Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

4. A. Καὶ γὰρ εἰ μὴ ἔστι δυνατὸν τοῦτο, οὗ ὑποτεθέντος εἶναι οὐδὲν ἀδύνατον συμβήσεται, παντὶ δέ, ᾧ τὸ ἀντικείμενον προλεγόμενον ἀληθές ἐστιν, ὑποτεθέντι εἶναι ἀδύνατον ⟨συμβήσεται⟩ τὸ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, οὐδὲν ἂν τῶν ἐφ᾿ ὧν τῆς ἀντιφάσεως εἰς τὸ μέλλον θάτερον μέρος ἀφωρισμένως ἀληθές ἐστιν, εἴη ἐνδεχόμενως. ἐπὶ πάντων δέ φασι θάτερον μέρος τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι.

B. Φασὶ γάρ.

Οὐδὲν οὖν ἐστιν ἐνδεχόμενον· οὔτε γάρ, καθ᾿ ὧν ἀληθὲς τὸ ἔσται, ἐνδεχόμενον, ὅτι μὴ οἷόν τε αὐτὰ μὴ γενέσθαι, οὔτε ἐφ᾿ ὧν ψεῦδος τὸ οὐκ ἔσται, ἔσται ὅτι μὴ οἷόν τέ τι τούτων γενέσθαι. εἰ γάρ τις ἐφ᾿ οὗ ψεῦδος ἓν τῶν λεγομένων ⟨ἢ τὸ γενέσθαι ἢ⟩ τὸ μὴ γενέσθαι, λέγοι τὸ ἕτερον τούτων ἐνδεχόμενον, ἢ τὸ γενέσθαι ἢ τὸ μὴ γενέσθαι, ἕποιτο ἂν τούτῳ ἀμφότερα λέγειν ἐνδεχόμενα. τό τε γὰρ ἐνδεχόμενον γενέσθαι ἀληθὲς τῷ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι, καὶ ὃ ἐνδέχεται μὴ γενέσθαι, τοιοῦτον τῷ ἐνδέχεσθαι γενέσθαι. οὕτω δὲ ἔσται ἐφ᾿ οὗ τὸ γενέσθαι ἐνδεχόμενον, [*](1 fortasse γίνεται, ⟨ἐξ ἀνάγκης γίνεται⟩, οὐδὲν γινομενων V 1. 2 γίνεται V: δύναται BSGFLRa Sp. 2 τι ἔστιν B2 Sp.: τε ἔστιν libri 3 οὐδὲν ἄρα Sp. ἠ V1 (corr. m2) 6 λέγειν a Sp. 7 γενέσθαι δυνατὸν, τὸ L 8 τὸ om. a Sp. γενέσθαι] γε in lit. V 9 τὸ τὸ coni. Sp. 10 ὁ corr. ex οὐ V2 11 ἑαυτῶν a 12 ἐπ᾿ VRB: ὑπ᾿ FSLGa: fortasse περὶ 13 μὴ ἔστι VB1: μὴ ἔσται R: ἔστι B²GFSa Sp.: fortasse μέν ἐστι cf. l. c. p. 627 sq. οὐ a 15 ⟨συμβήσεται⟩ τὸ scripsi: τὸ V1FSLa Sp.: τῷ V2 Vict. BR ἀδύνατον—εἶναι om. G 16 ἂν τῶν scripsi: αὐτῶν libri 17 ἀληθὲς τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθές S2a (τῆς—ἀληθες punctis notat Vict. εἴη ἐνδεχομένως scripsi: εἰ ἐνδεχομένων V¹: ἢ ἐνδεχόμενον V²B: ἐνδεχόμενον G Vict. Sp.: εἰς δεχόμενον F: εἰς δεχομένων LS¹: ᾗ δεχομένων S2a: ἐστιν— ἀληθές (18) om. R 20 οὖν S2GLa Sp.: ὅ VFBS¹: om. R 20 οὔτε—ἐνδεχόμενον (21) om. R τὸ ἔσται VB: τὸ ἔσται τὸ GF: ἔσται τὸ LSa: τὸ ἔσται ἔσται Sp. 21 fortasse ταῦτα 22 οὐκ delevi ἔσται delevi cf. l. c. p. 628 sq. 23 ψεῦδος B²G Sp.: ψεύδους VFSB¹RLa ἓν scripsi: μὲν libri ἢ τὸ γενέσθαι ἢ addidi λέγοι τὸ BFR Sp.: λέγοιτο VLa 24 τούτων ἐν | των a 25 τούτῳ B2GF Vict. Sp.: τοῦτο VRB¹LSa ἐνδεχόμενον a 27 γε τῷ L ἐνδέχεσθαι GF Sp.: ἐνδέχεται VRBSLa)

13
ἐπὶ τούτου καὶ | τὸ μὴ γενέσθαι τοιοῦτον, καὶ ἐφ᾿ οὗ τὸ μὴ γενέσθαι, ἐπὶ τούτου καὶ τὸ γενέσθαι ἐνδεχόμενον. ὁμοίως δὲ τοῦ αὐτοῦ ἐνδεχομένου γενέσθαι τε καὶ μὴ γενέσθαι, πῶς οὐκ ἄτοπον ἐπὶ τούτων τὸ ἕτερον μόριον τῆς προλεγομένης ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι τε λέγειν, θάτερον δὲ ψεῦδος, ὁμοίως τοῦ προκειμένου ἄμφω δυναμένου; ἀκολουθεῖ γὰρ τοῖς τὰ γινόμενα τοῦτον τὸν τρόπον γίνεσθαι λέγουσιν τὸ ὁμοίως ἀληθῆ τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἐπὶ τῶν οὕτω γινομένων γίνεσθαι λέγειν ἢ ὁμοίως αὐτῶν ἑκατέραν ψευδῆ.