Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ αὔξεται τὸ ὑποκείμενον τῷ αὔξεσθαι λεγομένῳ (ὑπομένει δὲ καὶ ἡ ὕλη, οὐ μόνον τὸ εἶδος· οὐ γὰρ δὴ πᾶσα ἀλλάσσεται), διὰ τί κατὰ τὸ εἶδος μόνον, ἀλλ᾿ οὐχὶ καὶ κατὰ τὴν ὕλην ἡ αὔξησις; οὐ γὰρ πᾶσα ἡ ὕλη ἡ ἐν τοῖς αὐξομένοις ἀλλάσσεται, ἀλλὰ μένοντός τινος ἐξ αὐτῆς ἄλλη προσγίνεται· οὐδὲ γὰρ ἂν ἐσώζετο τὴν ἀρχήν, οὐδ᾿ ἂν τὸ εἶδος ἔμενεν τῆς προϋπαρχούσης ὕλης. οὐ γὰρ ἐν τῷ τοσῇ δέ τινι εἶναι τῇ ὕλῃ τὸ εἶναι ὕλῃ. ὥσπερ οὐδὲ τῇ σαρκί. ἢ δύο ὄντων περὶ τὸ αὐξόμενον ποιοῦ τε καὶ ποσοῦ (τόδε γὰρ τὸ αὐξόμενον, τὸ δὲ τόδε συναμφότερος οὐσία), καὶ τοῦ μὲν ποσοῦ ὡς ὕλης ὑποκειμένου, τοῦ δὲ εἴδους τὴν τοῦ ποιοῦ χώραν ἔχοντος, τὸ μὲν πο|σὸν οὐ μένει ταὐτόν, τὸ δὲ ποιὸν τὸ ὡς εἶδος τοῦ αὐξομένου μένει. ἐπεὶ τοίνυν τὸ ποιόν, ὃ καὶ εἶδός ἐστι, μένει, τὸ δὲ ποσὸν οὐ μένει, καὶ αἴτιον τοῦ μὴ μένειν αὐτὸ ταὐτὸν ἡ τῆς ὕλης ῥύσις, διὰ τοῦτο κατὰ μὲν τὴν ὕλην οὐκ αὔξεται τὰ αὐξόμενα, κατὰ δὲ τὸ εἶδος. τοῦτο γὰρ ταὐτὸν μένον. τοῦ γὰρ καθ᾿ αὑτὸ ὑφεστῶτος ἡ αὔξησις κατὰ τὸ μένον ἐν αὐτῷ γίνεται, καθ᾿ αὑτὸ δὲ ὑφεστῶτος τὸ συναμφότερον, ὃ κατὰ τὸ εἶδος μένει. ἡ γὰρ ὕλη τὸ ῥέον, ἐπεί, εἰ καὶ ὑπομένει τις ὕλη ἐν τῷ αὐξομένῳ, ἀλλ᾿ οὐκ ἔστι ταύτης κατηγορῆσαι τὸ ηὐξῆσθαι, τῷ κατ’ αὐτὴν ἑκάστοτε, εἰ καὶ ὑπέμεινεν, ἀλλὰ μετὰ ταῦτα ῥεῖν τε καὶ ἀλλάσσεσθαι. οὐ γὰρ ἔστιν ἐν τῷ ηὐξημένῳ λαβεῖν τινα ὕλην, ἥτις διὰ παντὸς ἡ αὐτὴ μένουσα ἐν αὐτῷ κατ’ ἀριθμὸν προσθήκην ἔσχεν τινὰ κατὰ ποσόν. ἣν γὰρ ἂν λάβης, καὶ αὕτη ῥεῖ καὶ μεταβάλλεται, καὶ οὐδὲν αὐτῆς ταὐτὸ κατ’ ἀριθμὸν μένει· τὸ δὲ εἶδος ταὐτὸ μένει, ἔστ’ ἂν σώζηται τὸ πρᾶγμα.

[*](3 τὸ ἕτερον GFS¹L: τό ἐφ᾿ ὃν VRB¹: τὸ μὲν ἓν B2B²a Sp. 4 τε om. FSa Sp.: del. B: τὸ R. 6 λέγουσι γίνεσθαι a Sp. 7 pr τήν] τή in lit. V alt. τὴν om. a 13 γὰρ] ρ in lit. V 16 τοσήδε V 17 σαρκί VFB: σαρκὶ ἐν (ἐν om. FL) τῷ τοσῇδε εἶναι τὸ σαρκὶ εἶναι GS1 (in mg.) La Sp. 18 τοδε V τὸ δὲ τόδε a Sp.: τὸ τοδε V: τὸ τόδε B1GFL: τὸ τό δὲ S¹: τὸ δὲ δὲ S² συναμφότερος VS2a Sp.: συναμφότερον S¹GFL 23 γὰρ τὸ ταὐτὸν a Sp. 24 κατὰ τὸ VB coni. Sp.: κατὰ ταὐτὸ GSLa: καταυτό F 25 ὑφεστῶτος VB¹S¹a: ὑφεστός Vict. Sp.: ὑφεστώς GFLB2S2 26 εἰ καὶ Vict. Sp.: καὶ VGFSLa 27 τὸ] τῶ B1 τῷ κατ’ αὐτὴν (καθ’αὑ τὴν G, κατὰ τὴν Sa) ἑκάστοτε εἰ καὶ VGFBSLa: τῷ ἑκάστοτε καὶ ταύτην εἰ καὶ Vict. Sp. 29 ταὐτῷ coni. Sp. 30 ἣν VB: τινα ἣν GFSa Sp.: τινα ἢν L 31 αὐτὴ F)