De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.

εἰ γὰρ μηδὲν πρὸς τὴν κατὰ τὸν βίον ἐνέργειαν καὶ τὴν εὐδαιμονίαν καὶ τὸ τέλος ταῦτα συντελοῖ, μάτην ἂν εἴη ὑπὸ τῆς φύσεως ἡμῖν δεδομένον τὸ σῶμα.

οὐ γὰρ δή, ἃ παρόντα ὠφελεῖ, ταῦτα ἀπόντα οὐκ ἐλαττοῖ τὸ ἔργον, ὃ ὠφελεῖ.

ἔτι εἰ, ὅσα τῆς ἰατρικῆς ἐστιν ἕνεκεν, ταῦτα καὶ τῆς ὑγιείας χάριν ἐστὶν τῆς γινομένης μένης ὑπ᾿ αὐτῆς, καὶ ὅσα τῆς κυβερνητικῆς, καὶ τῆς εὐπλοίας, ἣν αὐτὴ ποιεῖ, καὶ ὅσα τῆς ἀρετῆς ἕνεκεν, καὶ τῆς εὐδαιμονίας ἔσται, εἰ ταύτης ἔργον ἡ εὐδαιμονία, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καὶ αὐτοί φασιν τῆς ἀρετῆς ἕνεκα εἶναι, ὅπως ἐκλέγηται αὐτὰ καὶ περιποιῆται, ὥστε καὶ πρὸς τὸ τέλος ταῦτα χρήσιμα.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης πρὸς τὸ τέλος ἡ ἀρετή.

ἔτι ὅσα τοῦ ἰατροῦ χάριν, ᾖ ἰστρός, ταῦτα καὶ τῆς ὑγιείας, ὃ τέλος ἐστὶ καὶ σκοπὸς τῷ ἰατρῷ, καὶ ὅσα τοῦ κυβερνήτου χάριν, ἢ κυβερνήτης, ταῦτα καὶ τῆς εὐπλοίας, ὃ τέλος ἐστὶ τοῦ κυβερνήτου.

καὶ ὅσα δὴ τοῦ ἀνθρώπου ἕνεκεν, ᾗ ἄνθρωπος, ταῦτα καὶ τοῦ τέλους αὐτοῦ τουτέστιν [*](3 ἢ in lit. V 4 μόνου corr. ex. μόνον V 5 ἐν] ν in lit. V 10 ἀρετὴ καὶ Va 11 ποιὰ a 16 ἐν V Sylburg: ἐν om. a 19 ἐκτὸς] ο in lit. V 25 ἣ a 26 συντελεῖ a 28 ὃ Valder: ὁ Va 29 ὑγείας Va 32 εὐδαινία a αὐτοί] αὐτὰ Sylburg 35 ὑγιείας V: ὑγείας a 36—37 καὶ σκοπὸς τῷ—ὁ τέλος ἐστὶ om. a Vualder Sylburg 37 ταῦ| τὰ V)

165
τῆς εὐδαιμονίας.

τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς τοῦ ἀνθρώπου ἕνεκά ἐστι καὶ ᾗ ἄνθρωπος, ὥστε καὶ τῆς εὐδαιμονίας.

οὐκ αὐτάρκης ἄρα ἡ ἀρετὴ πρὸς τὸ τέλος.

ἔτι εἰ ὥσπερ κατὰ νοῦν πράττειν λέγομέν τινα οὐχ ὅτι νοῦν ἔχων πράττει ὅπως δή, ἀλλ᾿ ὅτι ὡς ὁ νοῦς βούλεται, καὶ κατὰ ψυχὴν οὐχ ὅτι ψυχὴν ἔχων, ἀλλ᾿ ὅτι ὡς ἡ ψυχὴ βούλεται, οὕτως καὶ ὁ κατὰ ἀρετὴν πράττων πράττοι ἂν κατὰ ἀρετὴν οὐχ ὅτι ἔχει ἀρετήν, ἀλλ᾿ ὅτι ὡς ἡ ἀρετὴ βούλεται, καὶ ἐν οἷς καὶ δι᾿ ὧν.

ἔστιν δὲ τὸ εὐδαιμονεῖν ἐν τῷ κατὰ ἀρετὴν πράττειν.

τὸ εὐδαιμονεῖν ἄρα ἐστὶν ἐν τῷ κατὰ τὸ βούλημα τῆς ἀρετῆς.

κατὰ βούλημα δὲ τῆς ἀρετῆς ἐστιν τὸ εἶναι μετὰ τῶν ἐκλεκτῶν τε αὐτῇ καὶ οἰκείων καὶ αὐτῆς ἕνεκα κατεσκευασμένων.

φορὰ ἄρα καὶ ταῦτα πρὸς τὴν κατὰ ἀρετὴν ἐνέργειαν, τουτέστιν πρὸς εὐδαιμονίαν.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετή.

ἔτι ὥσπερ τῷ αὐλητῇ πρὸς τὸ εὗ αὐλεῖν ἐν τῷ αὐλεῖν ἐστιν καὶ οὐκ ἔστιν ἀδιάφορον τῷ αὐλητῇ πρὸς τὸ εὖ αὐλεῖν καὶ τὸ ἴδιον τέλος τὸ αὐλεῖν (ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν), οὕτως καί, εἰ τῷ εὐδαιμονοῦντι ἐν τῷ εὖ ζῆν ἐστιν τὸ εὐδαιμονεῖν, οὐκ ἂν εἴη αὐτῷ ἀδιάφορον τὸ ζῆν πρὸς τὸ εὖ ζῆν, ἀλλὰ συντελοῦν πρὸς τὸ εὖ ζῆν.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὸ τέλος, εἴ γε κατὰ ταύτην οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ἡμῖν περιγίνεται μόνον.

ἔτι εἰ ὁ τὴν ἀρετὴν ἔχων μάλιστα ἂν παρεῖναι αὑτῷ βούλοιτο τά τε σωματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, καὶ παρόντα τε φυλάττοι καὶ μὴ παρόντα ἐκλέγοιτό τε καὶ κτῷτο, καὶ ὑπὲρ αὐτῶν εὔχοιτο τοῖς θεοῖς, δῆλον ὡς ἐλαττούμενος πρὸς τὸ προκείμενον αὐτῶν, εἰ μὴ παρείη ταῦτα, βούλοιτ᾿ ἂν αὐτά. εἰ δὲ ἐλαττοῦται, τῶν ἐναντίων τούτοις παρόντων αὐτῷ, πῶς εὐδαίμων;

ἔτι εἰ τὸν μὲν τὴν ἀρετὴν ἔχοντα ἐνδέχεται μαίνεσθαι καὶ νοσεῖν, εὐδαιμονεῖν δὲ τὸν μαινόμενον, ὅτε μαίνεται, ἢ τὸν νοσοῦντα ἢ τὸν κοιμώμενον οὐδεὶς ἂν εἴποι, οὐκ ἂν εἴη τὸ εὐδαιμονεῖν ἐν τῷ τὴν ἀρετὴν ἔχειν.

ἔτι εἰ ὅλως πρὸς τὸ εἶναί τε καὶ ὁπωσοῦν ἐνεργεῖν ἡ ἀρετὴ δεῖταί τινων, ἐν δὲ τῇ κατ᾿ αὐτὴν ἐνεργείᾳ τὸ εὐδαιμονεῖν τινα, πῶς ἂν αὐτάρκης πρὸς εὐδαιμονίαν εἴη, δεομένη τινῶν ἔξωθεν πρὸς τὸ ἐνεργεῖν, ἐν ᾧ τὸ εὐδαιμονεῖν;