In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 49b 20)

Εἰ μὲν οὖν τὸ Α τῷ Β ὑπάρχει, μὴ παντὶ δέ, καθ’ οὗ τὸ Β, οὔτ’ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτ’ εἰ τινὶ μόνον ὑπάρχει, ἀνάγκη τὸ Α οὐχ ὅτι οὐ παντί, ἀλλ’ οὐδὲ ὑπάρχειν τῷ Γ.

Τὸ λεγόμενον ὑπ’ αὐτοῦ ἐστιν, ὅτι, εἰ τὸ Α τινὶ τῷ Β ὑπάρχει καὶ μὴ παντί ἦν δ’ ἄν παντί, εἰ καθ’ οὗ τὸ Β παντός, κατὰ τούτου παντὸς τὸ Α κατηγορεῖτο· τὸ γὰρ μὴ παντὶ δέ, καθ’ οὗ τὸ Β ἴσον ἐστὶ τῷ ‘μὴ κατὰ παντὸς δὲ τοῦ Β λέγεται᾿ καὶ ‘καθ᾿ οὗ παντὸς τὸ Β’), οὐ μόνον, φησίν, οὐ παντὶ ὑπάρξει τὸ Α τούτῳ, ᾧ τὸ B, ἀλλὰ ἐνδέξεται τὸ αὐτὸ μηδὲ ὅλως αὐτῷ ὑπάρειν, ἄν τε τὸ Β κατὰ παντός τινος ληφθῇ κατηγορούμενον οἷον τοῦ Γ, ὡς τὸ λευκὸν κατὰ τινὸς μὲν ἀψύχου κατὰ πάσης δὲ χιόνος, ἄν τε κατὰ τινός, ὡς τὸ πτηνὸν κατὰ τινὸς μὲν μέλανος κατὰ παντὸς δὲ κόρακος, καὶ οὐδετέρῳ αὐτῶν τὸ λευκὸν καίτοι τινὶ πτηνῷ ὑπάρχον. οὐ γὰρ περὶ τοῦ μὴ. παντὶ τὸ Α τῷ Γ ὑπάρχειν ἢ παντὶ ὁ λόγος ἔσται ἐν τῇ τοιαύτῃ συζυγίᾳ· δύναται γὰρ καὶ μηδ’ ὅλως αὐτῷ ὑπάρχειν· ἡ γὰρ μείζων πρότασις ἐν πρώτῳ σχήματι ἐπὶ μέρους οὖσα ἀσυλλόγιστον τὴν συμπλοκὴν ποιεῖ, ὅπως ἄν ἡ ἐλάττων ἔχουσα ληφθῇ. τὸ δὲ οὔτ’ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτ’ εἰ τινὶ μόνον ὑπάρχει ἐν μέσῳ εἴρηται ταὐτὸν ὂν τῷ ‘οὔτ᾿ εἰ ἐπὶ μέρους εἴη ἡ ἐλάττων λαμβανομένη πρότασις, οὔτ’ εἰ καθόλου. τὸ δὲ καθ’ οὗ τὸ Β, ὃ ἔλαβεν, οὐκ ἔστιν ἴσον τῷ [*](1 ἐπὶ Β2 Β1 evan.): ἐπεὶ a 2 πτηνὸν B: λευκὸν a 5 οὖν om. a 6 μὲν γὰρ τὸ a 7 αὗται αἱ B: αἱ τοιαῦται a 10 δὲ ὑπάρχει a 11 ante λευκῷ add. τῷ Ar. (om. n) 13 τὸ (ante καλόν) om. a 16 ἐπὶ (post τοῦ) in mg. add. B2 18 τινὶ (cf, vs. 34) om. Ar. 20 τῷ (??) aB (n): om. Ar. 22 ’ B: ’ a 29 αὐτῷ a 29. 30 ὑπάρχον om. a 30 ἡ ὑπάρχειν a 31 τῇ om. a 33 post ἔχουσα eras. (?) 1— 2 lit. B 36 ὃ Β. ἢ a τῷ Β: τοῦ a)

377
‘καθ᾿ ὅτου᾿· τὸ μὲν γὰρ ‘καθ᾿ ὅτου᾿ διωρισμένον ἐστὶν δηλωτικὸν ὂν τοῦ `[*](127v) καθόλου, ὃ ἴσον ἐστὶ τῷ ‘κατὰ παντός᾿. τὸ δὲ ‘καθ’ οὗ᾿ ἀδιόριστον· τὸ δὲ ἀδιόριστον ἐφαρμόζει τῷ ἐπὶ μέρους.