Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ὀτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί, δεικνύοιτ’ ἂν πρῶτον μὲν ἀπὸ τῆς ἐπιθυμίας. εἰ γὰρ πᾶσα μὲν ἐπιθυμία ὄρεξις ἡδέος, καὶ ἐν τούτῳ αὐτῇ τὸ εἶναι, εἰσὶ δὲ τῶν ἐπιθυμιῶν ὁμολογουμένως αἱ μὲν αἱρεταί, αἱ δὲ φευκταί, δῆλον, ὅτι μὴ παρ’ ἄλλου τινὸς αὐταῖς ἡ διαφορά, ἢ παρὰ τῶν ἡδονῶν, δι’ ἅς εἰσι, τῷ τούτων τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. διοίσουσιν ἄρα καὶ ἡδοναὶ ἀλλήλων κατὰ ταὐτὰ ταῖς ἐπιθυμίαις, εἴ γε παρὰ τούτων καὶ ἐκείναις αἱ διαφοραί. ἀλλὰ δὴ οὐχ οἷόν τε ὁμοειδῆ ἀλλήλοις εἶναι τὰ τῇ ἑαυτῶν φύσει διάφορα. δεύτερον ἀπὸ τῶν ἐνεργειῶν. ἐπεὶ γὰρ πᾶσα ἡδονὴ ἐπὶ ἐνεργείᾳ τινὶ γίνεται, καὶ ἔστιν οἰκειότης ταῖς ἡδοναῖς πρὸς τὰς ἐφ’ αἷς γίνονται ἐνεργείας (τέλη γάρ πώς ἐστιν αὐτῶν), δῆλον, ὅτι οὕτω συνδιαιροῖντο ἂν ταῖς ἐνεργείαις καὶ αὐταί· ἀλλὰ μὴν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς αἱ ἡδοναὶ αἱ μέν εἰσιν αἱρεταί αἱ δὲ φευκταί· ἕξουσιν ἄρα καὶ αἱ ἡδοναὶ τὴν αὐτὴν πρὸς ἀλλήλας διαφοράν. εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς. καὶ γὰρ εἰ πλέον ἀφέστηκεν τὸ ἐφιέμενον καὶ ἐπιθυμοῦν τινος καὶ μηδέπω ἔχον αὐτὸ τοῦ ἔχοντός τε καὶ συνόντος αὐτῷ, εἴη ἂν καὶ ἡ ἐπιθυμία πλέον ἀφεστῶσα τῆς ἡδονῆς τῆς ἐνεργείας, ἐφ’ ἢ ἡ ἡδονή· ἡ μὲν γὰρ ἔφεσίς ἐστιν ἡδονῆς, τῇ δ’ ἐνεργείᾳ σύνεστιν ἡδονὴ καὶ παρακολουθεῖ. ὥστ’ εἰ ταῖς ἐπιθυμίαις συνδιαιροῦνται αἱ ἡδοναί, πολὺ ἂν μᾶλλον ταῖς ἐνεργείαις συνδιαιροῖντο. ὡμολόγηται δὲ τῶν ἐνεργειῶν, ἐφ’ αἷς αἱ ἡδοναί, τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. ὅτι δ’ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἐφ’ αἷς γίνονται, καὶ ὁμοίως ταῖς ἐνεργείαις καὶ αὐταὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσιν, καὶ οὐ μόνον τῷ ἐπὶ διαφερούσαις γίνεσθαι ἐνεργείαις ἡ διαφορὰ αὐταῖς ἡ πρὸς ἀλλήλας, δῆλον ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν ἐπ’ ἄλλῃ γενέσθαι. τῷ γὰρ σώφρονι αἱ τῶν ἀκολάστων ἐνέργειαι οὐ μόνον εἰσὶ φευκταί, ἀλλὰ καὶ ἀηδεῖς, ὡς τῆς ἐπ’ αὐτῇ ἡδονῆς οἰκείας οὖσης ταῖς ἐνεργείαις καὶ συνδιαιρουμένης αὐταῖς. εἰ γὰρ μὴ τοῦτ’ ἦν, οὐδὲν ἂν ἐκιώλυεν τὰς μὲν ἐνεργείας φευκτὰς αὐτοῖς εἶναι, ἡδονὴν μέντοι καὶ τοῖς σώφροσιν αὐτὰς φέρειν. ἔτι εἰ αἱ ἐπ’ ἄλλαις [*](1 δεῖ τὸ τῇ a 1. 2 fortasse ⟨τὸ⟩ αἱρετόν αρετὸν suspectum Sp. 3 ὁμοιοειδεῖς a 4 ὅτι—ἡδοναί repetit B Sp. 5 αὕτη a 7 ἢ] ἡ a 9 ταῦτα a ἐπιθυμίας Sp. 11 διαφορά a 13 οὕτω V²: οὐ τῶν V: οὕτων B¹: αὐτῶν GS¹F: ὡσαύτως SB²a Sp. 14 συνδιαιροῖντο V²: οὖν διαιροῖντο V¹B¹GS¹F: διαιροῖντο S²B²a Sp. 15 αἱ ante ἡδοναὶ add. Ga Sp. 17 εἰ ἐπὶ πλέον SF 20 παρακολουθεῖ a Sp.: γὰρ ἀκολουθεῖ libri 22 ὡμολόγηται] ὁμολογεῖται a Sp. 23 τὰς om. a post φευκτάς, add. ὑστε καὶ αἱ ἡδοναὶ τοιαῦται B² 24 αὐταὶ aSp.: αὗται sic V: αὕται SF 28 μόνον sive μόνον οὐ coni. Sp. 28. 29 αὐτῇ scripsi: αὐτῆσ V: αὐταῖς GFS Sp. 31 ἔτι εἰ αἱ Schartc: ἕπεται V (V2? in mg : γρ. ἐπεὶ α γε ἐπ’ ἄλλαις) S¹FB¹G: εἰ δὲ αἱ B2S2 (in mg. addit ἔπειτ’ αἱ S2) Sp.: εἰ δὲ αἱ ἔπειθ’ αἱ a ( ἔπειθ’ αἱ lineola subducta del. Vict.2))