De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ δὲ τούτων τι καθ᾿ ἑαυτὸ ψυχή.

πᾶν τε τὸ τοιοῦτον ἔσται ψυχή (οἷον πᾶν πῦρ, πᾶς ἀήρ), καὶ πᾶν τὸ τοῦτον περιέχον σῶμα ἔμψυχον.

ὥστε εἰ ὁ ἀὴρ ἡ ψυχή, ἔσται ζῷον ἡ ἀρτηρία καὶ ὁ πνεύμων καὶ ὁ πεφυσημένος ἀσκός, καὶ πᾶν τὸ ἀέρα ἔχον ἐν αὑτῷ σῶμα.

εἰ δὲ ὕδωρ, ὁ τούτου πλήρης κάδος.

ταῦτα δὲ ἄτοπα.

ἔτι εἰ μὲν τῶν ἁπλῶν τι σωμάτων ἡ ψυχή, πᾶν σύγκριμα, ἐν ᾧ καὶ τοῦτο ἐνυπάρχει τὸ σῶμα, ἔμψυχόν τε καὶ ζῷον ἔσται.

εἰ δὲ σύγκριμα ἐκ τῶν ἁπλῶν ἡ ψυχή, ἔσται καὶ τὸ ἡμέτερον ἡ ψυχή.

ἔτι παντὸς σώματος οἰκεία τις κίνησις, οἷον ἁπλῆ μὲν τοῦ ἁπλοῦ, μικτὴ δὲ τοῦ συνθέτου ἢ κατὰ τὸ πλεονάζον, τῆς δὲ ψυχῆς οὐδεμία τοπικὴ κίνησις οἰκεία.

οὐκ ἂν οὖν οὔτε τῶν ἁπλῶν, οὔτε τῶν συνθέτων εἴη σωμάτων.