Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Εἰ ἡ φρόνησις ἐπιστήμη ἐστὶ ποιητέων τε καὶ οὐ ποιητέων, εἴη ἂν καὶ ἡ ἀφροσύνη ἄγνοια τῶν αὐτῶν, καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες καὶ περὶ ταῦτα διεψευσμένοι. εἰ δὲ τοῦτο, οὐ πάντες oἱ ψευδόμενοί τι τῷ ήπατῆσθαι ἄφρονες ἂν εἶεν. οὐ γὰρ πᾶσα γνῶσις ἢ ἀπάτη περὶ τῶν ποιητέων ἢ οὐ ποιητέων ἐστίν. οὔτε γὰρ ἡ περὶ τοῦ τὸν κόσμον εἶναι τοῦδέ τινος σχήματος γνῶσις ἢ ἀπάτη περὶ ποιητέων ἐστίν, οὖτε περὶ τοῦ γενητὸν ἢ ἀγένητον αὐτὸν εἶναι, ἢ πεπερασμένον ἢ ἄπειρον, ἢ ἕνα ἢ ἀπείρους, οὔτε τὸν τῶν ἄστρων ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὔτε τὸ εἶναι τοῦ κόσμου τὸ μὲν ἄνω τὸ δὲ κάτω, οὔθ’ ὅλως τι τῶν εἰς γνῶσίν τε καὶ θεωρίαν συντελούντων μόνην. ἀλλ’ εἰ ἔστιν ἡ περὶ ταῦτα ἐπιστήμη ἄλλης ἀρετῆς, ἀλλ οὐ φρονήσεως, ὁμοίως καὶ ἡ ἀπάτη περὶ αὐτὰ οὐκ ἀφροσύνη, ἀλλὰ κακία τις ἄλλη.
Εἰ ἡ λύπη κακὸν πᾶσα, ἐναντίον δὲ τῇ λύπῃ ἡ ἡδονή, πῶς οὐχὶ καὶ αὐτὴ πᾶσα ἀγαθὸν ἢ πᾶσα κακόν, εἴ γε τῷ κακῷ τὸ ἐναντίον ἀνάγκη ἢ [*](1 ἐμβλέποντες B2S2a Sp.: ἐκβλέποντες VB ¹S¹F γίνεται om. Arist. vulg. 2 ἐνέργεια] a s. v. V 3 τοιαύταις] ς in lit. V τοιαύταις -ἠμελημέναις om. a (ἀνέσεσι—ἠμελημέναις add. Vict., qui τοιαύταις delere videtur, quod om. Sp.) 4 τὸ] ὀ in lit. V: τοῦ Viel. 5 ἐν τῷ δευτέρῳ Περι ψυχῆς] de an. ΙΙ, 9. 421a10 17 ἡ om. a Sp. 20 τοῦ τὸν B² Vict.?: τοῦτον libri τοῦδέ] τοιοῦδέ aSp. 21 περὶ] πρὸ a τὸν coni. Sp. τὸ] το V: τοῦ coni. Sp. 26 καὶ coni. Sp.: δὲ καὶ V: δὲ καὶ a ἀπατη V 27 ἀφροσύνης aSp. κακίας τινος ἄλλης cni. Sp. 28 κακὸν πᾶσα] πᾶσα κακόν coni. Sp. item v. 30)
Ἐπεὶ τῶν ἀγαθῶν τὰ μὲν τίμια, τὰ δὲ ἐπαινετά, τὰ δὲ δυνάμεις, τὰ δὲ ώφέλιμα, ἐζητήθη ὑπὸ τί τούτων χρὴ εἶναι τὴν ἡδονήν. εἰ μὲν πᾶσαι ἀγαθὸν καὶ πᾶσαι ὁμοειδεῖς αἱ ἡδοναί, περὶ πάσης τε χρὴ ζητεῖν καὶ ὑπὸ τί εἶεν τῶν ἀγαθῶν πᾶσαι, εἰ δὲ οὐ πᾶσαι ἀγαθόν, ἀλλ᾿ ἑπόμεναι ταῖς αἱρεταῖς ἐνεργείαις (οὐ γάρ ἐστιν ἡ ἡδονὴ αὐτὴ καθ᾿ αὑτήν, ἀλλ᾿ ἐπί τινι ἐνεργείᾳ γίνεται, καὶ γίνεται κατ᾿ οἰκειότητα τὴν πρὸς τὴν ἐνέργειαν· οὐ γάρ ἐστιν ἡ ἀπ᾿ ἄλλης ἐνεργείας ἡδονὴ ἡ αὐτὴ τῇ ἀπ᾿ ἄλλης· φθείρουσιν γοῦν πολλάκις αἱ ἀπ᾿ ἄλλων ἐνεργειῶν ἡδοναὶ τὰς ἀπ᾿ ἄλλων· ὁ γὰρ χαίρων τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ σφόδρα, κἂν τύχῃ τινὰ ἐνέργειαν ἡδέως ἐνεργῶν, ἀκούσας αὐλῶν καταλιπὼν τήν τε ἐνέργειαν τὴν ἐν ποσὶν καὶ τὴν ἡδονὴν τὴν ἐπ᾿ αὐτῇ τῷ αὐλοῦντι προσέχει, ὡς τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ χαίρων ἄλλῃ οὔσῃ τῆς ἐπὶ τῶν πρὸ τοῦ ἐνεργουμένων), εἰ δὲ ἄλλαι ἐπ᾿ ἄλλαις καὶ διαφερούσαις ἐνεργείαις γινόμεναι, καί εἰσιν οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ᾿ αἷς γίνονται, δῆλον ὡς συνδιαιροῖντο ἂν αὐταῖς, ὡς τῶν μὲν αἱρετῶν αἱρεταὶ εἶναι, φευκταὶ δὲ τῶν φευκτῶν. συνδιαιρούμεναι δὲ ἐκείναις [*](5 alt. αἱ om. a Sp. 7 ἀγαθὰς] pars superior litt. θ in lit. V 10 χάριν] χα in lit. V 14 alt. καὶ om. a Sp. 16 δὲ V2B: δεῖ V¹: δὴ SFGa Sp. 18 ἔτι om. a Sp. 20 λυπήσεσθαι a 22 ἐπεὶ] εὶ in lit. V δυνάμεις SFa Sp.: δύναμις VB 23 ἢ εὶ Vict. 25 εῖεν ⟨ἂν⟩ Schwartz 29 γοῦν SFa Sp.: οὖν VB 33 δὲ] fortasse δὴ 34 ἐνέργειαισ V 36 φευκτὰς B2a δὲ om. a)
Ἤ διότι τὴν εὐδαιμονίαν ἐν ταῖς σωματικαῖς ἀπολαύσεσι τίθενται, ἐν αἷς καὶ τὰ ἀνδράποδα καὶ τὰ βοσκήματα, εἰσὶ φορτικοί, ῆ διότι καθ’ οὕς ἡ μόνη ἡδονὴ αἱρετὴ καὶ ὁ πόνος δι’ αὐτὸν φευκτός, οὔτε τὸ καλὸν δι’ αὐτὸ αἱρετὸν οὔτε τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν. ἔτι εἰ μόνον ἡ ἡδονὴ αἱρετή, αἱρετὰ πάντα τὰ ἡδονῆς ποιητικά, ὥστε ἔσται καὶ ἐκεῖνα ἀγαθά· καὶ εἰ τὰ πόνου ποιητικὰ φευκτά, ἔστι δέ ποτε καλὰ πόνου ποιητικὰ, ἔσται καλά τινα φευκτά, ὁποῖαί εἰσιν καὶ αἱ κατ’ ἀνδρίαν ἐνέργειαι. ἔτι καθ’ οὗς μηδὲν τῇ αὐτοῦ φύσει καλόν ἐστιν μηδὲ αἰσχρόν, φαίνεται δέ τινα τοιαῦτα διὰ τὰς προλήψεις τὰς τῶν ἀνθρώπων, δι’ ἃς οὐκ ὃν τῇ ἑαυτοῦ φύσει αἰσχρὸν τὸ αἰσχρὸν ὡς κακὸν φυλασσόμεθα, εἴημεν ἂν ζημιούμενοι εἰς τὰς ἡδονὰς τὰ μέγιστα τῷ φυλασσόμενοι τὸ αἰσχρὸν ἀπέχεσθαι αὐτῶν, ὃ οὐδὲ ἂν τῶν ἀλόγων ποιεῖ, ὥστε εἴη ἂν ἡμῖν πρὸς κακοῦ τὸ λογικοῖς εἶναι. τὸ δὲ λέγειν, ὅτι μηδ’ αὐτοὶ τὰς αἰσχρὰς ἡδονὰς ἀξιοῦμεν αἱρεῖσθαι, εἰ μὲν οὕτως καὶ διὰ τοῦτο λέγοιεν, διότι τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν ἐστι, καλῶς μὲν ἂν λέγοιεν, οὐκέτι μέντοι φυλάσσοιεν ⟨ἂν⟩ τὸ μόνον τὸν πόνον εἶναι φευκτὸν δι’ αὐτόν, εἰ δὲ μὴ διὰ τὸ αἰσχρὸν αὐτό, ἀλλ’ ὅτι ἐπὶ τοῖς τοιούτοις αἱ ζημίαι τινὲς ὑπὸ τῶν νομοθετῶν ὁρίζονται, εἰ μὲν καλῶς, εἶεν ἂν τῇ αὐτῶν πάλιν φύσει τὰ αἰσχρὰ κακά, εἰ δὲ μὴ καλῶς, τοῦτ’ ἐστὶ τὸ λέγειν ζημίαν εἶναι τοῖς ἀνθρώποις τὸ λογικοῖς εἶναι, εἴ γε διὰ τὸν λόγον τὰ μὴ κακὰ κακὰ ὑπολαμβάνοντες ἀποστεροῦνται δι’ αὐτὰ τῶν ὡς ἀληθῶς ἀγαθῶν. τὸ δὲ λέγειν πᾶν ὃ αἱρούμεθα ὡς ἡδὺ ἡμᾶς αἱρεῖσθαι, καὶ τούτῳ χρῆσθαι εἰς πίστιν τοῦ τὴν ἡδονὴν εἶναι τὸ μέγιστον ἀγαθόν, οὐκ ἀληθές, εἴ γε αἱρούμεθα ἕκαστον ὧν αἱρούμεθα ἢ ὡς καλὸν ἢ ὡς συμφέρον ἢ ὡς ἡδύ. τὸ δὲ λέγειν καὶ τὸ συμφέρον ἡδὸ [*](2 οἰκεῖαι V 3 αὐταὶ Sp. 4 τὰ om. a Sp. 5 αὐταὶ aSp. 7 ἐν τῷ πρώτῳ] Eth. Nic. , 3. 1095b16 8 titulum iterat 8 ante ἢ διά τι a 9 ⟨ἢ⟩ διότι scripsi 10 ἡδονὴ μόνη B αὐτὸν V²Sa Sp.: αὐτὸν V¹: αὐτῶν G 11 αὐτὸ V2 Sp.: αὐτὸ V¹: αὑτὸν Sa αὐτὸ V μόνον] μόνη a Sp. 12 αἱρετὸν GFS1 αλρετὰ addidi: καὶ add. V2?BSGFa ἔσται coll. post ἐκεῖνα GSFa Sp. 14 ἀνδρίαν sic V 17 αἰσχρὸν addidi: post τὸ αἰσχρὸν add. S²B2a Sp. εἴη μὲν a κακὸν S²B2a Sp.: καλὸν V 18 φυλασσόμενοι BS²a Sp.: φυλασσομένῳ V 19 οὐδὲ V ἂν om. a Sp. 21 αὐτὸ V 22 ἂν addidi 23. 24 ἀλλοτι V 24 αἱ del. (sive corr. in εἰ V 25 εἴη coni. Sp. 26 τουτ’ v 27 γε in ras. BSFG aSp.: δὲ V 28 αὐτὰς a Sp. 31 καλὸν ἢ] ν ἢ in lit. V)