν εὔλογον. ὅτι δὲ ἐφ’ ὧν συνυπάρχει τό τε καλὸν καὶ ἡ ἡδονή, οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ, δῆλον (ὡς ἐμνήσθημεν ἤδη) ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν [*](2 ταῖς ἀρεταῖς Schwartz 3 δεῖ add. S²B²a Sp. 4 τοῦ τὸ B²a Sp.: τοῦτο VFB πλεῖον a Sp.: τέλεον Sclwartz αὐτῇ V μὲν οὖν V²B: Vict. Sp. 6 ἐνεδείξατο] Eth. Nic. , 3.1095b 14 sqq. 7 αρδανάπαλου V 8 χάριν coll. ante τῆς FSa 9 ἡδειαι V¹ 10 γε Diels: τε libri: om. aSp. 16 διὰ τὰς om. a ἐπὶ] ἐν aSp. γινομένας (ας in lit. B) Ba Sp.: γινομέναις VF 22 τούτῳ VB¹: τούτων S¹F: ζῆν. διὸ SB²aSp.: fortasse τοῦ τό τοι cf. de an. 8,25. 97,1 25 παραμυθούμενος V (corr. V² 30 αὐτὴν V¹ (corr. V² συμβαίνει] μβ in lit. V 33 συνυπάρχει] υ pr. in lit. 4—5 litt. V 34 τὸ ζήτημα τοῦτο γέγραπται αὐτολεξὶ δι’ ὅλου τοῦ ᾶς κεφαλαίου V mg. cf. infra 151,17 sq.)
145
αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὐτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνεσθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέσεως μέτρον. ἢ γὰρ οὐ χρὴ λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πράξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο, ἀληθῶς αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὴν ⟨ἢ καὶ μᾶλλονῶ, εἰ καὶ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευάζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκείνης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρετόν, ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν, εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐτὸν οἶόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἅμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐτὸν αὐτοῖς τὸ εἶναι, καὶ ἀντιστρέφειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὺ εἶναι ἔχειν καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’ ἂν ⟨αἱ⟩ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς μόνας εἶναι δι’ αὐτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρετὸν εἶναι λέγειν ὡς ποιητικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων οἷς συγχωροῦσι διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προῖσταται δόξης. τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνεργείαις γινομένας ἡδονὰς εἰλικρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δ’ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐστὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ’ ὁμοειδεῖς φυλασσόντων; εἰ [*](1 τὸ καλὸν V μενούσης a δ’αὑτὴν a Sp.: δι’ αὐτῆς S¹: διὰ αὐτὴν V 2 ἔχοντες a 3 αλρετὸν om. a Sp. 4 ὑπ’ in lit. V 6 ἡ εἰ μὴ V2SBVa Sp.: εἴη μὴ V1 ἀληθὲς aSp. 9 ἢ καὶ μᾶλλον add. B2, recte cf. 151,29 9.10 εἰ καὶ] ἤ καὶ a: εἰ infra 10 αὕτη V2B: αυτη V¹: αἰτὴ Sa Sp.: αὐτή F παρασκευάζει (παρασκευάζοι V2B2 infra) τὰς S2VB²a infra: παρασκευάζοντας V¹B¹F 11 καὶ ἢ a Sp. 12 ἠ V 13 ἡ om. a Sp. ἡδονὴ] ὴ s. v. V 16 alt. τὸ Fa Sp.: τε VΒ infra 20 αἱ ante ἐπὶ add. V2B infra ἡδοναὶ] αι in lit. V αἱ αὐταὶ V2BFBa Sp. infra: αὗται V εἶεν] ἶε in lit. V 22 αὐτὰσ V 26 ἐστιν, ἀλλ’ Vict. ἀλλ’ ἀπιθάνως Sp.: ἀλλὰ πιθανῶς V(et infra) FB: ἀλλ’ ἀπιθάνως Sa 31 τερπνὸν a Sp. 33 πῶς οὐ συνδιαιρούντων in lit. B² Vict. Sp. infra: ὁπωσοῦν διαιρούντων libri ἐστι] ἐπὶ Sp. Suppl. Arist. II 2 Alex. sc cripta minora.)
146
γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δ’ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ αἴτια τῆς τῶν ἡδονῶν διαφορᾶς. οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν καλῶν, ἄλλαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποιούμεναι ταῖς τοιαύταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἤδοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰσχραῖς ἐνεργείαις.

Καὶ πῶς τις ἂν τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας δι’ αὐτὰς αἱρετὰς εἶναι λέγοι, εἴ γέ εἰσιν ἡμῖν αἱρεταὶ διὰ τὴν τῶν ἀμέτρων παθῶν ἀποσκευήν; (καὶ γὰρ τὴν μὲν ἀνδρίαν αἱρούμεθα, ὅπως μετρεῖν δυνώμεθα τούς τε φόβους καὶ τὰ θάρρη, τὴν δὲ σωφροσύνην, ὅπως τὰς δι’ ἁφῆς λύπας τε καὶ ἡδονάς· αἱρούμεθα δὲ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστην ἢ ἐπὶ παθῶν τινων μέτρον ἢ ἐπὶ πράξεων· τὴν μὲν γὰρ ἐλευθεριότητα καὶ τὴν μεγαλοπρέπειαν ἐπὶ τῷ μετρεῖν δύνασθαι τὰς πράξεις, ὃς διὰ δόσεως τε καὶ λήψεως χρημάτων ἐνεργοῦμεν, τὴν δὲ μεγαλοψυχίαν τε καὶ φιλοτιμίαν ἐπὶ τῇ συμμέτρῳ καὶ κατ’ ἀξίαν τῶν τιμῶν αἱρέσει, τήν τε ἐπὶ τῷ περὶ τὰς ὀργὰς συμμέτρῳ, αἱρούμεθα δὲ καὶ τὴν δικαιοσύνην, διότι ἐστὶ σωστικὴ τῆς κοινωνίας οὔσης ἡμῖν κατὰ φύσιν, εἴ γέ ἐσμεν φύσει κοινωνικοί τε καὶ πολιτικοί). ὡς γὰρ οὐ δι’ αὐτὴν αἱρετὴ ἡ οἰκοδομική, ὅτι ἐστὶν αἱρετὰ τὰ γινόμενα ἀπ’ αὐτῆς, οὐδὲ ἡ παλαιστικὴ δι’ αὑτήν ἐστιν αἱρετὴ διὰ τὸ τοῦ καλῶς παλαίειν εἶναι ποιητική, οὐδὲ τῶν ἀρετῶν εἴη τις ἂν δι’ αὐτὴν αἱρετή, εἰ τὸ αἱρετόν ἐστιν αὐταῖς παρὰ τῶν γινομένων δι’ αὐτῶν. ἢ εἰ μὲν ἦν ἄλλο μὲν τὸ δι’ ὅ φαμεν ἑκάστην τῶν ἀρετῶν εἶναι αἱρετήν, ἄλλο δὲ αὐτὴ ἡ ἀρετή, εὐλόγως ἂν ἀνῃρεῖτο τὸ εἶναι αὐτῶν ἑκάστην δι’ αὐτὴν αἱρετήν, εἰ δέ ἐστιν ἑκάστῃ τῶν ἀρετῶν τὸ εἶναι ἐν τούτῳ δι’ ὅ ἐστιν αἱρετή, εἴη ἂν εὐλόγως λεγόμενον τὸ εἶναι τὰς ἀρετὰς [*](7 κακῶν S¹H μικταὶ] λυπηραὶ Sa 14 δι’ αὐτὰσ V 15 αλρεταὶ FB²aSp.: ἀρεταὶ V 16 καὶ B²: εἰ libri δυνώμεθα om. a 19 μέτρον B2 Sp.: μέτρων libri 20 τὴν om. SFa ἅς διὰ V: αἳ διὰ Vict. Sp.: διὰ SFMLa 22 τε] δὲ coni. Sp. 24 κοινωνίας coll. post φύσιν a Sp. (⟨τῆς⟩ οὖσης Schwartz) 26 αἱρετὴ V1 (corr. V2 27 αὐτὴν V αρετη V 28 ἐν αὐταῖς a Sp. 29 δι αὐτῶν V¹FS¹M2 (sed αὑτῶν) L: δι’ αὑτάς V²B¹: δι’ αὐτάς B²S²a Sp.: ὑπ’ αὐτῶν Μ ἑκάστην V2BS²a Sp.: ἑκάστης V¹ FS1 ΜL 30 αἱρετήν V¹B2S²a Sp .: αίρετή V¹: ἀρετή FS¹M ἂν addidi 31 δι’ αὐτὴν V1 in mg ἑκάστῃ] ι adscripsit V2 τῶν] ν s. v. V τὸ] τῷ Vict.? Sp.)

147
δι᾿ αὑτὰς αἱρετάς. ὡς γὰρ εἰ ἦν ἡ οἰκοδομικὴ οἰκία, δι᾿ ἥν ἐστιν αἱρετή, ἦν ἂν δι᾿ αὑτὴν αἱρετή, οὕτως καὶ τῶν ἀρετῶν ἑκάστη, εἰ ἔστιν ἡ αὐτὴ τούτῳ δι᾿ ὅ ἐστιν αἱρετή, εἴη ἂν δι᾿ αὑτὴν αἱρετή, καὶ ἔτι μᾶλλον καὶ φανερώτερον, εἰ ἕκαστον τῶν κατ᾿ αὐτὰς ἔχοι τὸ αἱρετὸν ἐν αὑτῷ καὶ μὴ διὰ τὴν ἐπ᾿ ἄλλο τι ἀναφοράν, ὡς ἡ οἰκία, δι᾿ ἣν ἡ οἰκοδομικὴ ἔχει τὸ αἱρετόν, διὰ γὰρ τὴν γινομένην ἀπ᾿ αὐτῆς σκέπην χειμῶνός τε καὶ θέρους. ὅτι δὲ αἱ ἀρεταὶ αἱ αὐταὶ τούτοις δι᾿ ἃ αἱρετὰς αὐτὰς εἶναί φαμεν, δῆλον ἐκ τοῦ εἶναι μὲν αὐτὰς μεσότητας παθῶν τε καὶ πράξεων, τὴν μὲν ἀνδρίαν φόβου τε καὶ θάρρους, τὴν δὲ σωφροσύνην λύπης τε καὶ ἡδονῆς τῶν δι᾿ ἁφῆς, τὴν δὲ ἐλευθεριότητα δόσεως καὶ λήψεως χρημάτων, ὁ δ᾿ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος, ὥστε εἰ ἐν τούτοις τὸ εἶναι αὐταῖς, δι᾿ ἅ εἰσιν αἱρεταί, εἶεν δ᾿ ἂν δι᾿ αὑτὰς αἱρεταί, καὶ ἔτι μᾶλλον δι᾿ αὑτάς, ὅτι μὴ δι᾿ ἄλλο τι ἡμῖν αἱρεταὶ αἱ μεσότητες αἱ περὶ φόβους τε καὶ θάρρη, ἀλλὰ δι᾿ αὑτὴν ἑκάστη. τὸ γὰρ ἐν αὑτῷ καὶ τῇ αὑτοῦ φύσει τὸ αἱρετὸν ἔχον, τοῦτο δι᾿ αὑτὸ αἱρετόν, τοιαῦται δὲ αἱ μεσότητες αἱ περὶ τὰς κατὰ φύσιν ἡμῖν πράξεις. τούτων δὲ οὕτως ἐχόντων, εἰ μὲν τοῖς ἀνθρώποις ἡ σωτηρία τῆς τε πολιτικῆς κοινωνίας καὶ τῆς οἰκονομικῆς μὴ δι᾿ αὑτὰ αἱρετά, ἀλλὰ δι᾿ ἄλλο τι, οὐδ᾿ ἂν ἡ δικαιοσύνη, οὔσα μεσστης τούτων ἐν οἷς ἐστι ἡ σωτηρία τῶν προειρημένων, εἴη ἂν δι᾿ αὑτὴν αἱρετή, καθ᾿ οὕς τοῦτ᾿ ἐστὶν ἡ δικαιοσύνη. εἰ δέ ἐστιν ἡ κοινωνία καὶ ἡ σωτηρία ταύτης δι᾿ αὑτὴν τοῖς ἀνθρώποις αἱρετή, εἴη ἂν καὶ ἡ δικαιοσύνη δεικνυμένη δι᾿ αὑτὴν αἱρετή, καθό ἐστι μεσότης καὶ ἰσότης τοῦ τε ἐν ταῖς νομαῖς καὶ τοῦ ἐν τοῖς συναλλάγμασιν ἴσου, ἐν οἷς ἡ σωτηρία τῆς πολιτικῆς τε καὶ πρώτης κοινωνίας. ἀλλὰ μὴν ὅτι δι᾿ αὑτὸ τοῖς ἀνθρώποις αἱρετὸν ἡ κοινωνία, γνῶναι πρόχειρον ἀπό τε τοῦ κατὰ φύσιν αὐτοῖς εἶναι τὴν κοινωνίαν, οὗ σημεῖον φανερώτατον τὸ τούτῳ μάλιστα τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον διαφέρειν, ὃ μόνον ἐστὶν αὐτῷ χρήσιμον ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ. ἴδιον μὲν γὰρ ὁ λόγος αὐτοῦ, τούτοφ δὲ χρεία πρὸς μήνυσιν τοῖς πλησίον τῶν ἰδίων νοημάτων τε καὶ παθῶν. ἐναργὲς δὲ τοῦτο καὶ ἐκ τοῦ μηδὲ ἐπ᾿ ὀλίγον δύνασθαι ζῆν ἄνθρωπον μόνον γεγονυῖα νόμενον. διότι δὲ ἐν κοινωνίᾳ τῷ ἀνθρώπῳ τὸ εἶναι καὶ ὁ λόγος τούτου χάριν, ἀρίστη δὲ καὶ τελειοτάτη τῶν κατὰ λόγον γινομένων κοινωνιῶν ἡ [*](1 αυτὰσ V ὡς] ς in lit. V εἰ ἦν ἡ scripsi: εἰ ἢν ἡ V2: εῖην V¹: εἰ ἦν BS2a Sp.: ἦν FS¹ML 3 αυτη V¹ (corr. V²) αιρετὴ V¹ (corr. V2) αυτὴν V1 (corr. V2) 4 αἱρετὴν Sp. ἐν αὑτῷ V²: ἐν αὐτῷ V¹BSF: ἐπ᾿ αὐτῷ (ἐφ᾿ αὑτῷ coni. Sp.) MLSFa Sp. 6 τὴν] ν in lit. V 7 pr. αἱ in lit. V ἃ Sp.: ὃ libri 10 τῶν] ῶν in lit. V καὶ in lit. V 11 αὐτὸς] ὸ in lit. V ὥστε] ὥσ in lit. V 12 δ᾿ del. B2 Sp. 13 αυτας V1 (corr. V2) αἱρεταὶ V2S2a Sp.: αρετὸν V¹FS¹ML 14 αυτὴν V1 (corr. V2) τὸ γὰρ s. v. V αὐτῷ V αὐτοῦ V 15 αυτὸ V1 (corr. V2) 17 σωτηρία] ante α una litt. erasa V 18 αὑτὰ (αυτὰ V1) αἱρετά] αὑτὴν αἱρετή B2S2a Sp. 19 ἡ om. a Sp. αυτὴν V 21 αυτὴν V1 (corr. V2) εἴη] εἴ in lit. V 22 αυτὴν V1 (corr. V2) τοῦ τε VB: τουτέστιν SFMLa Sp. 23 νόμοις a 26 τούτῳ B2 (in lit.) SFMa Sp.: τούτων (των s. v.) VF2: τοῦτο L 26. 27 ἄλλων] ἄ in lit. V)
148
πολιτική, ἀπὸ δὲ τῶν ἀρίστων ἡ τῶν κατὰ φύσιν ἑκάστῳ κρίσις, εἴη ἐν ὁ ἄνθρωπος λογικόν, οὕτως δὲ καὶ πολιτικόν, καὶ τὸ σώζειν δὲ τὴν τοιαύτην κοινωνίαν εἴη ἂν αὐτῷ μάλιστα κατὰ φύσιν τε καὶ αἱρετὸν δι’ αὐτό, τοιοῦτον δὲ ἡ δικαιοσύνη.

Ἐπεὶ ἡ εὐδαιμονία τοῖς ἀνθρώποις σκοπός, καὶ δεῖ πάντα πράττειν, ὅπως ταύτην κτησαίμεθα ὡς τέλος τε καὶ μέγιστον τῶν ἡμετέρων ἀγαθῶν, ἀδύνατον δὲ τὸ πράττειν τινὰ ὡς εἴς τι συντελοῦντα ἢ ὅλως γνωρίζειν τὰ δι’ ὧν οἷόν τε τυχεῖν τινος σκοποῦ ἀγνοουμένου τοῦ σκοποῦ (ἀρχὴ γὰρ τῆς εὑρέσεως τῶν εἰς τὸν σκοπὸν συντελούντων καὶ τῶν ἐκείνου χάριν γινομένων πράξεων γνῶσις ἡ τοῦ σκοποῦ, διὸ καὶ τῆς θικῆς φιλοσοφίας ἀρχὴ τὸ γνῶναι, τί ποτ’ ἐστὶν εὐδαιμονία, ἧς χάριν ἡμᾶς δεῖ πάντα πράττειν), ἐζητήσαμεν, τί ποτέ ἐστιν εὐδαιμονία, καὶ εὑρόντες ἑκάστου τῶν ὄντων τὸ ἀγαθὸν ὂν ἐν τῇ οἰκείᾳ ἐνεργείᾳ τῇ καθ’ ὅ ἐστιν αὐτῷ τὸ εἶναι τούτῳ ὅ ἐστιν, εἰ εὖ γίνοιτο· ἐπί τε γὰρ τῶν φύσει συνεστώτων τοῦτον ἔχει τὸν τρόπον, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ τέχνην, μιμεῖται τὴν φύσιν· τοῦ τε γὰρ ἵππου τὸ ἀγαθὸν τοιοῦτον, εἴ γέ ἐστιν μὲν οἰκεῖον ἔργον αὐτῷ καθὸ ἵππος ἐστὶ τὸ τρέχειν, ἀγαθὸν δὲ αὐτῷ τὸ εὖ τρέχειν, ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ κυνός· εἴτε γὰρ τὸ φυλάττειν, εἴτε τὸ θηρᾶν ἔργον κυνός, εἴτε τῶν μὲν τοῦτο, τῶν δὲ ἐκεῖνο, καὶ τὸ ἀγαθὸν αὐτοῖς ἐν τῷ εὖ ταῦτα ποιεῖν· ἀλλὰ καὶ τῷ οἰκοδόμῳ τὸ ἀγαθὸν καὶ τὸ τέλος ἐν τῷ εὖ οἰκοδομεῖν, ἐπεὶ καὶ ἔργον τὸ οἰκοδομεῖν αὐτῷ, καὶ ἐπεὶ ἐφ’ ἑκάστῳ τὸ τέλος τῇ ἐνεργείᾳ καὶ τῷ ἔργῳ παρὰ τῆς οἰκείας ἀρετῆς περιγίνεται, ἑκάστου τὸ τέλος ἐν τῷ τὸ οἰκεῖον ἔργον ποιεῖν κατ’ ἀρετήν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε καὶ τέλος ἐν τῷ κατ’ ἀρετὴν καὶ οἰκείαν τὰς καθὸ ἄνθρωπός ἐστιν ἐνεργείας ἐνεργεῖν. ἀλλὰ μὴν οἰκεῖαι ἐνέργειαι ἀνθρώπου αἱ γινόμεναι κατὰ ψυχὴν λογικήν· τὸ γὰρ ἀνθρώπῳ εἶναί ἐστιν ἐν τῷ ζῆν τε καὶ κατὰ λογικὴν ψυχὴν ἐνεργεῖν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τέλος αὐτῷ ἐν τῷ κατ’ ἀρετὴν ψυχῆς λογικῆς ἐνεργεῖν, ὥστε εἴη ἂν ἡ εὐδαιμονία, ἐπειδὴ αὐτὴ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε καὶ τέλος, ἐνέργεια κατ’ ἀρετὴν ψυχῆς λογικῆς, προσκει μένου τοῦ γε ἐν βίῳ τελείῳ (οὐδὲν γὰρ τέλειον ἐν ἀτελεῖ) καὶ ἔτι τοῦ ἐν προηγουμένοις διὰ τὸ δεῖσθαι ὀργάνων τὰς προηγουμένας τε καὶ βουλευτὰς ἐνεργείας. ὄντος δὲ τούτου σκοποῦ, δῆλον ἐκ τῆς εὑρέσεως αὐτοῦ καὶ [*](3 εἴη ἂν om. a αὑτὸ (αυτὸ V1)] αὐτὸν a 8 δὲ τὸ FSaaSp.: δέ τι VB 10 ἡ add. V2M 13 αὐτῷ a Sp. 14 τούτῳ] τοῦτο B² 15 εἴ γε ἡ τέχνη ante μιμεῖται add. S2B² a Sρ. fortasse recte 21 τέλος add. VBS²aSp. 22 παραγίνεται Vict. Sp. 23 ἔσται ἐν a Sp. 24 καὶ del. V2 τὰς οἰκείας [τὰς] Diels 24. 25 οἰκεῖον a Sp. 25 ἐνεργεῖν] γ in lit. 2 litt. V 26 τῷ γὰρ coni. Sp. ἀνθρώπῳ VB coni. Sp.: ἄνθρωπον FL: ἀνθρώπου Sa 29 ἂν καὶ ἡ Vict. Sp. αὕτη Diels 31 γε] τε a Sp. τελείῳ SFa Sp.: τελείου VB 32 βουλευτὰς Sp.: βουλητὰς libri)

149
γνώσεως τὸ δεῖσθαι πρὸς τὴν κτῆσιν τῆς εὐδαιμονίας τῶν τῆς λογικῆς ψυχῆς ἀρετῶν, ζητοῦντες τίνες εἰσίν, εὐλόγως πρῶτον ἤλθομεν ἐπὶ τὸ ἰδεῖν, τίς ποτ’ ἐστὶν ἡ λογικὴ ψυχή, ἐπεὶ τὴν ταύτης ζητοῦμεν ἀρετήν. διττὴ δὴ ἡ λογικὴ δύναμις εὑρέθη, ἡ μέν τις ἄλογος μὲν καθ’ αὐτήν, λογικὴ δὲ τῷ πείθεσθαί τε δύνασθαι λόγῳ καὶ ὑπὸ λόγου ὡυθμίζεσθαι (τοιαύτη γάρ ἐστιν ἡ ἐν ἡμῖν ὀρεκτικὴ ψυχή), ἡ δέ τίς ἐστι λογικὴ τῷ αὐτὴν λόγον ἔχειν ἐν αὑτῇ, καὶ ἔστιν ἑκατέρας τῶν προειρημένων δυνάμεων οἰκεία τις ἐνέργεια καὶ ἀρετή, καθ’ ἣν τὸ εὖ ἐν τῇ οἰκείᾳ ἐνεργείᾳ γίγνεται, τῆς μὲν ὀρεκτικῆς αἴ τε πράξεις καὶ αἱ κατὰ πάθη κινήσεις, ἀρεταὶ δὲ ἂς ἠθικὰς καλοῦμεν ἀπὸ τοῦ διὰ ἐθῶν τινων ἐγγίγνεσθαι, τῆς δὲ διανοητικῆς ἐνέργειαι μὲν αἱ γνώσεις τῆς φύσεως τῶν γενητῶν καὶ ὅλως τῶν ἐνδεχομένων ἄλλως ἔχειν, ἀρετὴ δὲ καθ’ ἣν ἡ γνῶσις τῆς ἐν τούτοις ἀληθείας, τῆς δὲ νοητικῆς ἐνέργεια μὲν ἡ γνῶσις τῶν ἀιδίων οὐσιῶν, ἀρετὴ δὲ καθ’ ἣν ἡ τούτων ἀληθὴς γίνεται γνῶσις. οὕτως δὲ τῶν ἀρετῶν διῃρημένων, τίς ἐστιν ἑκάστη καὶ τί ἔργον αὐτῆς καὶ τίς ἡ εἰς εὐδαιμονίαν συντέλεια, ἀπὸ τῶν ἔργων τε καὶ ἐνεργειῶν τῶν ἑκατέρας τῆς λογικῆς δυνάμεως εὑρίσκεται. ἔργον τοίνυν τῆς μὲν ὀρεκτικῆς δυνάμεως αἱ πράξεις αἱ περὶ ἡδονάς τε καὶ λύπας, τὰς μὲν ἀρουμένης τε καὶ διωκούσης, τὰς δὲ ἀποστρεφομένης, καὶ ἐπεὶ πέφυκεν ἐν τοῖς τοιούτοις πᾶσιν, ἐν οἷς ἐστιν ὑπερβολή τε καὶ ἔλλειψις. ἡ μὲν ἀμετρία φθαρτικὴ εἶναι τοῦ ἐν ἑκάστοις αὐτῶν εὖ, τοιοῦτον δὲ ἢ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ἡ δὲ συμμετρία σωστικόν τε τοῦ εὖ καὶ ποιητικόν (ὡς δῆλον ἐπί τε τῶν γυμνασίων καὶ τῶν τροφῶν· καὶ γὰρ αἱ τῶν γυμνασίων ὑπερβολαί τε καὶ ἔνδειαι τῆς εὐεξίας, ἢ τίς ἐστιν ἀρετὴ τοῦ σώματος, φθαρτικά, ἡ δὲ συμμετρία αὐτῶν καὶ ἡ μεσότης καὶ ποιητικὰ αὐτῆς καὶ τηρητικά, ὅ ἐστι τὸ ἐν τούτοις εὖ· ἀλλὰ καὶ τῶν σιτίων πάλιν αἱ μὲν ὑπερβολαὶ καὶ ἔνδειαι τῆς ὑγείας εἰσὶ φθαρτικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τηρητικαί· οὕτως δὲ καὶ ἐπὶ τῶν παθῶν ἔχει καὶ τῶν περὶ ταῦτα πράξεων), αἱ μὲν ὑπερβολαὶ αὐτῶν καὶ αἱ ἔνδειαι τοῦ εὖ τοῦ ἐν τούτοις εἰσὶ φθαρτικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τηρητικαί, καὶ ἐπεί ἐστι τὸ εὖ ἐν πᾶσιν ἡ οἰκεία ἀρετὴ καὶ πᾶν τὸ γινόμενον κατ’ ἀρετήν, συμβαίνει τὰς περὶ ταῦτα ἀρετὰς συνίστασθαι συμ μετρίᾳ πράξεων τε καὶ παθῶν. ἥ τε γὰρ σωφροσύνη φθείρεται μὲν ὑπό τε τῆς τῶν ἡδονῶν ὑπερβολῆς τε καὶ ἐνδείας τούτων, περὶ ἃς πέφυκεν ἀρετὴ μὲν γίνεσθαι σωφροσύνη, κακία [*](2 δὲ add. S2B2a Sp. 4 διττὴ] ὴ in lit. V δὴ (in lit. V: δὲ GSa Sp. 5 πείθεσθαι] ἐπιδέχεσθαι Sp. λόγῳ] λόγον a Sp. λόγου] λόγον Vict.? Sp. 6 ὀρεκτικὴ] κτ in lit. V 7 αὐτῇ V 9 ἐνεργείᾳ] εί add. V2 post ὀρεκτικῆς add. ἐνέργειαι μὲν V2 10. 11 ἐγγίγνεσθαι] ἐγγί in lit. V 12 ἀρετὴ M: Vict ? Sp.: ἀρετὴν Va 13 ἐνέργεια : ἐνέργειαι Sp.: ἐνεργείαι Vict. ?: ἐνέργειασ (σ corr. fortasse in ι) V: ἐνεργείας LFa 14 γίνεται] νεται in lit. V 15 ἀρετῶν V ἑκάστη Ba Sp.: ἑκάστου (ά s. v.) VF τί ⟨τὸ⟩ coni. Sp. 18 δυναμεωσ V αἱρουμένης] η in lit. V 21 τε καὶ a Sp. 22 τε τοῦ] μὲν τοῦ a Sp. 29 alt. αἱ s. v. VB: om. SFa Sp. 32 ταύτας a ἀρετὰς] ὰς in lit. V συνίστασθαι] συν in lit. V 33 pr. τε del. Schwartz : alt. Sp.)
150
δὲ ἀκολασία τε καὶ ἀναισθησία, σώζεται δὲ καὶ συνίσταται ὑπὸ τῆς τῶν αὐτῶν τούτων μεσότητός τε καὶ συμμετρίας, ἀλλὰ καὶ ἡ ἀνδρία συνίσταται μὲν ἐκ τῆς περὶ φόβους τε καὶ θάρρη μεσότητός τε καὶ συμμετρίας, ὑπὸ δὲ τῆς ὑπερβολῆς τε καὶ ἐνδείας τῶν αὐτῶν τούτων φθείρεται. ὡς δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει, ὥστε εἰ τὸ ἐν τούτοις εὖ ἐν μεσότητί ἐστι παθῶν τε καὶ πράξεων. τὸ δὲ εὖ ἐν ἑκάστῳ κατὰ τὴν οἰκείαν ἀρετήν, εἶεν ἂν καὶ αἱ περὶ ταῦτα ἀρεταὶ ἐν μεσότητι τῶν προειρημένων, οὐχ πλῶς οὐδ’ ὡς ἔτυχεν τοῦ ἐν τούτοις μέσου λαμβανομένου, ἀλλ’ ὡς δέδεικται ὡρισμένου κατὰ τὸν ἐκ φρονήσεως τε καὶ ὀρθὸν λόγον, καὶ εἴη ἂν τὸ κατὰ τὴν ὀρεκτικὴν ψυχὴν εὐδαιμονίας μέρος κείμενον ἐν ταῖς ἀπὸ τῶν ἀρετῶν περὶ τὰ πάθη τε καὶ τὰς πράξεις εὖ γινομέναις ἐνεργείαις. ἔτι δέ, εἰ ἡ τοῦ ἀνθρώπου ἀρετή ἐστιν, ἀφ’ ἧς ἀγαθὸς ἄνθρωπος γίνεται (καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἀπάντων ἕκαστον ἀγαθόν ἐστί τε καὶ γίνεται κατὰ τὴν ἀρετὴν ἑαυτοῦ), ἀγαθὸς δὲ ἄνθρωπος γίνεταί τε καὶ ἔστιν ὁ μήτε ἐν τοῖς πάθεσιν ἄμετρος μήτε ἐν ταῖς περὶ ταῦτα πράξεσιν, εἴη ἂν καὶ ἐκ τούτου δεικνύμενον τὸ τὴν ἀρετὴν τὴν ἠθικὴν ἐν μεσότητι εἶναι τῶν προειρημένων. αἱ γὰρ ἐνέργειαι αἱ περὶ πάθη τε καὶ τὰς πράξεις, ὅταν διὰ τῶν ἐθῶν παιδαγωγηθῶσιν οὕτως, ὡς τοὺς ἐθιζομένους ἥδεσθαι μὲν ἐπὶ ταῖς ἐνεργείαις ταῖς καλαῖς, ἄχθεσθαι δὲ ἐπὶ ταῖς ἐναντίαις, ὃ γίνεται ἐν τῇ αἱρέσει τε καὶ εὑρέσει τοῦ ἐν αὐτοῖς μέσου, τῆς ἀρετῆς εἰσιν ποιητικαί. διὸ καὶ λέγομεν τὰς ἠθικὰς ἀρετὰς ἕξεις ἐν μεσότητι οὔσας παθῶν τε καὶ πράξεων ὡρισμένας τῷ ὀρθῷ λόγῳ. Καὶ τοιαύτη μὲν περὶ ταῦτα ἡ σύστασις τῶν ἠθικῶν ἀρετῶν. τῆς δὲ διανοητικῆς τε καὶ οὕτως λογικῆς ψυχῆς, ἐπεὶ ἡ μέν ἐστι περὶ τὴν γνῶσιν τῶν ἀιδίων τε καὶ ἀεὶ ὁμοίως ἐχόντων, ἡ δὲ περὶ τὴν τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν, ὧν τὸ μὲν πρῶτον ἐπιστημονικόν, τὸ δὲ δεύτερον λογιστικόν τε καλοῦμεν καὶ βουλευτικόν, ἔσται καὶ περὶ ἑκατέραν ἐνέργειαν τῶν εἰρημένων τό τε εὖ καὶ τὸ κατ’ ἀρετήν. ἔστι δὲ ἀρετὴ γνώσεως ἀλήθεια, ἡ δὲ καθ’ ἑκατέραν δύναμιν τῆς λογικῆς ψυχῆς ἀρετὴ περὶ τὴν τῆς ἀληθείας γνῶσιν ἔσται τῶν θεωρουμένων ὑπ’ αὐτῆς, ἡ μὲν περὶ τὰ βουλευτά τε καὶ ἐνδεχόμενα ἄλλως ἔχειν ἑπομένη τῇ ὀρθῇ ὀρέξει (ὴ γὰρ εὕρεσίς τε καὶ γνῶσις τῶν συντελούντων πρὸς τὰ ὀρεκτὰ τῇ ὀρθῇ ὀρέξει αἱρετή· τὴν τοιαύτην ἕξιν τε καὶ ἀρετὴν καλοῦμεν φρονῇσιν· ἡ γὰρ φρόνησις εὑρετικὴ τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν συντελουσῶν πράξεων, διὸ καὶ τὴν φρόνησιν πρακτικὴν ἀρετήν φαμεν, ἐπεὶ ἡ γνῶσις αὐτῇ περὶ τῶν εἰς ὀρθότητα πράξεων συντελούντων), ἡ δὲ περὶ τὴν γνῶσιν τῶν ἀιδίων ἐνεργοῦσα ἔχει μὲν τὸ εὖ ἐν τῇ τῶν ἐν τούτοις ἀλητούτων [*](2 s. v. V 5 alt. δὲ om. a Sp. 8 μέσου sic V 9 δέδεικται VB Vict. Sp.: ἔτυχεν MLSFa 10 εἴη] εἴ V1 (corr. V² 11 τῶν in lit. V 12 ἡ om. a Sp. 17 αἱ περὶ V Vict. Sp.: περὶ V¹ SFa 26 μὲν om. a Sp. 29 ἡ δὲ B Vict. Sp.: ἡ δὲ V²: ἡ οὐ V¹F: ἢ σὺ S¹Μ: ἢ δὲ S2a: ἢ οὖ L 30 περὶ scripsi: ἐπὶ libri 33 τὴν δὲ τοιαύτην V² 36 αὐτῇ Schπart: αὐτη V¹: αὔτη V¹: αὐτὴ a Sp. 37 ante pr. τῶν 2—3 litt. erasae V)
151
θῶν εὑρέσει τε καὶ γνώσει οὖσα θεωρητική, ἀλλ’ οὐ πρακτική. οὐδὲν γὰρ τῶν ἐν τούτοις ἀληθῶν εἰς πρᾶξίν τινα τὴν ἀναφορὰν ἔχει, διό ἐστιν αὐτοῖς τέλος ἡ γνῶσις τῶν ἐν τοῖς ἀιδίοις ἀληθῶν, καὶ ἔστιν ἐν τούτοις τὸ μὲν εὖ τε καὶ ἀγαθὸν καὶ ἀληθές, ψεῦδος δὲ τὸ ἐν αὐτοῖς κακόν, ἣν ἀρετὴν ἐπιστήμην καλοῦμεν οὖσαν ἕξιν ἀποδεικτικήν. καὶ ἐπεὶ ἡ ἀπόδειξις διά τινων πρώτων τοῦ δεικνυμένου καὶ οἰκείων καὶ ἀληθῶν καὶ οὐκ ἐπ’ ἄπειρον ἐν αὐτοῖς τὸ πρῶτον, ἀλλ’ ἔστιν τι καὶ κυρίως ἐν αὐτοῖς πρῶτον, ἡ τοῦ οὕτως πρώτου γνῶσίς τε καὶ εὕρεσις νοῦς καλεῖται, σοφία δὲ ἡ ἄμφω ἔχουσα τήν τε τῶν ἀρχῶν εὕρεσιν καὶ τὴν διὰ τῶν ἀρχῶν τῶν μετ’ αὐτὰς εὕρεσίν τε καὶ δεῖξιν (ὥστ’ εἶεν ἂν πάλιν αἱ διανοητικαὶ ἀρεταί, οὖσαι τοῦ εὖ τοῦ ἐν ταῖς προειρημέναις ἐνεργείαις εὑρετικαί τε καὶ ζητητικαί, τὸ κυριώτατον τῆς εἰς εὐδαιμονίαν συντελείας ἔχουσαι τῷ τῶν κυριωτάτων δυνάμεων τῆς λογικῆς ψυχῆς τὰς ἐνεργείας τὸ εὖ παρὰ τούτων ἔχειν), τὴν μὲν ἀρχὴν λαμβάνουσα ἀπὸ τῆς εἰς εὐδαιμονίαν συντελείας, τὸ δὲ εἶναι ἔχουσα ἐν ταῖς καθ’ ἑκα τέραν λογικὴν δύναμιν ψυχῆς ἐνεργείαις, τοῦ εὖ τοῦ ἐν ταύταις ούσα εὑρετική τε καὶ ἀποδεικτική.

Ὁτιοὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ, δῆλον ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὐτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνεσθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέσεως μέτρον. ἢ γὰρ οὐ χρὴ λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πράξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο ἀληθές, αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὸν ἢ καὶ μᾶλλον, εἰ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευ- 3o ἄζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκείνης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρετὸν ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν, εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐτὸν [*](4 ἀληθές VB¹L: καὶ ἀληθὲς τὸ Ma: ἀληθές, τὸ Vict.? Sp.: τὸ ἀληθὲς τὸ B² 6 δια V 7 τι] τις V1 (corr. V2) 14 εἴη ἂν οὖν ἡ ἀρετὴ add. ante τὴν S2B2a cf. 144,34 sqq. 19 ὅτι add. ante οὐ B Vict. Sp. ἡ add. SFa Sp. supra τοῦ] τούτου Vict. 20 χάριν] χάρ in lit. V 22 καλοῦ το sic V 24 μέτρον ⟨ον in lit.) BS² Vict?1 Sp. supra: μέτριον VS¹ Fa χρὴ add. VBaSp. supra: om. V¹ 27 ἢ εἰ a αὶρεσεωσ V 29 ἢ καὶ μᾶλλον om. Vict. Sp. εῖ] εἰ καὶ Vict. Sp. αὕτη scripsi: αυτη V: αὐτὴ Sp. cf.145,10 29. 30 παρασκευάζει Sp.: παρασκευάζοι libri cf. supra 30 οὐδ’ ἂν] οὐδὲν a ἡδονὴν] ονη in lit. V 31 εἶναι καὶ ἢ Vict.)

152
οἷόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἄμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐτὸν αὐτοῖς τὸ εἶναι, ἀντιστρέφειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὸ εἶναι ἔχειν, καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’ ἂν αἱ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς εἶναι μόνας δι’ αὐτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρετὸν εἶναι λέγειν ὡς ποιη- τικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων, οἷς συγχωροῦσιν διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προίσταται δόξης· τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνεργείαις γινομένας ἡδονὰς εἰλικρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δὲ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐπὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ ὁμοειδεῖς φυλασσόντων; εἰ γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δὲ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ τῆς τῶν ἡδονῶν διαφορᾶς αἴτια· οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, αἷς γε διὰ ταύτας καὶ τὸ εἶναι τοιαύταις, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν καλῶν, ἄλλαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποιούμεναι ταῖς τοιαύταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἥόοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰσχραῖς ἐνεργείαις.