De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἀλλὰ μὴν μετακομισθέντος τοῦ μήλου καὶ ὁ πέριξ ἀὴρ εὐωδίας ἀνεπλήσθη πολλαπλάσιος ὤν, ὥστε καὶ διὰ τούτου ἡ αὐτὴ ποιότης διῆλθεν καὶ ἴσον αὐτῷ κατέσχεν τόπον, κἂν πάλιν μετακομισθῇ τὸ μῆλον πάλιν ἄλλον ἀέρα ἀναπλήσει.

πῶς οὖν τὸ ἴσον σῶμα μένον καὶ διῆκον καὶ διὰ τοῦ μήλου ἐκεῖνόν τε μένει κατέχον τὸν τόπον σὺν τῷ μήλῳ καὶ ἅμα πολλαπλάσιον ἄλλον καὶ ἄλλοτε ἄλλον;

οὔτε γὰρ ἡ αὐτὴ εὐωδία ἐν τῷ πρώτῳ ἀέρι συμμεταφέρεται τῷ μήλῳ, οὔτε ἐκ τοῦ μήλου ἀεὶ ἄλλη καὶ ἄλλη εὐωδία γεννᾶται.

πῶς γὰρ οἷόν τε ἐξ ὀλίγου σώματος πολυπλάσιον προἱέναι μηδενὸς προσγινομένου αὐτῷ;

ἔτι οὐδὲν σῶμα εἰς τὸ μὴ ὂν φθείρεται, αἱ δὲ ποιότητες εἰς τὸ μὴ ὂν φθείρονται.

οὐκ ἄρα αἱ ποιότητες σώματα.

οὐ γὰρ ἡ λευκότης μελανία ἐγένετο ὑπομείνασα.