In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 52a 18)

Καὶ ἐπὶ πολλῶν δέ, ὧν τοῖς μὲν ὑπάρχει τοῖς δὲ οὐχ ὑπάρχει τὸ αὐτό, ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει.

Οτι μὴ ταὐτὸν σημαίνει τὸ ‘ἔστιν οὐ τοῦτο᾿ τῷ ‘οὐκ ἔστι τοῦτο᾿, δείκνυσι καὶ ἐκ τοῦ ἐφ’ ὧν ταὐτὸ τοῖς μὲν ὑπάρχει τοῖς δὲ μὴ ὑπάρχει τῶν ἐν τῷ αὐτῷ εἴδει, μὴ συναληθεύεσθαι τὰ αὐτά. εἰ γὰρ τῶν ἀνθρώπων οἱ μὲν λευκοί εἰσιν οἱ δὲ μή, τὸ μὲν ‘οὔκ εἰσι πάντες ἄνθρωποι λευκοί᾿ καὶ τὸ ‘οὐκ ἔστι λευκὸς ἕκαστος᾿ ἀληθές, οὐκέτι δὲ ἀληθὲς τὸ ἱεῖσίν οὐ λευκοὶ πάντες ἄνθρωποι᾿ ἢ ‘ἔστιν οὐ λευκὸς ἄνθρωπος ἕκαστος᾿· ταῦτα γὰρ ταὐτὸν σημαίνει τῷ μηδένα ἄνθρωπον εἶναι λευκόν, ὅ ἐστι ψεῦδος. ἔτι εἰ τὰ μὲν εἴη τῶν ζῴων λευκὰ τὰ δὲ μή, ψευδοῦς οὔσης τῆς καθόλου καταφάσεως τῆς ‘πᾶν ζῷόν ἐστι λευκόν᾿ ἀπόφασίς ἐστιν οὐχ ἡ ‘ἔστιν οὐ λευκὸν πᾶν ζῷον᾿ καὶ γὰρ αὕτη ψευδὴς ὁμοίως τῇ ‘πᾶν ζῷον λευκόν ἐστιν᾿· οὐδὲν γὰρ λευκὸν εἶναι λέγει), ἡ δὲ ‘οὐ πᾶν ζῷον λευκόν ἐστιν᾿ ἀπόφασίς τε αὐτῆς ἐστι καὶ ἀληθής. εἰ δὲ τοῦτο, οὐ ταὐτὸν σημαίνει τῇ ἰού πᾶν ζῷον λευκόν᾿ ἡ ‘ἔστι πᾶν ζῷον | οὐ λευκόν᾿· εἰ δὲ μὴ ταὐτὸν σημαίνει, οὐδὲ [*](139r) ταυτον εστιν.