De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι, εἰ αἱ ποιότητες σώματα, πῶς τῇ παρουσίᾳ αὐτῶν καὶ τῇ ἀπουσίᾳ οὐκ αὔξεται καὶ μειοῦται τὰ σώματα;

εἰ δὲ λέγοιεν διὰ τὸ ἄλλας παραγίνεσθαι ἄλλων ἀπιουσῶν, ἄξιον ἀπορῆσαι, πῶς ἴσαι πᾶσαι αἱ παραγινόμεναι ταῖς ἀπιούσαις.

ἔτι πόθεν ἔρχονται αἱ ἐρχόμεναι, ἢ ποῦ ἀπίασιν αἱ χωριζόμεναι;

δεῖ γὰρ τόπον αὐτῶν εἶναι, εἰ σώματα.

ἔτι ἐπὶ τῶν ὀσμὴν ἐχόντων πῶς συνεχῶς τῆς ὀσμῆς ἀπιούσης τὸ ἔχον αὐτήν, ἀφ᾿ οὗ ἄπεισιν, οὐ μειοῦται;

οὐ γὰρ δὴ καὶ τότε ἀντείσεισιν ἄλλη ἔτι ⟨εἰ⟩ προσλαμβάνει τινὰ σώματα ποιότητας χωρὶς τοῦ ἀποβάλλειν ὧν ἔχουσίν τινας, ὡς ὁ ἀὴρ ὁ μὴ ἔχων ὀσμήν, τῶν ὀδωδότων τινὸς παρακομισθέντος δίοσμος γίνεται, καὶ ὁ ἀρετὴν ἢ κακίαν ἀναλαβών, μὴ πρότερον ὢν ἐν κακίᾳ, πῶς οὖν οὐκ αὔξονται;

ἔτι εἰ ἡ ποιότης σῶμα, ἡ ἐν τῷ μήλῳ ἡ κατὰ τὴν ὀσμὴν ποιότης δῆλον ὡς δι᾿ ὅλου διήκει τοῦ σώματος τοῦ μήλου καὶ ἴσον αὐτῷ κατέχει τόπον.