Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

3. B. Καὶ γὰρ εἰ τὸ καθ᾿ εἱμαρμένην γινόμενον δυνατόν τις λέγοι, τὸ ἀναγκαίως γινόμενον δυνατὸν ἂν εἴη λέγων. ἀλλ᾿ εἰ τὸ δυνατὸν γενέσθαι δυνατὸν καὶ μὴ γενέσθαι, τὸ ἀναγκαίως γινόμενον εἴη ἂν δυνατὸν μὴ γενέσθαι. εἰ δὲ τὸ παρὰ τὴν εἱμαρμένην δυνατόν τις λέγοι, συμβήσεται πάλιν τούτῳ τὸ ἀδύνατον γενέσθαι δυνατὸν γενέσθαι λέγειν. περὶ οὗ γὰρ ὁ προλέγων ὅτι μὴ ἔσται ἀληθεύει, πῶς σἷόν τε τοῦτο λέγειν ἐνδέχεσθαι γενέσθαι; δῆλον γὰρ ὅτι, εἰ καὶ δυνατὸν ἄλλως | ἦν τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῷ κεκωλῦσθαι αὐτὸ ἀληθὲς ἦν προλεγόμενον ἐπ᾿ αὐτοῦ τὸ μὴ ἔσεσθαι.