Quaestiones
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ ἐστὶν κατὰ τὸ ψυχρὸν ἢ τὸ ὑγρόν, ὡς πῦρ μὲν κατὰ τὸ θερμὸν | μᾶλλον ἢ ξηρόν, ἀὴρ δὲ κατὰ τὸ ὑγρὸν μᾶλλον ἢ θερμόν, γῆ δὲ κατὰ τὸ ξηρὸν μᾶλλον ἢ ψυχρόν, τί δήποτε κατὰ μὲν τὸ ὑγρὸν μεταβάλλον οὐκ ἔστιν ὕδωρ (οὐ γὰρ ὕδωρ ὁ κρύσταλλος), κατὰ δὲ τὸ ψυχρὸν μεταβάλλον ὕδωρ ἔτι μένει; ὕδωρ γάρ ἐστι καὶ θερμὸν γενόμενον. καίτοι οὐ τὸ πῦρ μεταβάλλον κατὰ τὸ θερμὸν πῦρ ἔτι, οὔθ’ ὁ ἀὴρ εἰ κατὰ τὸ ὑγρὸν μεταβάλλοι, ἀλλ᾿ οὐδὲ γῆ μένει ἡ κατὰ τὸ ξηρὸν μεταβάλλουσα. ἐπιζητήσαι δ᾿ ἄν τις καὶ τοῦτο ἐπ’ αὐτοῦ, τί δήποτε, εἰ κατὰ τὸ ψυχρὸν αὐτῷ τὸ εἶναι, ἡ κατὰ τὸ ψυχρὸν ἐπίτασις φθείρει αὐτό, εἴ γε πήγνυται μὲν διὰ τὴν ὑπερβάλλουσαν ψυχρότητα, παγὲν δὲ οὐκέτι ἐστὶν ὕδωρ ἐνεργείᾳ. οὐδὲ γὰρ ἡ κατὰ τὸ θερμὸν ἐπίτασις πυρὸς φθαρτική, οὔτε ἡ κατὰ τὸ ὑγρὸν ἀέρος, οὔτε γῆς ἡ κατὰ τὸ ξηρόν, οὔθ᾿ ὅλως ἄλλου τινὸς ἡ κατὰ τὸ οἰκεῖον εἶδος ἐπίτασις φθορᾶς αἰτία. ἢ ἐπεὶ ἡ κατὰ τὸ ψυχρὸν εἰς τὸ θερμὸν μεταβολὴ τοῦ ὕδατος ἀέρος ἐστὶ γεννητική (οὐδὲν γὰρ σἷόν τε ἄλλο σῶμα ἐξ ὕδατος κατὰ μόνην τὴν ἐκ τοῦ ψυχροῦ γενέσθαι μεταβολήν), οὐκ ἔστι δὲ ἀὴρ θερμὸς μόνον, ἀλλὰ καὶ ὑγρός, καὶ τό γε εἶναι αὐτῷ ἀέρι κατὰ τὴν ὑγρότητα μᾶλλον, ἔστι δ᾿ οὐχ ὅμοιον τὸ ὑγρὸν ἔν τε ὕδατι καὶ ἀέρι (τὸ μὲν γὰρ ὕδωρ παχύτερον. διὸ καὶ ἀναπληστικόν, ἡ δὲ τοῦ ἀέρος ὑγρότης λεπτή), οὐ μόνον δεῖ τῆς | κατὰ τὸ ψυχρὸν τῷ ὕδατι μεταβολῆς, ἀλλὰ καὶ τῆς κατὰ τὸ ὑγρόν. καὶ μάλιστα ἐπεὶ ἡ τοιάδε ὑγρότης εἰδοποιὸς τοῦ ἀέρος, εἰς ὃν ἡ κατὰ τὸ ψυχρὸν τοῦ ὕδατος μεταβολή, ἡ δὲ κατὰ τὸ ὑγρὸν τῷ ὕδατι μεταβολὴ ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ἐν τούτῳ ξηροῦ γίνεται λεπτύνοντος αὐτὸ καὶ τὴν ἐν αὐτῷ παχύτητα μεταβάλλοντος, ἥτις μεταβολὴ δεῖται χρόνου, διὰ τοῦτο, μέχρις ἂν ἡ ἐν τῷ ὕδατι γενομένη θερμότης τὴν ὑγρότητα εἰς τοσοῦτον μεταβάλλῃ, ὡς εἶδος ἀέρος γενέσθαι, ὕδωρ ἔτι μένει ὄν, οὐ τοιοῦτο μὲν ὁποῖον τὸ εἱλικρινὲς ὕδωρ, ἀλλὰ λεπτότερον. λεπτότερον γὰρ τὸ αὐτὸ ὕδωρ θερμανθὲν ἢ πρὸ τοῦ, καὶ τὰ ἀποψυχθέντα δὲ πάλιν ὕδατα λεπτότερα τῶν τὴν ἀρχὴν μὴ τεθερμασμένων. ὁδὸς γὰρ τῷ ὕδατι τῆς εἰς ἀέρα μεταβολῆς ἡ θερμότης, καὶ οὐχ ὅμοιον τὸ ὕδωρ θερμανθέν τε καὶ πρὸ τοῦ. ὡς δ᾿ ἡ θερμότης τὴν ὑγρότητα λεπτύνει, οὕτως πάλιν ἡ ψυχρότης παχύνει τε καὶ συνίστησιν. καὶ ἐπεὶ ἡ τοιαύτη τοῦ ὑγροῦ σύστασις ὑπὸ τοῦ ψυχροῦ ἐν χρόνῳ καὶ αὐτὴ γίνεται, διὰ τοῦτο οὐδὲ ὁ ἀὴρ ψυχθεὶς ὕδωρ εὐθύς, [*](1 ὕδωρ semel a Sp. ἢ κατὰ Vict.: οὐ κατὰ VFSLa: οὐ Ga 7 οὐκ ἔστιν ὕδωρ om. a 10 μεταβάλλοι corr. ex μεταβάλλει F: μεταβάλλει L et coni. Sp. 11 ἐπιζητῆσαι V 16 ἢ add B2S²a 17 γενητιχή a Sp. 19. 20 τό γε V2 Vict. Sp.: τό τε V1FSLa 21. 22 ἂν ἁπληστικόν a 22 δεῖ] δ᾿ εἰ V¹ (corr. V2) 33 ἢ a 36 καὶ αὐτὴ Vict. Sp.: καὶ αυτη V: καὶ αὕτη B: ἡ τοιαύτη GFSLa)