De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ἢ ὕλη ἢ ἐξ ὕλης καὶ ποιότητος, εἴη ἂν καὶ ἡ ποιότης τούτων τι.

ὕλη μὲν οὖν ἀδύνατον.

λείπεται ἄρα ἐξ ὕλης καὶ ποιότητος λέγειν τὴν ποιότητα.

[*](4 ἔτι εἰ scripsi: εἰ VKa 5 ἔχει Ka 13 ἐν ἄλλοις] de mitione libellum respicere videtur. 6. 20,18 ἐδείξαμεν V K: καὶ δείξαμεν a 19 ἄπισιν V 20 ἀντείσισιν V ἔτι εἰ scripsi: ἔτι VKa 26 μετακομησθέντος, μ in lit. V, fortasse παρακομισθέντος cf. v. 22 27 ἴσον semper V: ἶσον a 31 fortasse ⟨ἡ⟩ ἐν τῷ πρώτῳ ἀέρι 33 πολυπλάσιον V: πολλαπλάσιον Ka 37—38 εἴη ἂν—ποιότητος om. K)

124
εἰ δὲ τοῦτο, πρῶτον μὲν ἡ ποιότης οὐ ποιότης, ἀλλὰ ὕλη καὶ ποιότης (ἕτερα γὰρ ἀλλήλων ταῦτα), ἔτι δὲ ἡ μετὰ τῆς ὕλης ποιότης καὶ αὐτὴ πάλιν ὕλη καὶ ποιότης εἴη ἄν, εἰ σῶμα, καὶ οὕτως ἐπ᾿ ἄπειρον, καὶ ἄπειροι ὗλαι εἶεν ἂν ἐν ἑκάστῃ ποιότητι.

εἰ γὰρ ἡ ὕλη ποιότης, πᾶν ἐνεργείᾳ σῶμα ἂν εἴη ἂν οὐκ ἐξ ὕλης καὶ ποιότητος, ἀλλ᾿ ἐκ ποιότητος καὶ ποιόσῶμα τουτέστιν ἐξ ὕλης καὶ ὕλης, εἴ γε ταὐτὸν ἡ ὕλη καὶ ἡ ποιότης, καὶ οὐδὲν διοίσει ἡ ὕλη τοῦ κατ᾿ ἐνέργειαν σώματος.

εἰ δὲ τοῦτο, ἄποιος δὲ ἡ ὕλη, ἄποιον ἂν εἴη καὶ τὸ κατ᾿ ἐνέργειαν σῶμα καὶ ἢ οὐδ᾿ ὅλως ἔσται ἡ ποιότης ἢ οὐδὲν ἄλλο σῶμα ἢ ποιότης.

ἔτι εἰ σῶμα αἱ ποιότητες, καὶ τὸ φῶς ποιότης, καὶ ὡς δοκεῖ αὐτοῖς σῶμα, πῶς ἀπὸ τοῦ λύχνου οὕτως ὄντος μικροῦ σώματος τοσοῦτον ἀπέρχεται σῶμα, ὥστε ἐξισωθῆναι τῷ πέριξ ἀέρι τοσούτῳ ὄντι καὶ μετενεχθέντος πάλιν εἰς ἄλλον ἀέρα ἄλλο πάλιν ἄπεισιν τοσοῦτον;