De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἢ πῶς οὐκ αὔξεται ὁ ἀὴρ τοσούτου προσγινομένου σώματος αὐτῷ, ἢ πῶς διήκει δι᾿  αὐτοῦ μεστοῦ ὄντος καὶ κιρνᾶται αὐτῷ τὸ φῶς;

ἤ, εἰ τοῦτο συμμεταφέρεται, πῶς ἥνωται τῷ λύχνῳ τὸ ἐκτὸς ὑπ᾿ αὐτοῦ γινόμενον φῶς;

ἔτι πῶς ὁ ἐν τῷ οἰκιδίῳ ἀὴρ ὅταν πολλὰς λάβῃ ποιότητας οὐκ αὔξεται;

ἐν ἴσῳ γὰρ τῷ αὐτῷ καὶ φῶς καὶ θερμότης καὶ ὀσμὴ καὶ χρῶμα καὶ ψόφος.

ταῦτα δὴ πάντα σώματα ὄντα καὶ δι᾿ ὅλου τοῦ ἀέρος τοῦ ἐν τῷ οἰκιδίῳ ὄντα πῶς οὐκ αὔξει αὐτὸν ἢ πῶς οὐ ῥήγνυσιν τὸν οἶκον;

ὁ γὰρ ἐν τῷ ἀσκῷ ἀὴρ ὀλίγον αὐξηθεὶς ῥήγνυσιν τὸν ἀσκόν.

ὅτι γὰρ ἄλλο ἐστὶ ποιότης παρὰ τὸ ποιότητα ἔχον καὶ πεποιωμένον σῶμα τῇ τε ἐπινοίᾳ καὶ τῷ λόγῳ, ἐντεῦθεν δῆλον.