De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐδὲ γὰρ ἐπὶ τοῦ σωροῦ ἐν τῇ κριθῇ ὁ πυρός.

εἰ δὲ ὅλον δι᾿ ὅλου, ἐπειδὴ πᾶν τὸ σῶμα ἔμψυχον, πῶς σῶμα διὰ σώματος διήκει, δεικνύναι δεῖ.

καὶ γὰρ καί, ἐπεὶ αἱ τῆς ψυχῆς ποιότητες σώματα κατ᾿ αὐτοὺς καὶ αἱ τοῦ σώματος, πολλὰ σώματά ἐστιν ἐν τῷ αὐτῷ καὶ διάφορα δι᾿ ἀλλήλων [*](1 fortasse οὐδὲ 2 αὐτὴν Ka 3 συνέχετεται V 4 ἀσώματα Ka 5 αὐτὸ VKa 8 πᾶν] post ν paululum erasum V 9 ταυτὴν a 10 τόνου ἀλλὰ] υ ἀ in lit. V ἀλλὰ εἰ V: ἀλλ᾿ ἀεὶ K: ἀλλ᾿ αἰεὶ a: ex. Vict. in mg. γρ. ἐν 13 ἀσώματος Ka 14 μὴ καὶ Ka: καὶ μὴ V 19 πεφυσσημένος K αὐτῷ VKa 23 fortasse ἡμέτερον σῶμα 25 οὔτε V ex. Vict: ὄντε Ka 38 fortasse ἔσται)

116
διήκοντα καὶ ἐν τῷ αὐτῷ τόπῳ, ὃ λόγου δεῖται καὶ ἀποδείξεως.

ἔτι προσγινόμενα καὶ ἀπογινόμενα πῶς οὔτε αὐξήσει οὔτε μειώσει τὸ σῶμα;

ἔτι ὑπαλλαγεισῶν τῶν ποιοτήτων, αἱ πρῶται χωρισθεῖσαι σώματα οὖσαι εἰς τὸ μὴ ὂν φθαρήσονται, οὐδαμοῦ γάρ εἰσιν·

οὕτω δὲ καὶ ἐκ τοῦ μὴ ὄντος ἔσονται.

ἔτι εἰ οὕτως ἡ ψυχὴ τῷ σώματι ὡς ὅλον δι᾿ ὅλου διήκειν καὶ κεκρᾶσθαι τῷ σώματι, οὐκέτι ἔσται τοῦ ζῴου τὸ μὲν ψυχή, τὸ δὲ σῶμα, ἀλλὰ ἐξ ἀμφοῖν ἕν τι ἄλλο συνεφθαρμένον καὶ συνηλλοιωμένον, ὡς τὸ μελίκρατον.

καὶ οὐκέτι τι τὸ μὲν ἡγήσεται, τὸ δὲ ὑπηρετήσει, οὐδὲ τὸ μὲν τιμιώτερον, τὸ δὲ ἧττον, οὐδὲ τὸ σῶμα ἕξει ψυχήν, οὐδὲ ἡ ψυχὴ ἔσται ἐν τῷ σώματι.

οὐδὲ γὰρ τὴν ἀρχὴν τὸ μὲν ψυχὴ ἔσται τοῦ ζῴου, τὸ δὲ σῶμα, ἀλλὰ μόνον ζῷον τὸ ἐκ τούτων κρᾶμα καὶ ἕν τι καὶ ὅλον ὅμοιον ἑαυτῷ, ὁποῖον τὸ οἰνόμελι, ὅπερ ἄτοπον.