De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐκ ἄρα οἷόν τε ἄνευ τῶν τοῦ σώματος ἀρετῶν κατὰ φύσιν βιοῦν.

εἰ δὲ τοῦτο, οὐδὲ εὐδαιμονεῖν.

ἔτι εἰ μηδὲν μάτην ἡ φύσις ποιεῖ (οὐδὲ γὰρ ἄλλη τις τέχνη τῶν ὑπ᾿ αὐτῆς γινομένων μάτην τι ποιεῖ, ἀλλ᾿ ἕκαστον τῶν ὑπὸ τέχνης γινομένων συντείνει πρὸς τὸ οἰκεῖον αὐτῆς τέλος, τέχνη δέ τις θεία καὶ ἡ φύσις, ὥστε καὶ τὰ ἀπ᾿ αὐτῆς γινόμενα συντείνοι ἂν πρὸς τὸ οἰκεῖον τοῦ ἐν ᾧ γίνεται τέλος, οἰκειώσει δὲ ἡμᾶς πρὸς τοῦτο τά τε σωματικὰ καὶ ἐκτὸς ἀγαθά, συνεργὰ ἄρα καὶ ταῦτα πρὸς τὸ κατὰ φύσιν ἡμῶν τέλος, καὶ οὐ μάτην ἡ οἰκείωσις ἡ πρὸς ταῦτα), οὐκ ἄρα αὐτάρκης ἡ ἀρετὴ πρὸς τὸ κατὰ φύσιν τοῦ ἀνθρώπου τέλος, εἴ γε μήτε πρὸς τὴν κτῆσιν μήτε πρὸς τὴν τήρησιν τούτων πρὸς ἃ ἐκ φύσεως οἰκειώμεθά ἐστιν αὐτάρκης.

ἔτι εἰ ὑπὸ ἐκλογὴν [*](157v) πίπτει ταῦτα τῇ ἀρετῇ κατ᾿ αὐτούς, καὶ ἡ φύσις τῆς τούτων ἐκλογῆς ἕνεκεν οἰκείων ὄντων ἡμῖν τὴν ἀρετὴν παραλαμβάνει, τῶν δὲ τούτοις ἀντικειμένων ἀποικονομίας, ἆρα ἐκλέγεσθαι μὲν δεῖ τὰ σωματικὰ καὶ ἐκτὸς ἀγαθά, οὐχὶ δὲ καὶ ἐπιμελεῖσθαι αὐτῶν;

τί δὲ τοῦτο μέν, οὐχὶ δὲ καὶ κτᾶσθαι αὐτά;

τί δὲ κτᾶσθαι μέν, οὐχὶ δὲ καὶ τὴν χρῆσιν πρός τι αὐτῶν [*](2 ὑγειας Va 4 πρς (sic) V προηγμένα V: προηγούμενα a 5 ἐπισπαστικά V: ἐπιστατικά a 8 γὰρ ἂν v. c. ἂν m1 V: γὰρ ἂν a 13 τοῦτο a 15 δεῖ V: δὴ a ὠκείωσεν V: ἐκείνωσεν a: οἰκείωσεν Vualder Sylburg 18 ἡμῖν in lit V 20 δεομένου a 27 συντείνοι V Sylburg: συντείνει a 34 παραλαμβάνειν a 35 ἀποικονομίας V Sylburg: ἀπ᾿ οἰκονομίας a cf. 160,25 36 οὐχὶ] χ in lit. V)

164
συντείνειν;

πρὸς τί οὖν, εἰ μὴ πρὸς τὸ τέλος;

οὔτε γὰρ ἂν ἡ φύσις ἐβούλετο, οὔθ᾿ ἡ ἀρετὴ προσέταττεν, οὔθ᾿ ὁ σοφὸς ἐξελέγετο, εἴπερ οὐδὲν διέφερεν ἔχειν αὐτὰ ἢ μή.

οὐδὲ γὰρ ἄλλη τις τέχνη ἐκλέγεταί τι αὐτοῦ χάριν τοῦ ἐκλέξασθαι μόνου, ἀλλὰ πάντων ἡ ἐκλογὴ πρὸς τὸ τέλος ἔχει τὴν ἀναφοράν.

ἐν γὰρ τῇ χρήσει τῶν ἐκλεγομένων, οὐκ ἐν τῇ ἐκλογῇ τῶν ὑποκειμένων τὸ τέλος, καὶ καθόλου πῶς οὐκ ἄτοπον τὸ τὴν ἀρετὴν ἐπὶ τοῦτο λέγειν εἶναι μόνον, ἐπὶ τὸ ἐκλέγεσθαι;

εἰ γὰρ ἀδιάφορος ἡ κτῆσις τῶν ἐκλεγομένων καὶ μὴ συντείνουσα πρὸς τὸ τέλος, κενὴ ἂν εἴη καὶ ματαία ἡ ἐκλογή.

ἀλλ᾿ εἰ καὶ ἡ εὐδαιμονία ἐν τῷ εὖ ζῆν εἴη, οὐδὲ πρὸς τοῦτο ἡ ἀρετὴ αὐτάρκης.

λέγεται γὰρ εὖ ζῆν ὁ χρώμενος ἀρετῇ καὶ ζῶν κατὰ ἀρετὴν καὶ πράττων τι.

ἐν γὰρ πράξει ποιᾷ ἡ εὐζωία ἀνθρώπου, τῶν δὲ πράξεων αἱ μέν εἰσιν κτητικαί, αἱ δὲ χρηστικαὶ τοῖς κτηθεῖσιν.

ἐν μὲν οὖν ταῖς κτητικαῖς οὐκ ἂν εἴη τὸ τέλος (ἑτέρου γὰρ χάριν αὗται), ἐν δὲ ταῖς χρηστικαῖς.

οὐδὲ γὰρ τοῖς τεχνίταις τὸ τέλος ἐν τῷ κτᾶσθαι τὰ οἷς χρήσονται, ἀλλ ἐν τῇ χρήσει τούτων τῇ κατὰ τὴν τέχνην.

καὶ τῇ ἀρετῇ δὴ τὸ ἔσχατον καὶ τὸ τέλος οὔσῃ τέχνη καὶ αὐτῇ οὐκ ἐν ἐκλογῇ καὶ περιποιήσει τινῶν, ἀλλ᾿ ἐν χρήσει τῶν περιποιηθέντων.

εἰ δ᾿ ἐν ταῖς χρηστικαῖς τῶν ἐνεργειῶν καὶ πράξεων ἡ εὐδαιμονία καὶ ἡ εὐζωΐα, αὗται δὲ οὐκ ἄνευ τῶν σωματικῶν ἀγαθῶν καὶ τῶν ἐκτὸς καὶ τῶν οἰκείων καὶ κατὰ φύσιν, ὧν ἡ ἀρετὴ ἐκλεκτική, οὐκ ἂν ἡ ἀρετὴ εἴη αὐτάρκης πρὸς εὐζωΐαν τε καὶ εὐδαιμονίαν.

ἔτι εἰ ὑπὸ τῆς φύσεως τὸ σῶμα ὄργανον τῷ ἀνθρώπῳ πρὸς τὰς πράξεις δέδοται, καὶ τὰ τούτου ἀγαθὰ συντείνοι ἂν πρὸς τὸ ἐν ταῖς πράξεσιν ἀγαθὸν τοῦ ἀνθρώπου καὶ τὸ τέλος, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν.

καὶ γὰρ τὸ τῶν αὐλῶν ἀγαθὸν πρὸς τὸ εὖ αὐλεῖν.