Ἠθικὰ προβλήματα [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ τὸ εὖ πλεῖν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ πλεῖν οὔτε ἀγαθὸν v οὔτε κακόν· καὶ εἰ τὸ εὖ ζῆν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ ζῆν οὔτ’ ἀγαθὸν οὔτε κακόν. ἢ οὐκ ἀληθὲς τὸ τὰς δυνάμεις τῶν ἀντικειμένων ἀδιαφόρους εἶναι καὶ μέσας. πᾶσα γὰρ τοιαύτη δύναμις ἀγαθόν τε καὶ αἱρετὸν τῷ σκοπὸν ἔχειν τὸ βέλτιον ὧν δύναται· τὸ γὰρ χεῖρον ἐν τοῖς δυνάμει τι οὖσιν γίνεται καὶ κατὰ ἀποτυχίαν τινά. ὅσα τε γὰρ κατὰ τέχνην τῶν τοιούτων γίνεται, τοῦ βελτίονος χάριν τῶν δυναμένων ἐν αὐτῷ γενέσθαι γίνεται, ὅσα τε κατὰ φύσιν, ὁμοίως. τὸ γὰρ πλεῖν ὑπὸ τῆς κυβερνητικῆς τῆς εὐπλοίας χάριν ἐρέθῃ, καὶ τὸ πρίειν ὑπὸ τῆς τεκτονικῆς [*](2. 3 πότερον- ὠφελίμων om. tit. 5 τῷ om. aSp. Ἀριστοτέλους aSp.: om. tit. 7 ἐν-μαθήματι] πανταχοῦ tit. 10 ἀκολουθοῦσιν a 11 ἡ ἡδ. aSp. 13 ἑαυτὰς aSp. 15 χάριν αἱρετόν, ἀλλ’ tit. τοῦ καλοῦ om. a Sp. 16 μεσότητές εἰσιν τοῦ καλοῦ a Sp. 17 πότερον ἢ (ἢ add. Vict. ὡς γένος ἢ ὡς ὅλον τῶν ἀρετῶν ἡ ἀρετή tit. Vict. Sp. 18 ἄλλης λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου τῶν ικομαχείων Ἠθικῶν Ἀριστοτέλους, δί ἧς δείκνυται, ὅτι καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν tit. Vict. Sp. 20 πῶς εἰ ἐκ τῶν ἐναντίων τὰ ἐναντία γίνεται, οὐκ ἔσται ἐκ μὲν δικαιοσύνης ἀδικία, ἐκ δὲ ἀδικίας δικαιοσύνη, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν τε καὶ κακιῶν ὁ αὐτὸς λόγος tit. Vict. Sp. 22 οὐκ add. B2 Sp. (οὐκ ἀ. οὖτε κακόν B²) 24 τὸ δὲ] καὶ τὸ a Sp. 26 ἀδιαφόρους S2FaSp.: διαφόρους VS¹B1 : οὐ διαφόρους B² 29 δυναμένων] δυνάμεων a)

119
τοῦ πρίειν καλῶς, διὸ καὶ αἱρετὸν τῇ μὲν τὸ πλεῖν τῇ δὲ τὸ πρίειν, ὅτι χωρὶς τούτων οὐχ οἷόν τε ταύταις τοῦ προκειμένου τέλους τυχεῖν. οὐ γὰρ ἀπὸ τῶν δι’ ἀποτυχίαν τινὸς γινομένων ἔν τινι ἡ κρίσις τῶν ὑποκει- μένων, ἀλλὰ ἀπὸ τῶν ὧν χάριν ἔστιν τε καὶ γίνεται προηγουμένως. ὡς δ’ ἑαὶ τῶν κατὰ τὰς τέχνας γινομένων ἔχει, οὕτω καὶ ἐπὶ τῶν κατὰ φύσιν. καὶ γὰρ ἐπ’ ἐκείνων σκοπὸς τῇ φύσει τὸ βέλτιον, τῶν δυναμένων ἄμφω, καὶ τούτου χάριν ἡ φύσις δίδωσιν αὐτό. ὅσα γὰρ μὴ οἷόν τε εὐθὺς ὑπὸ τῆς φύσεως γινόμενα τὴν οἰκείαν ἔχειν τελειότητα, τούτοις ἡ φύσις δίδωσι δύναμιν τοῦ τελείοις γενέσθαι, ἀδύνατον δέ τι δύναμιν ἔχειν τινὸς μὴ καὶ τὸ ἀντικείμενον αὐτῷ δυνάμενον· ταύτῃ γὰρ δύναμις ἐνεργείας διαφέρει. διό εἰσιν μὲν αἱ δυνάμεις προηγουμένως τῶν βελτιόνων, ἕπεται δ’ αὐταῖς ἐξ ἀνάγκης τὸ καὶ τῶν ἀντικειμένων εἶναι τούτοις. εἰ δὴ ἡ κρίσις ἑκάστου ἀπὸ τῶν προηγουμένων καὶ ὧν ἐστιν (οὐ γὰρ τοῦ μὴ περιπατεῖν χάριν ἡ δύναμις ἡ περιπατητική, εἰ καὶ γίνεταί ποτε ἐν τῷ τοῦτο δυναμένῳ καὶ ἡ στέρησις αὐτοῦ, καὶ εἰ μὲν αἱρετὸν εἴη τὸ περιπατεῖν, αἱρετὸν τῇ ἑαυτοῦ φύσει καὶ τὸ δύνασθαι περιπατεῖν, εἰ καὶ τὸ δύνασθαι καὶ μὴ περιπατεῖν ἔχει· εἰ δὲ ἐκεῖνο μὴ αἱρετόν, οὐδὲ τὸ δύνασθαι) καὶ τὸ ζῆν δὴ ἔχον δύναμιν ἐν αὐτῷ τοῦ τε εὖ ζῆν καὶ τοῦ κακῶς δεδομένον παρὰ τῆς φύσεως ἡμῖν τοῦ εὖ ζῆν χάριν (οὐ γὰρ ἦν οἷόν τε εὐθὺς γενομένους ἔχειν τὸ εὖ ζῆν· οὐδὲν γὰρ ἐν ἀτελεῖ τέλειον, πᾶν δὲ ἀτελὲς εὐθὺς τῷ γενέσθαι), εἴη ἂν αἱρετὸν τοῦ ἀρίστου χάριν τῶν ἐν ἡμῖν γενέσθαι δυναμένων δεδομένον. ἄριστον μὲν γὰρ ακαὶ τέλος τὸ εὖ ζῆν, τοῦτο δ’ οὐχ οἷόν τε χωρὶς τοῦ ζῆν γενέσθαι. πῶς γὰρ οὐκ ἀπεμφαῖνον τὸ ὁμοῦ μὲν λέγειν ἡμᾶς ὑπὸ τῆς φύσεως πρὸς τοῦτο οἰκειῶσθαι καὶ τῆς ἑαυτῶν σωτηρίας χάριν ποιεῖν πάντα, ὁμοῦ δὲ μὴ λέγειν ἡμᾶς ὡς πρὸς τὸ ἀγαθὸν αὐτὸ τὴν φύσιν ἡμᾶς οἰκειοῦν; ὅτι γὰρ ὡς πρὸς τὸ ἀγαθὸν τὸ ζῆν ψκειώμεθα, δῆλον καὶ ἐκ τοῦ περί τε τὸ παῖδας ποιήσασθαι πολλὴν σπουδὴν εἰσφέρεσθαι ὡς ἐσομένους τρόπον τινὰ δι’ ἐκείνων, ἀλλὰ καὶ διὰ τοῦ πάντα ἃ φοβούμεθα φοβεῖσθαι μειζόνως, διότι ὑποπτεύεται καὶ θανάτου αἴτια ἔσεσθαι. ὅτι δ’ ἀπὸ τῆς πρὸς τὰ βελτίω δυνάμεως ἡ κρίσις τῶν μεταξύ, δῆλόν ἐστιν καὶ ἐκ τοῦ τὸν ἄνθρωπον ὁμολογεῖσθαι τῶν ἄλλων ζῷων ἄμεινον ζῷον εἶναι, τοῦτο δέ, διότι τῶν ἄλλων οὐδὲν ἀρετῆς δεκτικόν. τῷ, οὗ ἐστιν ἀμείνονος δεκτικόν, τοῦτο τῶν ἐν τοῖς ἄλλοις ζῴοις γινομένων αἱρετῶν ἄμεινον εἶναι, τούτῳ βελτίων ὁ ἄνθρωπος, ἐπεί, εἴ γε καὶ ἀπὸ τῶν χειρόνων ἡ κρίσις ἐγίνετο τῶν μεταξύ, οὐδὲν ἐκώλυεν τὸν ἄνθρωπον ἢ κάκιστον τῶν ζῴων λέγειν, τοῦ κακίστου τῶν ὄντων τῆς κακίας ὄντα δεκτικόν, ἢ μηδενὸς τῶν ἄλλων ζῴων εἶναι αὐτὸν βελτίονα, ἐπεὶ ἐν πᾶσι [*](1 τῇδε V 6 δυναμένων Vict.: δυνάμεων libri 8 ἔχειν] ν s. v. V 9 δύν|α|ναμιν V δ’ ἔτι a 13 ἐστιν alt. καὶ om. a Sp. 18 αὐτῷ V εὐζην V 19 γενομένοις Sp. 20 τῷ VBS: Vict.?: τὸ Fa: τοῦ Sp. 22 δεδομένον circumscripsi 25 ἡμᾶς circumscripsi τὸ om. Sp. 26 ἡμᾶς del. Sp. 26. 27 οἰκειώμεθα a Sp. 27 τε del. Sp. 28 ἐκεινω’’, ἀλλὰ sic V 29 διότι] ὅτε Schsartε 32. 33 τῷ οὖν οὗ a Sp. 37 ἡ a)
120
τοῖς αἱρετοῖς τε καὶ φευκτοῖς ἕπεσθαι δεῖ τῇ τοῦ σπουδαίου κρίσει αἱρετόν.