Ἤ ὅτι πᾶσα ἀρετή, οὖ ἂν ἢ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν. τε γὰρ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν [*](1 ὧν B2aSp. supra: V 3 pr. τὸ Sp.: τε libri 4 ἄμα] alt. α in lit. V 6 αἱ om. a Sp. 8 αἱρετάς s. v. (ἐρέτας in lit.) V 9 αἱρετῶν] αρετὸν a Sp. συντελεῖν a 10 μὲν] μ in lit. V 12 ἀλλ’ ἀπιθάνως SFaSρ.: ἀλλὰ πιθανῶς VD 18 τερπνόν a Sp. 19 οὔσας BS¹a Sp.: οὔσης VB²F 20 ἐνεργείαις] ις in lit. ς s. v. V 23 αἰτία a Sp. 27 αἰτίαι V 29 ἐνεργειασ (σ in lit.) V 33 ἐνέργειαι a Sp. 35 αὐτό τε] τότε a 36 αὑτοῦ Sp.)
153
σπουδαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μορίων τοῦ σώματος. ἀλλὰ καὶ ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν ἐπιβάτην καὶ μεῖναι τοὺς πολεμίους· ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ζύων ἑκάστου. ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν τε καὶ ἐπιστημῶν οὕτως ἔχει· τῇ γὰρ τῆς γυμναστικῆς ἀρετῇ τό τε σῶμα τῶν ἀνθρώπων εὖ ἔχον γίνεται καὶ τὰς οἰκείας ἐνεργείας εὖ ἀποδίδωσιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ ἰατρικῆς· τῇ γὰρ ταύτης ἀρετῇ ὑγιαίνομέν τε τὰ σώματα καὶ τὰς ὑγιεινὰς ἐνεργείας ἐνεργοῦμεν. ὁμοίως ὁ λόγος καὶ ἐπὶ οἰκοδομικῆς καὶ ἐπὶ πλαστικῆς καὶ ἐπὶ τεκτονικῆς καὶ ἐπὶ πασῶν τῶν τεχνῶν. ὄντος δὲ ἀληθοῦς τοῦ πᾶσαν ἀρετήν, οὖ ἂν ἢ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖν καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδιδόναι, δῆλον ὡς καὶ τοῦ ἀνθρώπου ἡ ἀρετὴ εἴη ἄν, ἀφ’ ἦς αὐτός τε ὁ ἄνθρωπος εὖ ζξει καὶ τὸ ἔργον τὸ οἰκεῖον ὡς ὅτι ἄριστον ἀποδίδωσιν. τί ποτ’ οὖν ἐστι τοιοῦτον, ἐφεξῆς ἰδεῖν· τὸ γὰρ εὑρεθὲν εἴη ἂν ἡ ἀρετή. ἐπεὶ τοίνυν ὁρῶμεν ἐν παντὶ ποσῷ καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν δεχομένῳ τὸ μὲν ὑπερβάλλον καὶ τὸ ἐλλεῖπον ἐν αὐτοῖς φευκτέα ὄντα, τὸ δ’ ἴσον καὶ τὸ σύμμετρον καὶ μέσον αἱρετά τε καὶ ἐν αὐτῷ τὴν οἰκείαν ἀρετὴν ἔχοντα (ἐπί τε γὰρ τῆς τῶν σωμάτων εὐεξίας τε καὶ ἀρετῆς τοῦ σώματος τὰ μὲν ὑπερβάλλοντα καὶ ἐνδέοντα γυμνάσια καὶ γενέσθαι κωλύει τὴν εὐεξίαν καὶ φθείρει γενομένην, τὰ δὲ σύμμετρά τε καὶ μέσα καὶ σώζει καὶ ποιεῖ· ἀλλὰ καὶ τὴν ὑγείαν τὰ μὲν ὑπερβάλλοντά τε καὶ ἐνδέοντα σιτία διαφθείρει, σώζει δὲ οὖσαν καὶ μὴ οὖσαν ποιεῖ τὰ μέσα τε καὶ σύμμετρα· ἀλλὰ καὶ ἐπὶ πλαστικῆς ἰδεῖν ἔστιν ἐν, τῇ φυλακῇ τῆς ὑπερβολῆς τε καὶ ἐλλείψεως ὂν τὸ γινόμενον κατ’ ἀρετὴν ὑπ’ αὐτῆς· ὡς δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων ἔχει, ἔστιν δὲ καὶ ἡ ήθικὴ ἀρετὴ περὶ πάθη τε καὶ πράξεις, ἃ καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν δέχεται), δῆλον οὖν ὡς εἴη ἂν κατὰ τὰ αὐτὰ καὶ ἡ περὶ αὐτὰ ἀρετὴ ἐν μεσότητι τούτων. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων τὸ μέσον ὡρίζετο ὑπὸ τοῦ κατὰ τὴν τέχνην λόγου, οὕτως καὶ ἐπὶ τῶν παθῶν τε καὶ τῶν πράξεων εἴη ἂν ὁριζόμενον τὸ μέσον τε καὶ σύμμετρον ὑπὸ φρονήθεσιν τε καὶ τοῦ ὀρθοῦ λόγου, καθ’ ὃν ὁρισθέντα τε καὶ πραττόμενα τὸ ἐν τῷ εὖ ἄκρον ἔχοι. διὸ καί φαμεν εἶναι λόγον τῆς ἠθικῆς ἀρετῆς ἕξιν προαιρετικὴν τῆς μεσότητος τῆς πρὸς ἡμᾶς. τῆς περὶ τὰ πάθη
[*](1 αὑτοῦ Sp. 4 ἐπιβάτην] supr η lit. V καὶ ἐπὶ-5 ἀλλὰ om. a (Vict. suppl., sed falso post λόγος (8), quod perspesit Sp.) 5 ζῴων ἄλλων Vict. Sp. 9 ὁμοίως] ὅμοιος Sp.: ὁμοίοις a: ὁμοῖος Vict.v 9.10 οἰκοδομικῆς] κ in lit. V 10 pr. ἐπὶ om. aSp. 11 τε om. aSp. 13 ἀφ’ ὧν B1 14 ἀποδίδωσιν V¹SFa Sp.: ἀποδώσει B : ἀποδώσειν V² 16 δεχομένων V¹ (cor. V² 17 ἐν] ὃν Sp. φευκταῖα V1 (corr. V²) τὸ μέσον a Sp. 18 αὑτῷ Sp.: αὐτ] V²: τῷ V¹Sa: ἴσως εὖ aut potius ἐν αὐτῷ’’ Vict. 20 τὴν] τ in lit. V γενομένην Sp.: γινομένην libri 25 alt. δὲ om. a Sp. 26 pr. καὶ om. a ἠθικὴ] ή s. v. V Vict.?: ὃ libri 27. 28 κατὰ ταῦτα καὶ περὶ ταῦτα coni. Sp. 28 τὰ αὐτὰ SFa Sp. 31 τὸ post εὖ coll. Sp. falso, cf. 15522 et Arist. Nic. Eth. II, 6. 1107a8 33 προαιρετικὴν Vict.?: διαιρετικὴν διὰ libri cf. l. c. 1106b 36) 154
τε καὶ τὰς πράξεις, τῆς ὡρισμένης τῷ ὀρθῷ λόγῳ, τοῦ ἐν τοῖς ἄκροις εὖ τε καὶ καλοῦ τυγχάνουσαν. ὅτι δὲ οὕτως ἔχει, δῆλον ἑκάστην τῶν ἠθικῶν ἀρετῶν προχειριζομένοις. ἥ τε γὰρ ἀνδρεία τὰς ὑπερβολὰς τοῦ τε θάρρους καὶ τῶν φόβων, ὁμοίως δὲ καὶ τὰς ἐλλείψεις φυλασσομένη τοῦ ἐν τούτοις εὖ τυγχάνει· τῶν δὲ περὶ τὰς ὑπερβολάς τε τούτων καὶ τὰς ἐνδείας ἕξεων ἡ μέν ἐστι θρασύτης, ἡ δὲ δειλία, κακία οὖσα αὐτῶν ἑκατέρα. ἀλλὰ καὶ ἡ σωφροσύνη τοῦ αὐτοῦ περὶ τὰς σωματικάς τε καὶ δι’ ἁφῆς γινομένας ἡδονάς τε καὶ λύπας τυγχάνει. φυλαττομένη μὲν τὰς κατὰ ταῦτα ὑπερβολάς τε καὶ ἐνδείας, αἱρουμένη δέ τι κατὰ τὸν ὀρθὸν λόγον μέσον ἐν αὐταῖς, τῶν δὲ ἐν ταῖς ὑπερβολαῖς τούτων καὶ ἐνδείαις ἕξεων ἡ μὲν κατὰ τὴν ὑπερβολὴν ἀσωτία, ἡ δὲ κατὰ τὴν ἔνδειαν ἀναισθησία. ὁμοίως δὲ καὶ ταῖς ἕξεσιν ταύταις ἔχουσιν καὶ περὶ τὰς ἄλλας πράξεις καὶ τὰ ἐν αὐταῖς πάθη αἴ τε ἀρεταὶ μεσότητες οὖσαι καὶ αἱ κατὰ τὰς ὑπερβολάς τε καὶ τὰς ἐνδείας κακίαι.
Τὧν δὲ οὐ φασκόντων τὰς ἀρετὰς εἶναι μεσότητας ἢ δι’ ἄγνοιαν τῶν εἰρημένων ἢ διὰ φιλοτιμίαν τοῦ καὶ πρὸς τοῦτο δοκεῖν τι λέγειν οἱ μὲν οὐ φάσκοντες δύνασθαι μεσότητα τὴν ἀρετὴν εἶναι διὰ τὸ δεῖν μὲν τὸ μέσον ὁρίζεσθαι τοῖς ἄκροις καὶ ἀπὸ τούτων ἴσον ἀφεστάναι, μὴ εἶναι δὲ μήτε ἐν τοῖς πάθεσιν μήτε ἐν ταῖς πράξεσιν μήτε τὰς ὑπερβολὰς μήτε τὰς ἐνδείας ὡρισμένας, οὔτε γὰρ ἡ τοῦ θαρρεῖν ἀμετρία μέχρι τίνος πρόεισιν, ἐστὶν ὡρισμένον, οὔτε ἡ τοῦ φοβεῖσθαι· πρὸς δὴ τούτους λέγοιτο ἂν, ὅτι μὴ ἐνόησαν τὸ ἐν τῷ ὁρισμῷ προσκείμενον τῇ μεσότητι, ἔστι δὲ τοῦτο τὸ πρὸς ἡμᾶς’, καίτοι σαφῶς αὐτὸ διορίσαντος Ἀριστοτέλους καὶ δείξαντος, ὅτι τὸ μὲν πρὸς τὸ πρᾶγμα μέσον δεῖται τοῦ τῶν ἄκρων ὅρου, εἴ γε τὸ οὕτως μέσον ἴσον ἀπέχει τῶν ἄκρων, τὸ δὲ πρὸς ἡμᾶς μέσον οὔτε ἂν ἦν καὶ τὸ αὐτὸ πᾶσιν οὔτε εὑρίσκεται ἐν τῇ ἴσῃ τῶν ἄκρων ἀποστάσει. τοὐναντίον γὰρ ἡ εὕρεσις τοῦ οὕτω μέσου γνωρίμους ἐποίει καὶ τὰς ἐφ’ ἑκάτερα ἐκβάσεις τοῦ μέσου. ὡς γὰρ ἐπὶ τῶν τεχνῶν ὁρισθὲν τὸ καθ’ ἕκαστον τῶν εἰρημένων μέσον τε καὶ σύμμετρον τῷ τῆς τέχνης λόγῳ τὰς ἐκτροπὰς καὶ παραβάσεις δείκνυσιν τὰς ἐφ’ ἑκάτερα τοῦ μέσου, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν παθῶν τε καὶ πράξεων. ὁρισθὲν γὰρ τὸ κατ’ αὐτὴν [*](1 τοῖς] αὐτοῖς V¹ (corr. V²) 2 ἔχοι a προχειριζομένοις FSa Sp.: προχεριομένη (supr η lit.) V: προχειριομένης sic B1 4. 5 φυλασσομένη V² Vict.? Sp.: φυλασσομένης V¹SL (ex corr) Fa 5 ἐν VBI Vict.?: ἐκ S2: εὖ GF MS1 a Sp. εὖ τυγχάνει V: ἐντυγχάνει G¹FLMS¹a Sp.: εὐτυγχάνει G²S²: τυγχάνει Vict. 6 ἕξεων Vict. Sp.: ἐξ ὧν libri δειλία in lit. V 8 φυλάττομεν ἡ a 9 κατ’ αὐτὰ a ἐνδείας] ἀνδρείας B1 αροῦμεν ἡ a 11 ἕξέων] ἐξ ὧν a 12 pr. καὶ om. Sp. 16 τοῦ Vict. Sp.: τῷ VS¹ B¹ FG: τούτῳ SB²a τι corr. ex τε V2 21 τούτοις a 25 ἒν ἦν V²BFΜ Vict.?: ἐνῆν V¹: ἐνην G: ἔνην b: εὗ ἦν Sa: ἦν Vict.: ἓν Sp., qui confert Arist. Eth. Nic. 1106a30 26 ἴσῃ] ισ in lit. V 26. 27 τοὺ ναντίον (ante ν pr. lit. 1 litt. V 27 γνωρίμους S2: γνωρίμου VFLΜS2: γνω- ρίμου γεγονότος man. rec. VBS¹a Sp. 28 ὁρισθὲν τὸ V²S²Ba Sp.: ὁρισθέντος V¹FGS¹M1 31 πράξεων] ων in lit. V)
155
σύμμετρον ἑκάστῳ ὑπὸ τῆς φρονήσεως καὶ τοῦ κατ’ αὐτὴν λόγου πάσας τὰς τούτου παραβάσεις ποιεῖ γνωρίμους, οὐδὲν δεομένη τῆς προσόδου τῆς ἐπὶ τὰ πέρατα αὐτῶν, ἀλλ’ αὐτόθεν κωλύουσα αὐτὰς τῷ ταῖς πρώταις αὐτῶν ἐκτροπαῖς ἐνίστασθαι ταῖς γινομέναις παρὰ τὸ μέσον τε καὶ σύμμετρον.
Ἀλλὰ καὶ ὁ λέγων μὴ εἶναι τὴν ἀρετὴν μέσην δύο κακιῶν τῶν ἑκατέρωθεν αὐτῆς, μὴ γὰρ ἕπεσθαι αὐτῇ κακίαν ἐναντίαν τῷ τὸ μὲν μέσον μηδετέρου τῶν ἐφ’ ἑκάτερα τῶν ἄκρων πλεῖστον ἀφεστάναι, ἐναντία δὲ εἶναι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστῶτα, οὐδὲ οὗτος εἴη ἂν κινῶν τι τῶν κειμένων. εἰ μὲν γὰρ ἦν ἡ ἀρετὴ αὐτὰ τὰ μέσα πάθη καὶ αὐταὶ αἱ μέσαι πράξεις, ἔλεγον ἄν τι. νῦν δ’ οὐ ταῦτα ἡ ἀρετή, ἀλλὰ περὶ ταῦτα. τὸ δὲ εἶναι αὐτῇ ἀρετῇ ἐν τῷ ὡρίσθαι τῷ ὀρθῷ λόγῳ καὶ συμμετρίᾳ τὸ εἶναι ἔχειν, ταῖς δὲ ὑπερβολαῖς καὶ ἐνδείαις τὸ κακίαις εἶναι παρά τε τοῦ ἡμαρτημένου λόγου καὶ τῆς ἀσυμμετρίας, καθ’ ὅσον ἡ μὲν κατὰ τὸν ὀρθὸν λόγον ἃ πράττει πράττει, καὶ ἔστιν ἐν συμμετρίᾳ, ἡ δὲ κατὰ τὸν ἡμαρτημένον λόγον, καὶ ἐν ἀσυμμετρίᾳ ἡ ἐναντίωσις αὐταῖς, ἐπεὶ κατά γε αὐτὰ τὰ πάθη καὶ τὰς πράξεις καὶ τὸ ἐν τούτοις ποσὸν αἱ ἔνδειαι ταῖς ὑπερβολαῖς εἴρηνται ὑπ’ αὐτοῦ εἶναι ἐναντίαι.
Καὶ ὁ λέγων δὲ μὴ εἶναι τὴν ἀρετὴν μεσότητα, δεήσειν γὰρ τὸν τὴν ἀρετὴν ἔχοντα τὸ μέσως εὖ μετιέναι, ἀλλ’ οὐ τὸ ἄκρως, οὐδ’ οὗτος δὴ νοήσας τὰ εἰρημένα λέγει. εἴρηται γάρ, ὅτι ἐστὶν ἡ περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότης κατὰ τὸν προειρημένον τρόπον ἐν τῷ εὖ ἀκρότης. ἄκρως γὰρ εὖ ἔχει τὸ γινόμενον ἐν ἐκείνοις μέσως τε καὶ συμμέτρως. οὐδὲν γὰρ κωλύει τὸ ἄκρων τινῶν ἐν μεσότητι ἄκρον τινῶν εἶναι. διὸ ἄτοπος καὶ ὁ λέγων, εἰ ἡ ἀρετὴ ἀκρότης ἐστὶ ψυχῆς λογικῆς, μὴ δύνασθαι αὐτὴν εἶναι μεσότητα τῷ μὴ οἷόν τε εἶναι ταὐτὸν ἅμα ἄκρον τε εἶναι καὶ μέσον. εἰ μὲν γὰρ τοῦ αὐτοῦ τις ἠξίου, ἔλεγον ἄν τι, ἐπεὶ δὲ οὐ τοῦτο λέγεται, εἶεν ἂν αἰτιώμενοι τὰ ἀναίτια.
Aλλ’ οδδὲ ὁ λέγων, εἰ ἡ ἀρετὴ μέση δύο κακιῶν, εἴη ἂν καὶ συγκειμένη ἐκ τούτων τῷ τὰ μέσα τῶν ἐναντίων ἐκ τῆς μίξεως τῶν ἐναντίων ἔχειν τὴν σύστασιν, ὡς ἐπὶ χρωμάτων καὶ ὀσμῶν καὶ χυμῶν αὐτὸς ἐν τῷ Περὶ αἰσθήσεως εἴρηκεν, οὐδ’ οῦτος δὴ ἅπτεταί τινος τῶν κειμένων. οὐ γὰρ εἰ τὰ προειρημένα τοιαῦτα, ἤδη καὶ πάντα μέσα ἐναντίων τινῶν ἐκ τῆς ἐκείνων μίξεως τὸ εἶναι ἔχει. οὐδὲ γὰρ τὸ κατὰ ποσότητά τινα μέσον ἐκ τῶν ἐναντίων ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν τοὐναντίον ἐν τῇ πρὸς τὰ [*](1 ἕκαστον coni. Sp. 2 προόδου V 8 alt. τῶν del. V2 11 αὐταὶ B2Sa Sp.: αὗταί VFB ἔλεγεν coni. Sp. νῦν B²MS²a Sp.: εἰ VB¹ S¹FL 12 αὕτη ἀρετή a 13 συμμετρία V 15 ἐν om. a 18 ἐναντίαι a: ἐναντία V 19 δεήσει a Sp. 20 τὸ μέσως Schwartz: τῷ μέσῳ libri (⟨οὐ⟩ τῶ μέσῳ ⟨τὸ⟩ εὑ μ., ἀλλὰ τῷ ἄκρῳ coni. Sp.) τῷ ἄκρως B2 Vict.? M1 οὐδ’] ἀλλ’ a μὴ δὴ a: μὲν δὴ Sp. 22 τὰς s. v. V 23 ἃ μέσως a: ἀμέσως FL 24 ἄκρων] ἄκρον a Sp. ἄκρον] ἄκρων V¹ (corr. V2) a 26 ταὐτὸν εἷναι a Sp. alt. ἕναι om. a Sp. 31 αὐτὸς] τοῖς S¹F: οἶς S²a 31. 32 ἐν τῷ lIερὶ αἰσθήσεως] De,sensu c. 4. 441 b 14 34 οὐδὲ V2B: οὐδὲν V¹F a Sp.)
156
ἄκρα ἀποστάσει τὸ εἶναι αὐτοῖς μέσοις. ἐπί τε γὰρ τῶν κατὰ τὰς τέχνας γινομένων τὸ μέσον τε καὶ σύμμετρον οὐκ ἐκ τῆς συνθέσεως τοῦ τε ὑπερβάλλοντος καὶ τοῦ ἐνδέοντος, ἀλλ’ ἐν τῇ φυγῇ τούτων. οὐ γὰρ ἐκ μίξεως τῶν ὑπερβαλλόντων καὶ ἐνδεόντων γυμνασίων εὐεξία, καίτοι οὔσα ἐν μεσότητι αὐτῶν· ἀλλ’ οὐδὲ ἡ ὑγεία τοῦτον γίνεται τὸν τρόπον· ἀλλ’ οὐδὲ ἡ πλαστικὴ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας συντίθησιν. οὐδὲ τὸ κέντρον δὲ τοῦ κύκλου ἐκ μίξεως τούτων ἐστὶν ὧν ἀφέστηκε πλεῖστον, ἀλλ’ οὐδὲ τὰ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν ἐξ ἐκείνων μέμικται. ἀλλ’ οὐδὲ γτὸ.πχφκόπτοντα συγκεῖσθαι ἐκ κακίας τε καὶ ἀρετῆς φήσαι τις ἄν.
0ὑδὲ ἐκεῖνο ὑγιὲς τὸ λέγειν, εἰ μεσότης ἡ ἀρετή, δεήσει ἀπὸ τῆς ἐνδείας εἰς τὴν ὑπερβολὴν προιόντα πρῶτον ἐν ἀρετῇ γενέσθαι. εἰ μὲν γὰρ ἦν τὰ μέσα πάθη καὶ αἱ μέσαι πράξεις αἱ ἀρεταί, ἴσως ἄν τι ἦν λεγόμενον, εἰ δ’ ἐστὶν ἡ ἀρετὴ ἐν τῷ ὡρίσθαι ταῦτα τῷ ὀρθῷ λόγῳ, οὐ πάντως ὁ ἐν μέσῳ πάθει τινὶ γενόμενος ἤδη γίνεται ἐν αὐτῷ ὡς κατὰ τὸν ὀρθὸν λόγον αὐτὸ πάσχειν ἢ τὴν μέσην πρᾶξιν πράττειν ὁμοίως. οὐδὲ ἄλλως δὲ τοῦτο τοῦτον ἐπὶ πάντων συμβαίνει τὸν τρόπον. οὐ γὰρ ἐκ τοῦ δι’ ὑπερβολήν τινος τῶν μερῶν αἴσχους εἰς τὸ κατ’ ἔνδειάν τε καὶ ἔλλειψιν μεταβάλλον πρῶτον γίνεται κάλλος.
Ἄτοπον δὲ καὶ τὸ λέγειν, καθ’ ὓς μεσότητες αἱ ἀρεταί, κατὰ τούτους γίνεσθαι καὶ κακίας μέρος ἀρετήν· τῆς γὰρ θρασύτητος εἰ τὸ ὑπερβάλλον ἀφαιρεθείη, τὸ καταλειπόμενον αὐτῆς μέρος ἀνδρεία ἂν εἴη· ἀλλὰ καὶ τῆς ἀνδρείας εἰ ἀφαιρεθείη μέρος τι, καθ’ ὃ τῆς δειλίας ὑπερέχει, γίνεσθαι τὸ καταλειπόμενον αὐτῆς μέρος δειλίαν. ἱκανῶς γὰρ περὶ τούτων καὶ αὐτὸς εἶπεν, δεικνὺς ὅτι πᾶν τὸ τῆς κακίας μέρος κακία, καὶ πᾶν ἀρετὴ τὸ τῆς ἀρετῆς. ἢ γὰρ οὐ ταῦτα ἦν τὰ λυόμενα διὰ τῆς λέξεως τῆς· οὐ πᾶ κα δὲ ἐπιδέχεται πρᾶξις οὐδὲ πᾶν πάθος τὴν μεσότητα· ἔνια γὰρ εὑ θὺς ὑνόμα σται συνειλημμένα με τὰ τῆς φαυλότητος, οἰον ἐπι χαιρεκακία ἀναισχυντία φθόνος, καὶ ἐπὶ τῶν πράξε ων μοιχεία κλοπὴ ἀνδροφονία. πάντα γὰρ ταῦτα καὶ τὰ τοι οῦτα ψέγεται τῷ φαῦ ῦλα εἶναι, ἀλλ’ οὐχ αἱ ὑ περβολαὶ αὐτῶν οὐδὲ ἐλλείψεις. οὐκ ἔστιν οὖ ν οὐ δέ ποτε πε ρὶ αὐτὰ κατορθοῦν, ἀλλ’ ἀεὶ ἁμαρτάνειν, οὐδέ ἐστι τὸ εὖ ἢ μὴ εὖ περὶ τε τὰ τοιαῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν, ἀλλ’ πλῶς ποιεῖν ὁτιοῦν τούτων ἁμαρτάνειν ἐστίν. ὅμοιον καὶ τὸ ἀξιοῦν περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν καὶ ἀκολα σταίνειν με σότητα εἶναι καὶ ὑ περβολὴν [*](9 φήσει V1 (corr. V²) 10 δεήσειν Schwartz 13 ἡ om. Sp. ὡρίσθαι] αι in lit. V 14 γινόμενος a Sp. 17 ἔνδειαν] α in lit. V 19 αἱ ἀρεταί] αρεταί a 20 εἰς τὸ a 21 ἀφαιρεθείη] εί in lit. V καταλιπόμενον V (corr. V) item v. 23 25 τὰ del. Sp. λυόμενα] λεγόμενα Vict.? M λέξεως] Eth. Nic. , 6. 1107a8 28 ἐπιχαιρεκακίαι V 29 πάντα ἀ in lit.) V 30 ψέγεται scripsi cum Arist. vulg.: λέγεται libri τῷ αὐτὰ φαῦλα Vict. ex Arist. vulg. οὐχ αἱ Vict. ex, Arist.: οὐ καὶ libri: οὐ καὶ Schwartz οὐδὲ VM: ἀλλ’ οὐδὲ LSa: οὐδὲ αἱ Vict. ex Arist. 32 ἁμαρτάνει a ἢ μὴ V² Vict.? Sp.: εἰ μὴ Sa: μὴ VS¹L51 τε del. V²: om.B Arist. 33 ἣν B2 in lit. Vict.? ἦν libri ἀπλῶς τὸ ποιεῖν Vict. ex, Arist. 34 ὅμοιον οὖν Vict. Sp. ex Arist. καὶ περὶ Arist. εἶναι μεσ. Arist.)
157
καὶ ἔλλειψιν· ἔσται γὰρ οὕτως γε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως. ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδὲ ἐκείνων μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ᾿ ὡς ἂν πράττηται ἁμαρτάνεται. ὅλως γὰρ οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστίν, οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις. διὰ γὰρ τούτων οὐ μόνον τὴν προειρημένην λέλυκεν ἀπορίαν, ἀλλὰ καὶ πάντα τὰ πρὸς τὴν δόξαν ἀπορεῖσθαι δυνάμενα.
Ἐπεὶ τοῖς μὲν ὡς γένος τῶν ἀρετῶν τὴν ἀρετὴν κατηγορεῖσθαι λέγουσιν εἵπετο ἄτοπον τὸ μιᾶς ἀναιρουμένης ἀναιρεῖσθαι πάσας (τῆς γὰρ φρονήσεως ἀναιρεθείσης οὐδ᾿ ἄλλην οἷόν τε ἔχειν ἀρετήν, οὐχ οὕτως ὀὲ τὸ γένος ἔχει πρὸς τὰ εἴδη, ὡς ἑνὸς εἴδους ἀναιρέσει συναναιρεῖσθαι αὐτό τε καὶ τἆλλα εἴδη), τοῖς δὲ ὡς ὅλον μερῶν εἴπετο τὸ μὲν ὅλον τῶν μὴ ὁμοιομερῶν αὐτῷ μερῶν μὴ κατηγορεῖσθαι συνωνύμως (οὐ γὰρ κατὰ τῆς κεφαλῆς τοῦ ἀνδριάντος ὁ ἀνδριὰς καὶ ὁ λόγος αὐτοῦ· οὐσῶν δέ γε τῶν ἀρετῶν διαφερουσῶν ἀλλήλων ἡ ἀρετὴ κατὰ πασῶν συνωνύμως κατηγορεῖται) --- ἢ εἰ τὸ ὅλον τὸ ὁμοιομερὲς τῶν μερῶν συνωνύμως κατηγορεῖται, πᾶσαι δὲ αἱ ἀρεταὶ ὅμοιαι ἀλλήλαις, εἴ γε ἣν ἂν λάβης ὡς τελείαν, ὁμοίως ἐκ πασῶν μέμικται, εἴη ἂν ὡς ὁμοιομερὴς ὅλη κατηγορουμένη ἑκάστης συνωνύμως. ὁ γὰρ ἔχων τὴν τελείαν ἀρετὴν ὁμοίως πάσας ἔχει, ἔχων δὲ ὁμοίως πάσας λέγεταί ποτε μὲν κατ᾿ ἀνδρείαν, ποτὲ δὲ κατὰ σωφροσύνην ἐνεργεῖν τῷ περὶ ἃ ἰδίως ἐστὶν ἡ σωφροσύνη, περὶ ταῦτα ἁπάσαις ὁμοίως ἐνεργεῖν. ὡς γὰρ ἐν τοῖς σώμασιν τοῖς ἐκ διαφερόντων μιγνυμένοις τινῶν τὸ μιχθὲν ὁμοιομερὲς πάντῃ γίνεται, οὕτως καὶ ἐπὶ τῶν ἕξεών τε καὶ τῶν ἀρετῶν γίνεται. αἱ γὰρ διαφέρουσαι ἀλλήλων ἀρεταὶ τῷ τήνδε μὲν αὐτῶν περὶ τάδε τινὰ εἶναι, τήνδε δὲ περὶ τάδε (ὡς ἔχον ἐπὶ τῶν φυσικῶν ἀρετῶν ὁρῶμεν· αὗται γὰρ ἐν τῇ τελειώσει, ἣ γίνεται ἐν τῇ ἑκάστης αὐτῶν πρὸς τὰς ἄλλας μίξει), τὸ πᾶν ὁμοιομερὲς ποιοῦσιν, ὡς γίνεσθαι μὲν δοκεῖν καθ᾿ ἑκάστην αὐτῶν ἐνέργειαν, ὅταν περὶ ταῦτα γίνηται, περὶ ἃ ἦν τῇ ἀτελεῖ τε καὶ φυσικῇ ἀνδρείᾳ φέῤ εἰπεῖν τὸ εἶναι· οὐ μὴν κατ᾿ ἐκείνην μόνην ἐνεργεῖ περὶ αὐτά, ὧν διὰ τὴν τοιαύτην μῖξιν [*](1 ἐλλείψειν V 4 τὸ τὸ] τὸ a Sp. 5 καὶ] οὐδὲ a Sp. 6 ἐλλείψεως καὶ ὑπερβολῆς a Sp. 7 οὐ] ὑ in lit. V 10 ⟨ἢ⟩ ὡς γένος Sp. 11 ante ἐπεὶ titulum iterat B, cui B2 verb praemittit εἰκότως ζητεῖται 14 ἔχει πρὸς] ἔχειν πρὸς a Sp. 15 ὡς ὅλον VBS (scil. τὴν ἀρετὴν): τὸ ὡς ὅλον F: τὸ ὡς ὅλων a Sp. εἵπετο τῶν μὲν a 19 fortasse ⟨μήτε ὡς γένος μήτε ὡς ὅλον δεῖ κατηγορεῖσθαι⟩. ἢ εἰ 20 τελείαν B2: τελείων VFB¹: τελειῶν a: τελεία coni. Sp. 21 μέμικται (μέμεικται?) Schwartz: δέδεικται VFB1S1 Vict.: σύγκειται S2B2a Sp. 22 ἔγει SBFa Sp.: ἔχειν V 24 πάσαις a Sp. 26 παντὶ a Sp. 27 τήνδε (τῆν δὲ V)] τὴν a Sp. 28 τάδε V2F Vict. Sp.: τῆν δὲ V¹Sa τήνδε δὲ] τὴν δὲ δὴ Vict. Sp. 29. 30 ἑκάστης] ἑκάστῃ a Sp. 30 μίξει scripsi: μίξεις libri)
158
ὁμοίων οὐσῶν ἀλλήλαις εἰκότως ἡ ἀρετὴ συνωνύμως κατηγορεῖται· ταύτας γὰρ καὶ κυρίως ἀρετάς φαμεν.
Ἓἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγα θοῦ, τῆς δὲ φαντα σίας οὐ κύριοι, ἀλλ’ οἷός ποθ’ ἕκαστός ἐστι, τοιοῦτον καὶ τὸ τέλος φαίνεται αὐτῷ· εἰ μὲν οὖν ἕκαστος τῆς ἕξεως αὐτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος, εἰ δὲ μηδεὶς αὑτῷ αἴτιος τοῦ κακὰ ποιῖν , ἀλλ’ ἢ δι’ ἄγνοιαν τοῦ τέλους ταῦ τα πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθ αι. ἡ δὲ τοῦ τέλους ἔφεσις οὐ κ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ ὄψιν ἔχοντα, ἢ κρινεῖ καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγα θὸν αἱρή σεται, κ αὶ ἔστιν εὐ φυὴς ᾧ τοῦτο καλῶς πέφυκεν· τὸ γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρ’ ἑτέρων μὴ σἷόν τε λαβεῖν μη δὲ μαθεῖν, ἀλλ’ οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ εὖ καὶ καλῶς τοῦτο πε φυκέναι ἡ τελεία καὶ ἀλη θινὴ εἴη ἂν εὐ φυΐα.’’
Ἤ τὸ μὲν πάντας ἐφίεσθαι τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ ἀληθές, οὐκ ἀληθὲς δὲ τὸ τῆς φαντασίας μὴ κυρίους ἡμᾶς πως εἶναι. οἷος μὲν γάρ ποτε ἕκαστός ἐστι, τοιοῦτον αὐτῷ καὶ τὸ τέλος φαίνεται, τῆς δὲ ἕξεως, καθ’ ἣν ἕκαστος ἡμῶν ἐστι τοιοῦτος, αὑτοῖς ἐσμεν συναίτιοι, εἴ γε ἐκ μὲν τῶν ἐνεργειῶν αἱ ἕξεις, ἐφ’ ἡμῖν δὲ αἱ ἐνέργειαι. εἰ γὰρ ἀκούσιον μὲν τό τε βίᾳ καὶ τὸ διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον (δέδεικται γὰρ ὅτι ἃ ἀγνοοῦντες πράττουσίν τε καὶ ἁμαρτάνουσιν ὡς ἀγνοίας αὐτοὶ αἴτιοι, ταῦτα οὔτε ἀκούσια οὔτε τὴν ἀρχὴν δι’ ἄγνοιαν γίνεται· διὰ ταύτην γοῦν τὴν αἰτίαν οὐδὲ τὰ παρὰ τὰς μέθας ἁμαρτανόμενα ἀκούσια, καίτοι ὑπὸ ἀγνοούντων γίνεται, ἀλλ’ ἐπεὶ αὑτοῖς οἱ μεθύοντες αἴτιοι τῆς ἀγνοίας τῆς παρὰ τὴν μέθην, οὐκ ἐν τοῖς ἀκουσίοις ἁμαρτανομένοις ταῦτα τίθεται· Πιττακὸς γοῦν ὁ Μιτυληναῖος διπλᾶ ἐπιτίμια ὥρισεν τῶν παρὰ τὴν [*](3 ἐκ τοῦ τρίτου] Εth. Νic. ΙΙΙ, 7.1114a31 6 post φαινομένου add. αὐτοῖς V 2 in mg. 7 post κύριοι add. ὑπάρχουσιν Vict. ὁποῖος Arist. 7. 8 τοιοῦτο a Sp. 8. 9 αὑτῷ τῆς ἕ. Arist. τῆς s. v. V 10 μηδεὶς] μή. οὐθεὶς Arist. vulg. αὑτῷ Vict. Sp.: αὐτῷ V: αὐτοῦ SFMLa ἀλλὰ δι᾿ Arist. 11 τέλους] supra ς lit. V 12 ἔσεσθαι] εσ s. v. V 13 ᾗ κρινεῖ Β2 Arist.: η κρινει ὁ V¹: ἢ κρινεῖ V²Β2: ἢ εἰ (ἠει G εἰ Vict. ἡ εἰ L): κρίνει GMLSF Vict. a: ἢ κρίνει Sp. 14 ᾡ] ὡς a τοῦτο] τοῦ s. v. V 15 ἑτέρου Arist. καὶ τὸ Arist. 17 καὶ (pr.) VΒ: καὶ τὸ Vict. Sp. ex Arist.: καὶ τὸ om. SFMLa 19 πάντα a Sp. 22 αὐτοῖσ V 23 ἐφ’ ἡμῖν coll. post ἐνέργειαι a Sp. αἱ δὲ a Sp. μὲν] om. a Sp.: fortasse μόνον, nisi exciderunt nonnulla post γινόμενον (24) 24 βία V τὸ διὰ V2 B: διὰ τὸ V¹: διὰ Fa Sp. S2B² in mg.: ἴσως οὕτως ὀφείλει λέγειν: τὸ γὰρ δι’ ἑκούσιον ἄγνοιαν οὐ βίᾳ οὐδὲ ἀκούσιον 25 ⟨ἃ⟩ ἀγνοοῦντες scripsi: ἀγνοοῦντες ⟨ἃ⟩ Vict. 27 περὶ Sp. 28 ἐπεὶ corr. ex ἐπὶ V1 αὐτοῖσ V1 29 παρὰ] περὶ coni. Sp.)
159
μέθην ἁμαρτανομένων), ἃ γὰρ αἰτίαν ἔχει τῶν ἁμαρτανομένων ἑκούσιόν τε καὶ ἐφ’ ἡμῖν, εἴη ἂν ταῦτα καὶ αὐτὰ ἑκούσιά τε καὶ ἐφ’ ἡμῖν. ὡς δὲ τῶν παρὰ τὴν μέθην ἀγνοουμένων οἱ μεθύοντες αἴτιοι, οὕτως καὶ τῶν δι’ ἄγνοιαν τῶν καλῶν τε καὶ αἰσχρῶν ἁμαρτανομένων οἱ ἀγνοοῦντες αἴτιοι, εἴ γε ἐφ’ ἡμῖν ἡ γνῶσις τῶν βελτιόνων τε καὶ χειρόνων. οἱ γὰρ δι’ ἀμέλειαν ἀγνοοῦντες τά τε ὑπὸ τῶν νόμων ὡρισμένα καὶ τὰ ὑπὸ τῶν ἐπαινουμένων ἀνδρῶν γινόμενα τῆς ἀγνοίας αὑτοῖς αἴτιοι, εἴ γε τὸ ἀμελεῖν ἐφ’ ἡμῖν. ἡ γὰρ τῶν καλῶν τε καὶ συμφερόντων ἄγνοια καθόλου οὐ τοῦ ἀκουσίου, ἀλλὰ τῆς μοχθηρίας αἰτία. ἐφ’ οἶς γὰρ οἱ ψόγοι τε καὶ αἱ κολάσεις, ταῦτα ἑκούσια, ἐπὶ δὲ τῇ τῶν τοιούτων ἀγνοίᾳ ἀφίενταί τε καὶ ζημιοῦνται. οὔτ’ οὖν ταῦτα τῶν ἀγνοουμένων ἀκούσια οὔτε τῶν βίᾳ γίνεσθαι λεγομένων, ὧν ἐν ἡμῖν ἡ ἀρχή. ὁ γὰρ ὑφ’ ἡδονῆς βιαζόμενός τε καὶ ἡττώμενος, ἐν αὑτῷ τὴν ἀρχὴν ἔχων τοῦ ἐπὶ ταῦτα κινεῖσθαι, ἃ διὰ τὴν ἡδονὴν ποιεῖ, οὐκ ἔξωθεν ποιεῖ τῆς τοιαύτης βίας τὴν αἰτίαν ζήσας ἀνειμένως καὶ διὰ τῆς τῶν καθ’ ἕκαστα ἐνεργείας ἐθίσας αὑτὸν ἡττᾶσθαι τῆς ἡδονῆς, εἴ γε βίᾳ γίνεται ὧν ἡ ἀρχὴ καὶ ἡ αἰτία ἔξω |θεν, μηδὲν ἡμῶν πρὸς τὰ δι’ αὐτὴν γινόμενα συντελούντων, ὁ δὲ ἐν αὐτῷ γε τὴν ἀρχὴν τοῦ πράττειν ἔχων ἃ πράττει καὶ τοῦ βουλεύεσθαι περὶ αὐτῶν ἐξουσίαν ἔχων, οὗτος οὐκ ἔχει τῶν οὕτως ἁμαρτανομένων βίαιον αἰτίαν. ὄντος δὴ ὡς ἐρρέθη ἀκουσίου τοῦ προειρημένου τὸ ἑκούσιον γίνεται, οὗ ἡ ἀρχὴ ἐν ἡμῖν εἰδόσιν τὰ καθ’ ἕκαστα, περὶ ἃ ἡ πρᾶξις. οὔτε γὰρ ὁ τὴν ἀρχήν τε καὶ αἰτίαν τῶν πραττομένων ἔχων ἐν αὑτῷ βίᾳ ταῦτα πράττει, οὔτε ὁ εἰδὼς τὰ καθ’ ἕκαστα, περὶ ἃ καὶ δι’ ὧν ἡ πρᾶξις, δι’ ἄγνοιαν αὐτὰ ποιεῖ, ὥστε εἰ ἀκούσια τὰ βίᾳ ἢ δι’ ἄγνοιαν, ὧν δὲ πραττομένων ἡ ἀρχή τε ἐν ἡμῖν καὶ γνωρίζεται τὰ καθ’ ἕκαστα, ταῦτα οὔτε βίᾳ οὔτε δι’ ἄγνοιαν, οὐδ’ ἂν ἀκούσια εἴη, εἰ δὲ μὴ τοῦτο, ἑκούσια. διὸ καὶ τὰ διὰ θυμόν τε καὶ ἐπιθυμίαν πραττόμενα ἑκούσια. ἐν ἡμῖν γὰρ ἡ ἀρχὴ τῶν τοῦτον γινομένων τὸν τρόπον. προσέτι τε εἰ τὰ διὰ ταῦτα γινόμενα ἀκούσια, οὐδὲν ἂν οὔτε τῶν ἀλόγων ζῴων οὔτε τῶν παιδίων ἑκουσίως τι ποιοῖ· διὰ γάρ τι τούτων τὰ γινόμενα ὑπ’ αὐτῶν γίνεται πάντα. ἔτι τε πολλὰ καὶ τῶν καλῶν διὰ ταῦτα γίνεται. ἔτι δ’ εἰ ἄτοπον ἀκούσια λέγειν τὰ γινόμενα κατὰ λόγον τε καὶ εὐλόγως, κατὰ λόγον δὲ ὀρεγόμεθά τινων καὶ ὀργιζόμεθά τισιν, οὐκ ἂν εἴη ἀκούσια τὰ γινόμενα διὰ ταῦτα. ὄντων δὴ πάντων τῶν οὕτως γινομένων ἑκουσίων, τῶν ἑκουσίων ταῦτα τὸ
[*](1 ἃ γὰρ] fortasse ἅπερ ἑκούσιον L2BS2a Sp.: ἀκούσιον VS¹FML1, 1. 2 ἑκούσιον—ἡμῖν del. Sp. 2 pr. καὶ V²S2Ba Sp.: ἠ V¹: ἢ S1 ἀκούσια a alt. ἡμῖν] ἡ in lit. V 12 λεγομένων] ω in lit. V ὧν add. Β² 13 αὐτῷ V ⟨ἃ⟩ διὰ scripsi 14 ποιεῖ ante τῆς om. Sp. fortasse αἰτίαν ⟨ἔχων⟩, 14. 15 ζήσας ἀνειμένως FML: ζήσασαν εἰ μὲν ὡσ V: ζησας ἀνειμέν ὡς S¹B¹: ζητήσας ὡς S²B²a Sp. 16 βία V 16. 17 μηδὲν μὲν ἡμῶν Vict. 17 αὐτῷ V 18 τε καὶ a Sp. 21 εἰδόσιν V οὔτε γὰρ] ε γὰρ in lit. V 22 αὐτῷ V ταῦτα] τι ΜL 23 οὔτε V1 in mg. τὰ] τὰς a 24 τὰ scripsi: η τε sic V¹: οἴ τε, V²: ἥ τε FS¹ΜL: ἢ τὰ S2: τὰ ἢ Β in lit. a Sp. βία V 28 ταυτὰ a 30 ὑπ’ αὐτῶν Sp.: ὑφ’ αὑτῶν libri 31 ακούσια V 34 τὸ B2S2a Sp.: τὰ VB1: om. S¹FΜL) 160
ἐφ’ ἡμῖν ἔχει, ὅσα ἐστὶ προαιρετά τε καὶ κατὰ προαίρεσιν γινόμενα, πᾶν τε τὸ κατὰ προαίρεσιν γινόμενον μετὰ λόγου τε καὶ προαιρέσεως γίνεται, διὸ καὶ δοκεῖ ἡ προαίρεσις εἶναι ἑκούσιον προβεβουλευμένον. περὶ γὰρ τὰ βουλευτὰ ἡ προαίρεσις, βουλευτὰ δέ ἐστιν περὶ ὧν ἐστι βουλή τε καὶ τὸ βουλεύεσθαι, βουλεύεται δὲ οὐδὲν ζῷον ἄλλο παρὰ τὸν ἄνθρωπον, βουλευόμεθα δὲ οὔτε περὶ τῶν ἀιδίων καὶ ἀεὶ ὁμοίως ἐχόντων, οὔτε περὶ τῶν γινομένων μέν, ἀεὶ δὲ γινομένων ὁμοίως τε καὶ κατὰ τάξιν ὡρισμένην, ὧν εἰσιν ἀνατολαί τε καὶ δύσεις καὶ τροπαί, ἀλλ’ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων καὶ γινομένων, οἷον αὐχμῶν τε καὶ ὄμβρων, ἀλλ’ οὐδὲ περὶ τῶν γινομένων ἀπὸ τύχης, ἀλλ’ οὐδὲ περὶ τῶν ὑπ’ ἀνθρώπων γινομένων ἁπάντων· οὐδεὶς γὰρ τῶν Ἀθήνῃσιν ὄντων βουλεύεται, πῶς ἂν Σκύθαι ἄριστα πολιτεύοιντο. περὶ γὰρ τούτων βουλευόμεθα, ἃ οἷά τέ ἐστιν δι’ ἡμῶν γίνεσθαι· ἔστι γὰρ ἡ βουλὴ περὶ τῶν ἡμῖν τοῖς βουλευομένοις πρακτῶν. οἱ γὰρ βουλευόμενοι βουλεύονται περὶ τῶν δ’ αὑτούς πρακτῶν, ἔστι δὲ τοιαῦτα, ἃ ἄλλοτε ἄλλως οἷοί τε ποιεῖν ἐσμεν τῷ μὴ ἔχειν ὡρισμένα τὰ ἐφ’ οἷς γίνεται, τοιαῦτα δὲ περὶ ὧν δοξάζομεν. ἔτι γίνεται ἡ βουλὴ οὐ περὶ τῶν τελῶν, ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. ὧν γὰρ τὰ τέλη βουλητά ἐστιν, ὄντων πρακτῶν τούτων, ἐστὶ βουλευτὰ τὰ ἄγοντα ἐπ’ αὐτά· βουλευόμεθα γάρ, δι’ ὧν δυνησόμεθα αὐτῶν τυχεῖν. ὄντων δὴ τῶν βουλευτῶν τοιούτων τὸ προαιρετόν ἐστι τὸ ἐκ τῶν βουλευτῶν προκριθὲν ὡς μᾶλλον τῶν ἄλλων συντελοῦν τε καὶ ἄγον πρὸς τὸ προκείμενον τέλος, αἵ εἰσιν αἱ κατὰ τὰ προκριθέντα ἐκ τῶν βουλευτῶν γινόμεναι πράξεις προαιρεταί, αἳ γίνονται μετὰ ὀρέξεως τοῦ προκριθέντος. οὐ γὰρ αὐτάρκης ἡ κρίσις πρὸς τὴν πρᾶξιν τῶν κριθέντων, ἀλλὰ δεῖ καὶ ὀρέξεως, διὸ καὶ ἡ προαίρεσις εἶναι λέγεται ὄρεξις βουλευτική. ὄντων δὲ τῶν κατὰ προαίρεσιν γινομένων ἑκουσίων τε καὶ ἐφ᾿ ἡμῖν, κειμένου δὲ καὶ τοῦ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἐκ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αὐτὰ γίνεσθαι κατὰ προαίρεσιν ἐνεργουμένων, εἴη ἂν διὰ τούτων κείμενον καὶ τὸ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἑκουσίους τε εἶναι καὶ ἐφ᾿ ἡμῖν· ὡς γὰρ τὰς κατὰ τὰς τέχνας ἕξεις ἐκ τῶν κατ᾿ αὐτὰς ἐνεργειῶν κτώμεθα, οὕτως δὲ καὶ τὰς κατὰ τὰς ἀρετὰς ἕξεις κτώμεθα· ἐθιζόμενοι γὰρ τὰ καλὰ πράττειν ἐν ἕξει γινόμεθα τοῦ πράττειν αὐτά, ὡς καὶ τὰ τεκτονικὰ οἱ σπουδάζοντες γενέσθαι τέκτονες. ὥσπερ ἐπὶ τῶν τεχνῶν ἄλλος μὲν ἄλλου ἀμείνων πέφυκεν πρὸς τὸ τὴν ἕξιν κτήσασθαι τῆς προκειμένης τέχνης, οὐ μὴν τῶν κατὰ φύσιν ἐχόντων πεπήρωταί τις πρὸς τὴν ἀνάληψίν τε καὶ κτῆσιν αὐτῆς, οὔτως ἕχει πολὺ μᾶλλον ἐπὶ τῶν ἀρετῶν, ὅσῳ καὶ κατὰ φύσιν τοῖς ἀνθρώποις μᾶλλον ἡ τῶν ἀρετῶν κτῆσις τῆς τῶν τεχνῶν. εἰ δὲ ἡ τῶν ἀρετῶν, δῆλον ὡς καὶ ἡ τῶν
[*](2 μετὰ λόγου] μεγάλοι οὐτέ V (corr. V²ῶ 15 οῖῦν V (corr. Vῶ 17 βουλευτὰ a Sp. 18 βουλευτὰ alc V 21 αἴ] fortasse κ αἰ αἱ s. v. V 23 ὀρέξεως] infra ἐξ lit. V 25 ἡ ὄρεξις aSp. τῶν s. v. V 27 τὰ om. a Sp. 29 κατὰ τέχνας aSp. 31 ἐκτώμεθα a γὰρ σm. a τὰ in lit. V 32 ὥσπερ γῶ V²3FsaSp.: ὡς γὰρ S¹ Fν1 35 ἀνάληψίν] ante ψψ una littera erasa V 36 ὅσω V 37 εἷ add. V²aa Sp.) 161
κακιῶν, εἴ γε διὰ μὲν τῶν ἀντικειμένων ἐθῶν αἱ κακίαι ταῖς ἀρεταῖς συνι- στανται, οἷς δὲ τὰ ἀντικείμενα τί δεῖν ἐφ᾿ αὑτοῖς, ἐπ’ ἐκείνοις καὶ τὰ οἷς ἐκεῖνα ἀντίκειται, ὥστε ἀληθὲς συνημμένον τὸ λέγον· εἰ ἕκαστος τῆς ἕξεως ἑαυτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος, ⟨εἰ⟩ ἀληθὲς δὲ καὶ τὸ αἴτιον τῆς ἕξεως αἴτιον εἶναί πως ἑαυτῷ, ἀληθὲς ἔσται καὶ τὸ τῆς φαντασίας τῆς γινομένης περί τε τῶν ἀγαθῶν καὶ τῶν κακῶν ἕκαστον εἶναί πως αἴτιον ἑαυτῷ. τούτου δὲ τοῦτον ἔχοντος τὸν τρόπον καὶ τοῖς κακοῖς, τῆς τοιαύτης ἕξεως ἑαυτοῖς πως οὖσιν αἰτίοις, ἕπεται τὸ ἐπ’ αὐτοῖς εἶναί πως καὶ τὰ ἀγαθὰ αὐτοῖς κακὰ φαίνεσθαι. οὐ γὰρ εἰ ἀγνοοῦντες τὸ τέλος οἱ κακοὶ τὰ κακὰ πράττουσιν, ἤδη καὶ δι’ ἄγνοιαν αὐτὰ πράττουσιν. ἐδείχθη γὰρ ἡ τούτων ἄγνοια ἑκούσιος οὖσα, οἳ καὶ τοῦ ἀγνοεῖν αὐτοῖς αἴτιοι. τὸ γὰρ οἴεσθαι τεύξεσθαι τε καὶ διὰ τοῦ τὰ φαῦλα πράττειν τοῦ τέλους παρ᾿ αὐτοῖς, εἴ γε ἐπ᾿ αὐτοῖς τὸ γνῶναι τὰ ἀγαθὰ καὶ τὸ πράττειν, δι’ ὧν ταῦτα περιγίνεται. φῦναι μὲν γὰρ δεῖ πως τὸν μέλλοντα ἀρετὴν ἢ κακίαν δέχεσθαι, εἴ γε μὴ πᾶν ζῷόν ἐστι τούτων δεκτικόν, ἀλλ’ ἄνθρωπος μόνον· οὐ μὴν εἰ ποιᾶς φύσεως τῷ ταῦτα ἕξοντι ζῴῳ, ἤδη δεῖ καὶ ἔχειν αὐτὸν φύσει τὸ ὄμμα τοῦτο, ᾧ κρινεῖ τὰ κρινόμενα καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγαθὸν αἱρήσεται, ὅπερ ἐστὶν ἀρετή. οὐ γὰρ ὁμοίως αἵ τε αἰσθήσεις καὶ ἀρεταὶ φύσει, ἀλλ’ αἱ μὲν αἰσθήσεις αὐταὶ φύσει, ἡ δὲ ἀρετὴ οὐκ αὐτὴ φύσει, ἀλλ’ ἡ μὲν τοῦ δέξασθαι δύναμις αὐτὴν φύσει, αὐτὴ δὲ οὐ φύσει. διὸ μᾶλλον ἡ ἀρετὴ ὁμοίως φύσει ταῖς τέχναις, οὐ ταῖς αἰσθήσεσιν. ὡς γὰρ τῶν τεχνῶν τὸ μὲν εἶναι δεκτικοῖς ἡμῖν αὐτῶν ὑπάρχει φύσει, οὐδεὶς δὲ γίνεται τεχνίτης φύσει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. διὸ καὶ τὴν μὲν αἰσθητικὴν ὄψιν, εἰ μὴ φύσει τις ἔχοι, οὐδ’ ἂν κτήσαιτο αὐτήν ποτε, ἐπὶ δὲ τῆς κατὰ τὴν ἀρετὴν ὄψεως οὐ φῦναι ἔχοντα δεῖ τήνδε τὴν ὄψιν, ἀλλὰ φῦναι δεῖ δέξασθαι δύνασθαι αὐτήν, τὸ δὲ ἔχειν αὐτοὺς παρ’ αὐτῶν πειρᾶσθαι λαμβάνειν, καὶ ἔστιν εὐφυὴς οὐχ ὁ ἤδη τὴν ἀρετὴν ἔχων καὶ τὸ ὄμμα τοῦτο, ἀλλ’ ὁ ῥᾷον ἄλλου λαβεῖν αὐτὴν δυνάμενος, ὃν τρόπον καὶ ἐπὶ τῶν τεχνῶν ἔχον ἐδείχθη.
Ἤ καὶ ταῦτα οὕτως γίνεται. ὁ γὰρ δίκαιος γινόμενος ἤτοι ἐξ ἀδικίας [*](2 τί δεῖν om. S²B2a Sp.: fortasse ποιεῖν ἐφ’ αὑτοῖς] ἐπ’ αὐτοῖς Sp. ἐπ del. Sp. 4 αὐτὸς] inter ο et ς lit. V εἰ add. V2Β Vict. 5 αἴτιον] ἕκαστον a Sp.: αὐτὸν Schwartz ἕξεως V2SBa Sρ.: λέξεως V¹FLM 6 τῶν ἀγαθῶν] ῶ et pr. ἀ in lit. V 9 κακὰ] κακοὶ a Sp. 11 οἳ καὶ scripsi: οἷς libri: οἳ coni. Sp. 12 αὐτοῖς V τε delevi 16 εἰ om. a ποιᾶς Diels: ποίας libri ⟨δεῖ⟩ τῷ a Sp. ἔξοντι V 17 κρίνει a Sp. 19 καὶ αἱ ἀρεταὶ a Sp. 20 αὐταὶ] αυται V1 (corr. V2): αὗται a 21 ὁμοίως ⟨ἔχει⟩ sive ὁμοία coni. Sp. 22 fortasse ⟨ἐπὶ⟩ τῶν 26 fortasse δυνάμενον 27 αὐτοὺς] αὐτὴν a λαμβάνειν] β in lit. V: λαμβάνει a Sp. 33 ante ἢ B iterat titulum usque ad δικαιοσύνη (31))
162
μεταβάλλει εἰς δικαιοσύνην, ἥ ἐστιν ἐναντία τῇ δικαιοσύνῃ ἕξις, ἢ ἐκ τῆς μεταξὺ καταστάσεως, καὶ τὰ ἐκ τῶν μεταξὺ δὲ μεταβάλλοντα εἰς τὸ ἕτερον ἄκρον ὡς ἐξ ἐναντίου τοῦ μεταξὺ μεταβάλλει. τῷ γὰρ τὸ μεταξὺ τῷ ἀμφοτέρων πως μετέχειν τῶν ἄκρων καὶ τὰ μηδετέρου ὁλοκλήρως ἔχειν εἶναι αὐτῶν μεταξὺ τούτων, καὶ ὅταν εἰς τὸ ἕτερον αὐτῶν μεταβάλλῃ, ὡς ἐξ ἐναντίου αὐτοῦ μεταβάλλει τῷ ἐκ τούτων μεταβάλλειν, ἃ ὄντα τῶν μεταξὺ ἐκώλυεν αὐτὸ ἤδη εἶναι ἐν τούτῳ εἰς ὃ μεταβάλλει. εἰ δὲ πᾶν τὸ μεταβάλλον εἴς τινα ἕξιν ἐκ τῆς στερήσεως τῆς ἕξεως ἐκείνης μεταβάλλει, ἐναντίον δὲ ἡ τοιαύτη στέρησις τῇ ἕξει, εἰς ἣν ἡ μεταβολή, καὶ ἡ δικαιοσύνη ἂν καὶ ἡ ἀδικία ἐξ ἐναντίων γίγνοιντο. ἐκ γὰρ τῶν στερήσεων· τό τε γὰρ δίκαιον γινόμενον ἐν στερήσει τοῦ δικαίου, καὶ τὸ ἄδικον ὁμοίως τοῦ ἀδίκου. εἰ μὲν οὖν ἡ ὕλη, ἐξ ἧς ἡ κυρίως γένεσις, αὕτη δέ ἐστιν ἡ τῶν καθ’ αὑτὴν ἦν ὑφεστῶσα ἄνευ τοῦ εἶναι σὺν εἴδει τινί, ἁπλῶς ἂν γινόμενα κυρίως ἐκ τῆς ὕλης ἂν ἐγίνετο καὶ τῆς στερήσεως, τῆς μὲν ὕλης ὡς ὑποκειμένου τε καὶ ὑπομένοντος, ἐκ δὲ τῆς στερήσεως ὡς ἐναντίου τε καὶ μὴ ὑπομένοντος· ἐπεὶ δὲ ἀδύνατον εἶναι τὴν ὕλην ἐν ὑποστάσει χωρὶς εἴδους τινός (οὐ γὰρ οἶόν τε ὕλην τινὰ χωρὶς εἴδους εἶναί τινος· τῷ γὰρ λόγῳ χωριστὴ τῶν εἰδῶν καὶ τῷ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία, ἐπεὶ ἥ γε ὑπόστασις αὐτῆς ἀεὶ μετά τινος τούτων, εἰς ἃ μεταβάλλει παρὰ μέρος, ὅταν εἴς τι εἶδος μεταβάλλῃ), δῆλον μὲν ὅτι ἐν στερήσει οὖσα αὐτοῦ εἰς αὐτὸ μεταβάλλει, ἐπεὶ δὲ ἡ οὖσα ἐν στερήσει τούτου, εἰς ὃ μεταβάλλει, ἀπ’ ἄλλου τινος εἴδους ἐστί, δηλονότι τούτῳ εἰς ὃ μεταβάλλει, ἐναντίον εἶδος ἔχει, καθ’ ὃ καὶ αὐτῷ ἡ μεταβολὴ αὕτη γίνεται. ἐν γὰρ ἀδύνατον μένειν μεταβάλλουσαν, εἰς ὃ μεταβάλλει, κατὰ τοῦτο μεταβάλλει τε καὶ ἀμείβει 25 τὸ εἶδος. τοιαῦτα δὲ τὰ ἐναντία εἴδη, ἐφ’ οἷς ἔστι τε καὶ εἶναι δύναται τὸ ὄν τινων ἐν στερήσει, καὶ διὰ τοῦτο προηγουμένως μὲν ἐκ τῆς στερήσεως καὶ τῆς ὡς στερήσεως ἐναντιώσεως ἡ κυρίως γένεσις, ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων εἰδῶν, ἐφ’ οἷς οὖσα πρὸ τῆς εἰς τὰ ἐναντία αὐτοῖς μεταβολῆς οὐ δύναται μὴ μεταβάλλουσα ἐξ αὐτῶν μεταβάλλειν εἰς τὸ εἶδος,
[*](1 ἣ] ἢ Sp. ἢ B2Ν: καὶ Va Sp.: ἢ καὶ F 3 τῷ scripsi: τῶν libri 4 τὰ] τοῦ Vict.: om. 4. 5 ἔχειν—τούτων (τούτὢν V)] οἷον ἐναντίον ἐστὶ τῶν ὧν ἐστι μεταξύ S2B2 a Sp., sed praemissis verbis λείπεται ῥῆμα λείπει (?) ἤ τι τοιοῦτον B² 6 ὄντα VB Vict. Sp.: ἠδόντα FG1: ἰδόντα Sa: ἀεὶ ὄντα N: ἢ εἰ οὐδὲν τὰ G1 et S1 in mg. τῶν a Sp.: τῷ libri 7 εἰ δὲ πᾶν S2B²a Sp.: εἰ πᾶν VB¹: εἴη ἂν S¹F: ἢ εἰ πᾶν Ν 9 alt. ἡ om. a Sp. 10 γίγνοιτο a Sp. 11 ἐν τῇ Ν ἦν, καὶ a Sp. 13 καθ’ αὑτὴν Β2 Sp.: κατ’ αὐτὴν libri σὺν εἴδει S²Ba Sp.: συνείδει V: ἐν εἴδει S¹F τινι τὰ Sp. ἁπλῶς τὰ Ν 14 καὶ ἐκ τῆς στ. a Sp. 15 ἐκ δὲ τῆς] τῆς δὲ S²B2a Sp. 15.16 τε καὶ μὴ ὑπομένοντος FS1N: τῇ ἕξει εἰς ἣν ἡ μεταβολή S²B²a Sp. ἐκ δὲ— ὑπομένοντος om. B1 (Β2 supplet lectionem, quam exhibent S2a 16 ἶντα a 17 οὐ—τινος om. SFa οἴονται V 18 χωριστὴ VΒ Sp. χωρὶς τῆς SFa: χωριστὰ Vict. τῷ] τὸ Vict. 20 μεταβάλλῃ] ῃ in lit. V 21. 22 ἀε’— εἴδους] ἐν ἄλλῳ τινὶ εἴδει B²S²a Sp. ὁ v 23 αὕτη V: αὐτὴ a Sp. 24 μεταβάλλουσα a Sp. ἀμείβει] βει s. v. V 25 τὰ] τὰ τα V) 163
εἰς ὃ μεταβάλλει. ὅταν μὲν οὖν ὦσιν αἱ ἕξεις εὐμετάβολοι καὶ αἱ ἐναντιότητες εἰς ἀλλήλας, καὶ ἐκ τῶν ἐναντίων εἰδῶν ἡ μεταβολὴ γίνεται τοῖς εἴς τι μεταβάλλουσιν ὥσπερ καὶ ἐκ τῆς στερήσεως τοῦ εἰς ὃ μεταβάλλει. ὅταν δὲ ᾖ τὰ ἐναντία τοιαῦτα, ὡς μόνιμά τε εἶναι καὶ μὴ ῥᾳδίως μεταβάλλειν, αἱ γενέσεις τοῖς τοιούτοις ἔκ τε τῶν στερήσεων γίνονται καὶ ἐκ τῶν μεταξύ, ἀφ’ ὧν ὡς ἀπ’ ἐναντίων καὶ αὐτῶν τοῖς εἴδεσιν, εἰς ἃ ἡ μεταβολὴ γίνεται, μεταβάλλει τὰ γινόμενα, ἡ μὲν τῶν κατ’ ἀλλοίωσιν καὶ αὔξησιν καὶ μείωσιν καὶ κατὰ τόπον μεταβολῇ γινομένη γένεσις, οὖσά τις γένεσις, ἀλλ’ οὐχ ἁπλῶς γένεσις ἐξ ἐναντίων, ἡ δὲ κατ’ οὐσίαν οὐκέτι ἐξ ἐναντίων, ἀλλ’ ἐκ τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως, ὅτι μηδέ ἐστι τῇ οὐσίᾳ τι ἐναντίον.
[*](1 εἰς add. a Sp. αἱ om. a Sp. 5 τῆς στερήσεως a Sp. 6 ἀφ᾿ ὧν S¹FN: ἁφῶν V: ἀμφοῖν S²B2a Sp.: ἀφῶν Β1 ἡ om. a Sp. 7 δὲ τὰ a Sp. 9 μεταβολῇ scripsi: μεταβολὴ SFGa Sp.: μεταβολὴν VB 11 μηδέν a Sp. 12 τι om. a Sp.)