De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐδὲ γὰρ αἱ κατὰ αἴσθησιν καὶ φαντασίαν ἢ πάθος, οὖσαι κατὰ ἀλλοίωσιν, οὐ τοπικαὶ τῆς ψυχῆς εἰσι κινήσεις καθ᾿ αὑτήν, ἀλλὰ τοῦ συναμφοτέρου.

ἔτι εἰ σῶμα ἡ ψυχή, πῶς μετέχει τὸ σῶμα τῆς ψυχῆς;

καὶ πῶς ἐστιν ἡ ψυχὴ ἐν αὐτῷ;

ἢ γὰρ ὡς μέρος ἔσται, καὶ οὕτως οὐδὲν τῶν ἄλλων μερῶν τοῦ σώματος ἔμψυχον, μᾶλλον δὲ οὐδὲν ὅλως ἔμψυχον αὐτοῦ, ἀλλὰ ψυχὴ καὶ σῶμα κατ᾿ ἰδίαν.

ἀλλὰ οὐδὲ ὡς ἐν ἀγγείῳ τῷ σώματι εἴη ἂν ἡ ψυχή.

εἴη γὰρ ἂν καὶ οὕτως οὐχ ὅλον ἔμψυχον τὸ σῶμα.

ἀλλὰ οὐδὲ κατὰ παράθεσιν.

οὐδὲ γὰρ οὕτως ὅλον ἔμψυχον ἔσται τὸ σῶμα.

μᾶλλον δὲ οὐδ᾿ ὅλως ἔμψυχον.