De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι εἰ τῷ σοφῷ τὰ κατὰ φύσιν ὀρεκτά, οὐδενὸς δὲ μάτην ὁ σοφὸς ὀρέγεται, ἔχοι ἂν ταῦτα, ὧν ὀρέγεται, πρὸς τὸ τέλος τὸ οἰκεῖον αὐτοῦ τὴν ἀναφορὰν καὶ συντελοῖ ἄν τι αὐτῷ πρὸς εὐδαιμονίαν.

ἔτι ἤτοι προσχρωμένη τισὶν ἡ ἀρετὴ τυγχάνει τοῦ τέλους ἢ ὅλως αὐτὴ καθ᾿ αὐτήν.

εἰ μὲν δὴ προσχρωμένη, οὐκ αὐτάρκης ἔσται πρὸς τὸ τέλος, εἰ δὲ καθ᾿ αὑτήν, ταὐτὸν ἔσται ἀρετὴ καὶ εὐδαιμονία.

ἀλλὰ ὁρῶμεν ἀδύνατον ἐπὶ τῶν τεχνῶν τὸ τοιοῦτον·

τριῶν [*](158r) γὰρ δεῖ καθ᾿ ἑκάστην πρὸς τὸ τέλος, τοῦ τέλους καὶ τοῦ τυγχάνοντος τοῦ τέλους καὶ τοῦ ἐπιφέροντος τὸ τέλος·

ὁ μὲν γὰρ τυγχάνων ἰατρὸς ἢ κυβερνήτης, τὸ δὲ τέλος ἡ εὔπλοια ἢ ὑγίεια, τὸ δ᾿ ἐπιφέρον ταῦτα ἰατρικὴ ἢ [*](4 βούλεται] α in lit. V 6 ἂν κατὰ ἂν κατὰ a 12 αὐτάρκῆς V 12—13 ὥσπερ τῷ αὐλητῇ—αὐλεῖν ἐστιν] τὸ αὐλεῖν post ἐστιν addit Sylburg, melius πρὸς delebis, quod suadent verba respondentia τῷ εὐδαιμονοῦντι ἐν τῷ εὖ ζῆν ἐστιν τὸ εὐδαιμονεῖν 19 αὑτῷ Sylburg: αὐτῷ Va 20 παρόντα a: παρον (παρο|) V 31 συντελεῖ a 38 ὑγεία Va)

166
κυβερνητική.

καὶ ἐπὶ εὐδαιμονίας δὴ ὁ μὲν τυγχάνων ὁ σοφός, τὸ δὲ τέλος ἡ εὐδαιμονία, τὸ δ᾿ ἐπιφέρον ἡ ἀρετή.

ὡς οὖν ἡ ἰατρικὴ οὐκ ἔστιν ὑγίεια, ὑγιείας δὲ ποιητική, καὶ ἡ κυβερνητική, οὖσα εὐπλοίας ποιητική, οὐκ ἔστιν εὔπλοια, οὕτως οὐδὲ ἡ ἀρετή, οὖσα εὐδαιμονίας ποιητική, εἴη ἂν εὐδαιμονία.

οὐδὲν γάρ ἐστι τῶν ποιούντων τι αὑτοῦ ποιητικόν.

ὥστε οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν εὐδαιμονίαν τὴν γινομένην ὑπ᾿ αὐτῆς.

ἔτι εἰ ἕκαστος τῶν τεχνιτῶν, ἃ κατὰ τὴν τέχνην ἐκλέγεται, συνεργὰ πρὸς τὸ τέλος τὸ τῆς τέχνης ἔχει, καὶ ὁ τὴν ἀρετὴν ἔχων, ἃ ἐκλέγεται κατὰ τὴν ἀρετήν, ὡς συνεργὰ ἂν πρὸς τὸ τέλος αὑτῷ ἐκλέγοιτο.

ἐκλέγεται δὲ τά τε σωματικὰ καὶ τὰ ἐκτός, εἴ γε καὶ ὅλως ἡ ἀρετὴ τῆς τούτων χάριν ἐκλογῆς παρῆλθεν.

οὐ γὰρ δή, ἀρετὴ οὖσα, μάτην ἐκλέγεταί τινα.

οὐκ ἄρα αὐτάρκης.

εἰ δ᾿, ὅτι καὶ αἱ ἄλλαι πᾶσαι τέχναι ἐκλέγονται καὶ τὰ σωματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, μὴ λέγουσιν αὐτὰ ὄργανα γίνεσθαι τῆς ἀρετῆς, ῥητέον πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον τὸ ταὐτὰ πλείοσιν τέχναις εἶναι χρήσιμα.

εἶτα ἐκείνων μὲν οὐδείς, καθό ἐστιν τεχνίτης τῆσδέ τινος τῆς τέχνης, ἐκλέγεται αὐτά, ἀλλὰ κατὰ συμβεβηκός.

οὐ γὰρ καθὸ αὐλητής τίς ἐστιν ἢ κυβερνήτης ἐκλέγεται πλοῦτον ἢ δόξαν, ἀλλὰ καθὸ ἄνθρωπος.

ἡ δὲ ὑγίεια, εἰ ἦν κἀκείνοις ὄργανον, τῇ δὲ ἀρετῇ προηγουμένως τούτων ἐκλογή.

τοῦτο γὰρ ἔργον αὐτῆς.

ἐκλεκτικὴ γὰρ τούτων ἐστὶ καὶ δοκιμαστική, ὥστε εἴη ἂν καὶ ὄργανα αὐτῆς καὶ συνεργὰ πρὸς τὸ ὑπ᾿ αὐτῆς γινόμενον τέλος.