Ἠθικὰ προβλήματα [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Τὰ ὁμοειδῆ ἀλλήλοις οὐκ ἔστιν ἀλλήλων φθαρτικά. οὔτε γὰρ λευκὸν ὑπὸ λευκοῦ καθὸ λευκὸν φθείρεται, οὔτε μέλαν ὑπὸ μέλανος, οὔτε θερμὸν ὑπὸ θερμοῦ, ἡδονὴ δὲ ὑπὸ ἡδονῆς ἐστι φθαρτική. αἱ γοῦν ἀπὸ τῶν σφόδρα σπουδαζομένων ἡδοναὶ φθείρουσι τὰς ἀπὸ τῶν σπουδαζομένων ἔλαττον. ἐν γοῦν τοῖς θεάτροις ἡ ἀπὸ τοῦ ἀκούειν τινὸς κωμῳδοῦντος καλῶς φθείρει τὴν ἀπὸ τοῦ τραγηματίζειν. εἰ δέ, ὃ ἡ ἐναντία λύπη ποιεῖ τῇ ἡδονῇ, τοῦτο ποιεῖ ἡ ἀπό τινος ἄλλου ἡδονή, οὐκ ἂν εἴη ὁμοειδὴς αὕτη, ὡς τῷ ἀριθμῷ διαφέρειν μόνον. ἔτι αἱ ἡδοναὶ οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, τέλη οὖσαι αὐτῶν τῶν κατ’ εἶδος διαφερουσῶν ἀλλήλων ἐνεργειῶν, εἶεν ἂν καὶ αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλω. ἔτι εἰ τὴν τοῦ ἀκολάστου ἡδονὴν μὴ οἷόν τε ἡσθῆναι τὸν σώφρονα, μηδὲ τὴν τοῦ σώφρονος τὸν ἀκόλαστον, οὐκ ἂν εἶεν ὁμοειδεῖς ἀλλήλαις αἱ ἡδοναὶ πᾶσαι. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.

Ὁ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαιτῶν καὶ μηδὲν ἀξιῶν μανθάνειν ἢ ποιεῖν, ὃ μὴ ἔστι χρήσιμον, οὗτος ἀναιρεῖ τὸ [*](2 ἡ SFa Sp.: εἰ VΒ 3 αἰσχρὸν V 5 post ἡδὺ add. ὃ a 8 αὑτῶν V: αὐτοῦ B¹: αὐτοῦ B2a Sρ.: ἑαυτοῦ S² 10 ᾦ Vict. Sp.: ὡς libri δὲ om. a 11 τῷ Vict.? Sp.: τὸ libri 12 ἐρυθαίνεσθαι V²GSFB: ἐρυθένεσθαι V¹: ἐρυθραίνεσθαι a Sp. 13 γινόμενον ἔτι aSp. 19 τῶν ἧττον σπ. Vict. 20 κωμωδοῦντοσ V 21 τραγηματίζεν] μα in lit. V 8 ἡ θiels: δὴ VS¹B GF: δὴ ὅπερ S²B²a Sp. λύσει V (corr. V2) 23 αῦτη V: αὐτὴ a Sp.: αὐτῆς SF ἔτι in lit. V εἰ add. Schvart 25 εἷεν οὖν ἂν V²B Vict. Sp. 26 ἀκολάστου] κ in it. V ᾖσθῆναι V (corr. V²) 30 χρήσιμον] σι add. V2 31 ἠ V ἀναιρεῖ τὸ] ἀναιρεῖτο V)

140
εἶναί τι δι’ αὗτὸ ἀγαθόν τε καὶ αἱρετόν, εἴ γε τὸ μὲν χρήσιμον ἄλλου τινὸς χάριν γίγνεται, πρὸς ὃ χρήσιμόν ἐστι, τὸ δὲ ἄλλου τινὸς γινόμενον χάριν παρ’ ἐκείνου τὸ αἱρετὸν ἔχον ἔχοι ἂν παρ’ ἐκείνου καὶ τὸ ἀγαθὸν εἶναι, πᾶν δὲ χρήσιμόν ἐστι τὸ ἀγαθοῦ τινος ποιητικὸν καὶ γινόμενον, διότι ἐκείνου ἐστὶ ποιητικόν. ἀλλ’ εἰ τὸ δι’ αὐτὸ ἀγαθόν τε καὶ αἱρετὸν μᾶλλον ἀγαθὸν τοῦ παρ’ ἄλλου τὸ ἀγαθὸν ἔχοντος, ὁ τὸ χρήσιμον ἐν πᾶσιν ἀπαιτῶν ἀναιρεῖ τὸ εἶναί τι ἀγαθὸν κυρίως τε καὶ καθ’ αὐτό, ἔτι ὁ τὸ χρήσιμον μόνον ἀγαθὸν εἶναι λέγων καὶ αἱρετὸν ἀναιρεῖ τὸ εἶναί τι χρή σιμον. εἰ γὰρ τὸ χρήσιμον ὡς ἀγαθοῦ ποιητικόν ἐστιν αἱρετὸν καὶ τὸ εἶναι ἀγαθὸν ἔχει παρὰ τοῦ γινομένου πρὸς αὐτοῦ, μηδὲν δέ ἐστι τοιοῦτο καθ’ οὓς μόνον αἱρετόν ἐστιν τὸ χρήσιμον --- ἀναιρουμένου τοῦ δι’ ὃ γινόμενον ὑπ’ αὐτοῦ τὸ χρήσιμον τὸ αἱρετὸν ἔχει. εἰ γὰρ εἴη τὸ χρήσιμον χρήσιμον, διότι χρησίμου τινός ἐστιν ἀγαθοῦ ποιητικόν, ἔσται πᾶν τὸ ὑπὸ τοῦ χρησίμου γινόμενον χρήσιμον, ὃ τῷ εἶναι χρήσιμον ἐπ’ ἄλλο πάλιν ἕξει τὴν ἀναφοράν. οὕτως δὲ ἐπ’ ἄπειρον προελεύσεται, ἀεὶ μὲν τοῦ χρησίμου, διότι ποιεῖ τι, ὄντος χρησίμου, παντὸς δὲ τοῦ ὑπὸ τοῦ χρησίμου γινομένου ὄντος καὶ αὐτοῦ χρησίμου. τούτου δ’ οὕτως ἔχοντος οὐδ’ ἂν τὸ χρήσιμον ἔτι μένοι χρήσιμον, οὐκ ὄντος ἐσχάτου τινός, ὃ τῷ δι’ αὐτὸ αἱρετόν τε καὶ ἀγαθὸν εἶναι καὶ τοῖς εἰς αὐτὸ συντελοῦσιν καὶ οὖσι πρὸς αὐτὸ χρησίμοις τὸ εἶναι τοῖς τοιούτοις παρεῖχεν. ὡς γὰρ μὴ ὄντος αἱρετοῦ τοῦ γινομένου οὐδὲ τὸ πρὸς τοῦτο χρήσιμον ἔχοι ἂν τὸ αῖπετόν, σῦτως οὐδὲ τῶν πρὸς χρήσιμόν τι χρησίμων ἔχοι ἂν τὸ αἱρετὸν τῷ μηδὲν τῶν γινομένων ὑπ’ αὐτῶν αἱρετὸν εἶναι δι’ αὐτό, εἰ δὴ ἄτοπον τὸ ἀναιρεῖν τό γε εἶναί τι ἀγαθόν (ἀναιρεῖται γὰρ κατὰ τοὺς λέγοντας μόνον δεῖν σπουδάζεσθαι τὸ χρήσιμον, ὡς δέδεικται), ἄτοπον δὲ καὶ τὸ λέγειν μηδὲν εἶναι χρήσιμον, ὃ καὶ αὐτὸ ἀναιροῦσιν οἱ τὸ χρήσιμον μόνον σπουδάζεσθαι λέγοντες, ἄτοπος ἂν ἥδε ἡ δόξα εἴη. πρὸς δὲ τούτοις εἰ τὰ μὲν χρήσιμα ἡμῖν συναίρεται πρὸς τὰς ἐνδείας τε καὶ ἐνοχλήσεις καὶ περιστάσεις τὰς κατὰ τὸν βίον, τέλος δὲ οὐ τὸ ἐνοχλεῖσθαι, ἀλλὰ τὸ μηδὲν ἐνοχλουμένους ἐνεργεῖν τινας ἐνεργείας, αἱ οἰκεῖαί τε τοῖς ἀνθρώποις καὶ ἐλευθέρων ἐνέργειαι ---. ἀνδραπόδων γὰρ τὸ πάντα ποιήσαντας πρὸς τὸ μὴ [*](1 αὐτὸ V 2 δὲ add. V²BS2a Sp. 4 πᾶν δὲ VBSa Sp.: ἐᾶσοι V¹F1B1 ὥστε G 5 ποιητικόν] ό in lit. V 7 τι] ι in lit. V 9 ἀγαθοῦ (θ in lit. V 10 αυτοῦ V 11 οὓς B²Sa Sp.: ὃ VB¹F Vict. post μόνον add. τὸ χρήσιμον Vict. Sp. τὸ V¹ GF: οὐκ ἔσται τὸ V²BSa Sp.: fortasse τὸ χρήιμον, ⟨ἀναιρεθήσεται τὸ χρήσιμον⟩ ἀναιρουμένου 12 ὑπ] ἐπ’ a post ἔχει add. ἀναιρεῖται τὸ χρήσιμον GF 13 χρήσιμον in lit. V διότι χρησίμου] διότι χρη in mg. V1 ⟨ὡς⟩ ἀγαθοῦ Schsartc 14 ὃ V2 corr. ex ὄ 17 χρησίμου V 18 ὅτῷ V 20 τοῖς om. SFa 21 τοῦτο] τούτου a Sp. ἔχοι ἂν τὸ scripsi: ἔχοι ἂν VFS¹B¹: ἂν τὸ S2a: ἂν τὸ (εἴη, quod ante ἂν scripserat, del.) B²: ἂν εἴη τὸ coni. Sp. 22 οὐδὲ VS¹B¹F: οὐδὲν S2B2a fortasse recte: δὲ οὐδὲν Vict. Sp. 23 δὴ] δὲ Vict. Sp. 24 τό γε] τὸ vel τότε coni. Sp. 27 εἰ om. del. Sp. ,,nisi apodoais ecidit“ 28 συναίρεται V²B Vict. Sp.: συναναιρεῖται VFGa 29 τὸ ⟨μὴ⟩ F Sp.: τὸ VBSa 30 ἐνεργείας] α in lit. V 31 lacunam indicavi πάντα] τα add. V2)
141
ἐνοχλεῖσθαι ἐν παιδιᾷ τοῦ λοιποῦ καταζῆν μηδεμίαν ἐνέργειαν σπουδῆς ἀξίαν ἐνεργοῦντας. ὡς γὰρ ἄτοπον τὰς τῶν θεῶν ἐνεργείας ἢ πρὸς τὸ χρήσιμον αὐτοῖς γίνεσθαι λέγειν τοῖς μηδενὸς τοιούτου δεομένοις, ἀλλὰ ἔξω πάσης ἐνδείας καὶ παντὸς πάθους οὖσιν, ἢ ἐν παιδιᾷ τὸ τέλος αὐτοῖς τίθεσθαι, οὕτως ἄτοπον καὶ τὸ τοῖς ἀνθρώποις λέγειν τέλος εἶναι τῶν σπουδαίων ἐνεργειῶν καὶ παντὸς τοῦ βίου παιδιάν. καὶ γὰρ εἰ πάντες τῶν ἄλλων ἀπάντων ζῴων διαφέρομεν τῷ ἐπιστήμης τε εἶναι δεκτικοὶ καὶ αἴσθησιν ἀληθείας ἔχειν, δῆλον ὡς καὶ τὸ τέλος ἂν ἡμῖν εἴη ἐν ταῖς κατ’ αὐτὰ ἐνεργείαις ταῖς γινομέναις καθ’ ὅ ἐσμεν ἄνθρωποι, ἐσμὲν δὲ ἄνθρωποι μάλιστα, καθ’ ἃ διαφέρομεν τῶν ἄλλων ζῴων ἀπάντων, ταῦτα δ’ ἦν ἐπιστήμη τε καὶ ἀλήθεια, οὔτε ἐν παιδιᾷ κεῖται, οὔτε ἐν τοῖς διὰ τὸ χρήσιμον αἱρετοῖς.

Εἴρηκεν μὲν καὶ ἐν τῷ δευτέρῳ τῶν ικομαχείων, ὅτι πάθος ἐστίν, ἀλλ’ οὐχ ἕξις οὐδὲ ἀρετή, λέγει δὲ καὶ ἐν τῷ τετάρτῳ, καὶ δείκνυσίν γε ὅτι πάθος διά τε τοῦ ὁρισμοῦ τῆς αἰδοῦς καὶ διὰ τῶν τοῖς αἰδουμένοις συμβαινόντων. ἀλλ’ ἐκεῖ μὲν ἐπαινετὸν αὐτὸ πάθος εἶπεν, ἐνταῦθα δὲ τοῖς μὲν νέοις φησὶν εἶναι αἱρετὸν αὐτό, διότι τῆς ἡλικίας ἐχούσης εὐεμπτώτως πρὸς τὰ ἁμαρτήματα ἡ αἰδώς πολλοῖς αὐτῶν ἐμποδὸν γίνεται, τοῖς δὲ κατὰ τὴν ἡλικίαν προβεβηκόσιν ἀλλότριόν φησιν αὐτὸ λοιπὸν εἶναι τῷ εἶναι μὲν δὴ τὴν αἰδώ φόβον ἀδοξίας, τὸν δὲ φόβον τῆς ἀδοξίας ἢ ἐπὶ γεγονόσιν αἰσχροῖς ἢ ἐπὶ μέλλουσιν γίνεσθαι ἢ ἐπὶ δοκοῦσιν, ὧν οὐκέτι οἱ προβεβηκότες κατὰ τὴν ἡλικίαν καὶ τὰς ἀρετὰς ἔχοντες πρακτικοί. ῥτψδιον γὰρ αὐτοῖς φυλάττεσθαι καὶ ὅσα οὐκ ἔστι μὲν αἰσχρά, δοκεῖ δὲ γίνεσθαι καὶ αὐτὰ ἀδοξίας αἴτια. ἄξιον δὴ περὶ τούτου διαλαβεῖν καὶ μάλιστα, ἐπεὶ σύνισμεν αὐτοῖς ἤδη ταύτην ⟨τὴν⟩ ἡλικίαν γεγονόσιν αἰδουμένοις πολλὰ καὶ πολλάκις. εἰ μὲν οὖν ἦν λεγόμενον τὸ δεῖν καταφρονεῖν τῆς ἀδοξίας, οὐκ ἂν ἡμῖν ἔδει λόγων. ἐπεὶ δ’ οὐ τοῦτ’ ἐστὶν τὸ λεγόμενον, ἀλλὰ κεῖται μὲν ὅτι δεῖ φυλάττεσθαι τὴν ἀδοξίαν, εἴ γε ἡ δόξα καὶ τιμὴ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν, λέγεται δὲ ὅτι μηκέτι ἐν ἀδοξίᾳ γίνονται οἱ μήτε ποιοῦντές τι αἰσχρὸν μήτε ποιήσαντες, λέγοιμεν ἄν τι πρὸς τὰ εἰρημένα, ἐφ’ οἷς σύνισμεν αὐτοῖς αἰδουμένοις. οὐ γὰρ ἔοικεν ἡ ἀδοξία ἐπὶ τοῖς πραττοπαιδιᾷ [*](1 Vict.?: παιδείᾳ libri item v. 6.17 καταζῆν scripsi: κατὰ τὴν VB¹S¹: κατὰ SB²aSp. σπουδῆς] ς in lit. V 6 παιδιάν Vict. 7: παιδείαν libri 7 τε Sp.: γε libri, quod S¹F coll. ante ἐπιστήμης 8 εἴη ἡμῖν a Sp. 11 οὔτε B² Sp.: οὔτε VS²2 Vict.: οὔτε ἃ S¹a ἐν τοῖς om. a 13 περὶ αἰδοῦς in lit. V 14 ἐν τῷ δευτέρῳ] Εth. Nic. II, 7. 1108a30 15 ἐν τῷ τετάρτῳ] Etm. Nic. IV,15. 1128b10 19 αἰδὼς] ante ς unsa lit. erasa V 20 λοιπὸν αὐτό φησιν εἶναι a Sp. δὴ V2: διὰ V1a: om. B² Vict. Sp. 26 συνίσμεν V (et v. 32 αὐτοισ V τὴν add. Sp. αἰδομένοις a Sp. 32 αὑτοῖς V²B²: αὐτοῖς VFB¹: αὐτοῖς αὐτοῖς a: αὐτοὶ αὐτοις Vict.? 7 Sp.)

142
μένοις μὴ καλῶς γίνεσθαι μόνοις, ἀλλὰ καὶ τοῖς ὑποπτευομένοις καὶ τοῖς διαβληθῆναι δυναμένοις, ἃ μάλιστα ἰσχύει παρὰ τοῖς ἀγνοοῦσιν. εἰ δὲ γίνεταί τις καὶ ἐπὶ τοῖς τοιούτοις ἀδοξία, οὐκ ἀποκέκλεισται ὁ μηδὲν αἰσχρὸν ποιήσας τοῦ ἐν ἀδοξίᾳ δύνασθαι γενέσθαι. ἣν ἀδοξίαν εἰ δεῖ φοβεῖσθαι, ἣ οὐδὲν ἔλαττον ἐκ διαβολῶν ἢ ἐκ πράξεων γίνεται ὁ δὲ τῆς ἀδοξίας φόβος αἰδώς, οὐκ ἀλλότριον τοῦτο τὸ πάθος οὐδὲ τῶν ἐπιεικῶν εἴη ἂν καὶ κατὰ τὴν ἡλικίαν προβεβηκότων, οὐδὲ κατ’ αὐτόν, εἴ γε δεῖ μὲν φυλάττεσθαι καὶ φοβεῖσθαι τὴν ἀδοξίαν, τοῦτο δ’ ἐστιν αἰδώς. ἔτι τοῖς καλῶς τε καὶ σεμνῶς βιοῦσιν τῷ πάντα αἰσχρὰ πάντα διαβεβλῆσθαι μείζων ὁ τῆς ἐπ’ αὐτοῖς ἀδοξίας φόβος, καὶ μειζόνως αὐτὸν φυλάττονται, διὸ καὶ συμβέβηκεν τούτοις αἰδεῖσθαι μάλιστα, οἷς σφόδρα ἐστὶ τὰ αἰσχρὰ μισητά. ἡ γὰρ αἰδῶς οὐκ ἔοικεν πλῶς εἶναι φόβος ἀδοξίας, ἀλλὰ πολὺ πρότερον ἀλλοτριότης πρὸς τὰ αἰσχρά, δι’ ἣν οἱ οὕτως ἔχοντες φοβοῦνται τὴν ἐπ’ αὐτοῖς ἀδοξίαν. εἰ δ’ ἐστὶν τοιοῦτον ἡ αἰδώς, οὐκέτ’ ἂν οὐδὲ πάθος ἁπλῶς εἴη, ἀλλ’ ἕξις τις καὶ διάθεσις, ἢ τὸ προειρημένον ἕπεται πάθος. τῶν γοῦν κατὰ τὴν ἡλικίαν προβεβηκότων τοὺς μὲν οὐ φυλασσομένους τὰ αἰσχρὰ οὐδ’ ὅλως ἂν ἴδοι τις αἰδουμένους· διὰ γὰρ συνήθειαν τῶν πραττομένων αὐτοῖς καταπεφρονήκασιν τῆς ἐπ’ αὐτοῖς ἀδοξίας. οἱ δὲ καθαρεύοντες ἀπὸ τῶν τοιούτων μᾶλλον αἰδοῦνται τότε, ὅσῳ πεπείκασιν καὶ αὐτοὺς αἰσχρότερον εἶναι τοῖς ταύτην τὴν ἡλικίαν γεγονόσιν τὴν ἐπὶ τοῖς αἰσχροῖς ἀδοξίαν ἢ τοῖς νέοις.

Ὅτι ἀντακολουθοῦσιν αἱ θικαὶ ἀρεταί, δεικτέον καὶ ἀπὸ τῆς προαιρέσεως. εἰ γὰρ ἡ ἀρετὴ μάλιστα τῇ προαιρέσει κρίνεται, ἡ δὲ ὀρθὴ προαίρεσις ἔκ τε φρονήσεως εἵπετο βουλεύεσθαι τῆς φρονήσεως καὶ ἠθικῆς ἀρετῆς, εἴ γε δεῖ μὲν τῷ καλῶς βουλευομένῳ τὸν σκοπὸν ὀρθὸν κεῖσθαι, εἰς ὃν περὶ τῶν συντελούντων εἰς αὐτὸν βουλεύεται, ὁρίζεται δὲ ὁ σκοπὸς ὑπὸ τῆς ἠθικῆς ἀρετῆς (οὖ γὰρ ἐφιέμεθα, περὶ τούτου βουλευόμεθα, ἡ δὲ τῶν προσηκόντων ἔφεσις ἀπὸ τῆς ἠθικῆς ἀρετῆς, ὥσπερ εἶπεν Ἀριστοτέλης), οὐκ ἔστιν ἡ προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδ’ ἄνευ ἀρετῆς. ἡ μὲν γὰρ τὸ τέλος, ἡ δὲ τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἔτι εἰ ἀνάγκη [*](3 ἀποκέκλεισται B²S1 Vict.? Sp.: ἀποκέκληται VFB1 : ἀποκέκλειται G: ἀποκέκλεισθαι S¹a 4 εἰ δεῖ V2 Vict. Sp.: εἰδει V¹: ἔδει Fa 5 ἣ V corr. ex ἤ 5, 6 ὁ—αἰδώς circumscripsi 6 τοῦτο ⟨τὸ⟩ coni. Sp.: τοῦ Vict. πάθους Vict. οὐδὲ forttasse οὐδενὶ 7 αὐτὸν (in mg οἶμαι Ἀριστοτέλη V1) V¹FS¹B1G: αὐτὸν τὸν Ἀριστοτέλη λέγοντα (δηλοῦντα B²) B²S²a Sp. 8 ἐστιν] στ in lit. V 9 αἰσχρὰ πάντα VB ¹S¹: τὰ αἰσχρὰ παρ’ αὐτοῖς S²B²aSp. 10 τῆς] Ϛ in lit. V 23 ήθικαὶ] θι s. v. V 25 τε VSB¹FML: del. B2: om. aSp. εἵπετο VB¹: ἔκ τε τοῦ S¹FL (τοῦ corr. ex τὸ): επετο (ἔπετο a: ἕπεται Sp.) τὸ γὰρ S²B²aSp. fortasse φρονήσεως ⟨καὶ ἠθικῆς ἀρετῆς⟩ ε ἴ γε τὸ 26 σκοπὸν] inter ο et π paull. eras. V αὐτὸν] αὐτὴν a Sp. 28 ἐφιέμεθα] ι s. v. V 29 ex gr. Eth. Vic. II, 9. 110a20s sqq.)

143
μὲν ἡντινοῦν ἀρετὴν ἠθικὴν ἔχοντα φρόνησιν ἔχειν, εἴ γέ ἐστιν ἡ ἠθικὴ ἀρετὴ πρακτικὴ τῶν ὡρισμένων φρονήσει τε καὶ τῷ ὀρθῷ λόγρ, ἀνάγκη δὲ καὶ τὸν φρόνησιν ἔχοντα ἔχειν ἠθικὴν ἀρετήν, εἴ γε οἰκεῖον τῇ φρονήσει τὸ ζητεῖν, πῶς οἷόν τε τυχεῖν τοῦ δέοντος σκοποῦ, ὃν τῆς ἠθικῆς ἀρετῆς ὁρίσαι· αὕτη γὰρ τῆς ὀρεκτικῆς δυνάμεως ἀρετή· ταύτῃ γὰρ φρόνησίς τε καὶ δεινότης διαφέρουσιν, ἡ μὲν φρόνησις τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν φερόντων ἐστὶν εὑρετική τε καὶ ζητητική, ἡ δὲ δεινότης τῶν πρὸς τὸν τυχόντα ---