In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
οὐκ ἔστι δὲ ταὐτὸν οὔτ᾿ εἶναι οὔτ᾿ εἰπεῖν, ὅτι ᾧ τὸ B [*](127r) ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει.
Ἐπεὶ γίνεται καὶ παρὰ τὸν τρόπον τῆς κατηγορίας τὸ σημαινόμενον διάφορον, φησὶ δεῖν καὶ τοῦτο παραφυλάττειν ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν, πῶς ἡ κατηγορία γέγονε. καὶ ὅτι γε παρὰ τὸν τρόπον τῆς κατη- γορίας τὸ σημαινόμενον διάφορον γίνεται, δείκνυσιν. λέγει γάρ, ὅτι οὕτε ἐν τῇ ὑπάρξει τε καὶ τῷ σημαινομένῳ ταὐτόν ἐστιν οὔτε ἐν τῇ φωνῇ τῇ σημαινούσῃ τὸ ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ A ὑπάρχει χεῖ καὶ ᾧ παντὶ τὸ Β ὑπάρχει, τούτῳ καὶ τὸ Α ὑπάρχει παντί· τοῦτο γάρ ἐστιν, ὃ λέγει. καὶ ὅτι γε μὴ ταὐτὸν σημαίνει ταῦτα ἀλλήλοις, δείκνυσιν. ἂν μὲν γὰρ εἴπωμεν ᾧ τὸ Β ὑπάρχει, μὴ προσθέντες τὸ ‘παντί᾿, τούτῳ παντὶ τὸ Α ὑπάρχει, ἀδιορίστως εἰλήφαμεν τὸ Β κατηγορεῖσθαι, οὗ κατηγορεῖται, οἷον τοῦ Γ, εἰ τούτου κατηγοροῖτο· τὸ δὲ ἀδιόριστον ἐφαρ- μόζει καὶ τῷ ἐπὶ μέρους. δύναται οὖν τὸ Β τινὶ τῷ Γ κεῖσθαι ὑπάρχον· κἄν γὰρ τινὶ αὐτῷ ὑπάρχῃ, ἀληθὲς τὸ ὑπάρχειν αὐτῷ τὸ Α, καὶ γίνεται τὸ ἀδιορίστως λεγόμενον ἴσον τῷ ‘ᾧ τινὶ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α’· τούτου δὲ ὄντος καὶ κειμένου γίνεται τὸ Α τινὶ τῷ Β ὑπάρχον. ὅταν γὰρ ᾧ τινὶ τὸ Β ὑπάρχει, τούτῳ ληφθῇ τὸ Α ὑπάρχειν εἴτε ἁπλῶς εἴτε παντί, ἴσον λαμβάνεται τῷ τὸ Α τινὶ τῷ Β, ὥσπερ καὶ ὅταν ληφθῇ, ᾧ παντὶ τὸ Β ὑπάρχει, τούτῳ ὑπάρχειν τὸ Α παντί, κατὰ παντὸς τοῦ Β εἴληπται τὸ A, εἴ γε κατὰ παντός ἐστιν τὸ μηδὲν εἶναι λαβεῖν τοῦ ἑτέρου, “καθ᾿ οὗ θάτερον οὐ ῥηθήσεται”· ταὐτὸν γάρ ἐστι τὸ ‘καθ᾿ οὗ παντὸς τὸ B, κατ’ ἐκείνου τὸ A παντός᾿ τῷ κατὰ παντὸς τοῦ Β τὸ Α. ἔστι δὲ καὶ ἡ μείζων πρότασις αὕτη ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ οὔσῃ ἐν πρώτῳ σχήματι. γίνεται οὖν οὕτως οὕτως] λαμβανομένης τῆς προτάσεως ἐν πρώτῳ σχήματι ἡ μείζων πρότασις ἐπὶ μέρους. ἀσυλλόγιστος δὲ ἡ τοιαύτη συζυγία, ἄν τε τὸ Β τῷ Γ παντὶ ὑπάρχῃ ἄν τε τινί· ἔσται γὰρ ἡ ἐλάσσων αὕτη πρότασις. ἔσται δὲ ἐπὶ ὅρων σαφέστερον τὸ λεγόμενον. κείσθω ἐπὶ τοῦ Β πτηνόν, ἐπὶ τοῦ Α λευκόν. ἄν δὴ ῥηθῇ, ᾧ πτηνὸν ὑπάρχει, τούτῳ παντὶ λευκόν, κύκνου μὲν δὴ] ληφθέντος τοῦ πτηνοῦ ἀληθὲς τὸ εἰρημένον· καὶ γὰρ πτηνὸν ὁ κύκνος καὶ λευκόν. ἄν δέ τις φῇ ‘ἀλλὰ κόρακι τὸ μὲν πτηνὸν ὑπάρχει, τὸ δὲ λευκὸν οὐκέτι᾿, ῥητέον, ὅτι οὐκ ἐρρήθη ‘ᾧ παντὶ τὸ Β’, ἀλλ’ ἁπλῶς ‘ᾧ ὑπάρχει᾿, ὃ ἴσον ἐδύνατο εἶναι τῷ ‘τινὶ τῷ Β τὸ Α’. οὕτω δὲ λαμβανομένου ἀσυλλόγιστος ἡ συζυγία· καὶ γὰρ ὑπάρξει τὸ Α τῶν ὑπὸ τὸ Β [*](9 post καὶ prius add. τὸ a 10 γε om. a 12 οὗ scripsi: οὐ aB 14 μέρει a ὑπάρχειν a 15 ὑπάρχει a 16 ᾧ B: οὗ a 16 17 τὸ] (??) ὑπάρχει, τού[τῳ] παντὶ τὸ ἁ. τούτου δὲ] ὄντος καὶ κειμένου γί[νεται] τὸ ἁ τινὶ in mg. B1; unc. incl. pericrimt 17 τῷ ex τὸ corr. Β1 18 ὑπάρχει a: ὑπάρχῃ B 20 ὑπάρχειν a: ὑπάρχει Β 21 λαμβάνειν a καθ’ οὗ κτλ.] c. 1 Ι b 30 22 τοῦ (??) Β 24 ἐκκειμένῃ] ἐκ in ras. Β2 25 οὕτως altcniin add. Β: oni. a 26 ἐπὶ μέρους in mg. B2 μέρει a 29 ὑπάρχῃ a 30 δὴ delevi 31 φησὶν a 32 ᾦ Β: τὸ ἁ a 33 ὑπάρχῃ a ὃ ex (o corr. Β 33. 34 λαμβανομένων a)