Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ὅτι δικαιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἐστίν τις ἕξις μεταξύ, ἣν μέσην ἕξιν λέγομεν. εἰ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία διαθέσεις κατ’ αὐτούς, αἱ δὲ διαθέσεις ἀναπόβλητοι, οὔτ’ ἂν ἐξ ἀδίκου γίγνοιτό τις δίκαιος, οὖτε ἐκ δικαίου ἄδικος. γίνονται δέ τινες δίκαιοι καὶ ἄδικοι οὐ πρότερον ὄντες· γίνοιντο ἂν ἔκ τινος ἄλλης καταστάσεως. ἀλλὰ μὴν πᾶν τὸ γινόμενον ἢ ἐξ ἐναντίου γίνεται ἤ τινος μεταξὺ ὄντος τῶν ἐναντίων. καὶ ὁ δίκαιος ἄρα καὶ ὁ ἄδικος ἢ ἐξ ἐναντίου γίνονται ἢ ἐκ τοῦ μεταξύ. οὐ γίνονται δὲ ἐκ τοῦ ἐναντίου, ἐκ τοῦ μεταξὺ ἄρα. ἐξ ἧς δὲ καταστάσεως οἱ δίκαιοι καὶ οἱ ἄδικοι γίνονται, αὕτη ἂν εἴη μεταξὺ δικαιοσύνης καὶ ἀδικίας. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάσης ἀρετῆς καὶ κακίας. εἰ δὲ λέγοιεν τὰς κακίας μὴ εἶναι διαθέσεις μηδ’ ἀναποβλήτους, ἀλλὰ μεταβάλλειν τινὰς μηδὲν κωλύειν ἐξ ἀδικίας εἰς δικαιοσύνην, καὶ ὅλως ἐκ κακίας εἰς ἀρετήν, ἀλλ’ εἴς γε τὴν κακίαν πόθεν μεταβάλλουσιν; εἰ γὰρ δὴ ἐν τῇ φύσει τοῦ ἀνθρώπου τὴν κακίαν εἶναι καὶ πάντας γεννᾶσθαι κακούς, καὶ εἴη ἂν κατὰ φύσιν ἡ κακία τοῖς ἀνθρώποις. οὖ δὲ τὸ ἐναντίον κατὰ φύσιν τινί, τούτῳ τὸ ἐναντίον παρὰ φύσιν· παρὰ φύσιν ἄρα τοῖς ἀνθρώποις ἡ δικαιοσύνη καὶ ἡ ἀρετή. εἰ δὲ τοῦτο ἄτοπον, δεῖ γίνεσθαι τὸν ἄδικον ἄδικον, ὥσπερ γίνεται καὶ ὁ δίκαιος ⟨δίκαιος.⟩ ἐξ ἧς δὲ ἕξεως εἰς τὴν ἀδικίαν ἡ μεταβολή, αὕτη ἂν εἴη ἡ μέση. εἰ δὲ λέγοιεν μηδέπω τοὺς παῖδας λογικοὺς εἶναι, διὸ μηδὲ δικαίους μηδὲ ἀδίκους (λογικοῦ γὰρ [*](1 γινομέναισ V1 (corr. V²) 2 δύναναι V1 (corr. V²) αὐλοῦ Vict.?: αὐτοῦ libri 3 ἂν οὖν V2 5 ὅ v2 Vict.? Sp.: V¹: ἅς SFa 6. 7 διαφόρως B²S²a Sp.: διαφόροις VFB¹S 11 τοῖς] ταῖς Sp. 12 pr. καὶ] τε καὶ aSp. 14 pr. καὶ] τε καὶ a Sp. 18 ἂν οὖν aSp. 19 γίνεται Sp.: γίνοιτο libri 21. 22 τοῦ μεταξὺ ἄρα. ἐξ ἧς δὲ Ba (sed τῆς a) Sp.: τῆσ μεταξυ ἑξῆσ (ἐξ ἧς S1) VS¹L: τῆς μεταξὺ οὖν ἐξ ἧς δὲ S2L: τῆς ὄων μεταξὺ ἐξ ἧς ἄρα F: τῆς μεταξ ἑξῆς ἄρα G 26. 27 εἰ γὰρ δὴ] εἰ γὰρ δεῖ L Vict.: ἤ γὰρ δεῖ S²B 2a (,,εἰ si verum, καὶ ante εἴη del. “S Sp.) 28 οὗδε V: ῷ δὲ Vict.? 31 ἄδικον alt. m1 in mg. V δίκαιος add. Sp. δὲ καὶ ἕξεως B 33 fortasse μήτε —μήτε)