In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
ἐπεὶ δ’ οὐ ταὐτόν ἐστι τὸ εἶναι τὴν ἡδονὴν ἀγαθὸν [*](126v) καὶ τὸ εἶναι τὴν ἡδονὴν τἀγαθόν.
Ὅτι, ἐν οἷς μὴ ταὐτὸν ἡ λέξις σημαίνει, κἄν παρ’ ὀλίγον ἡ τῆς λέξεως μετάληψις ᾖ, ἀκριβολογεῖται πρὸς τὸ σημαινόμενον, ἡγούμενος δεῖν βλέπειν οὐκ εἰς τὴν λέξιν ἀλλ’ εἰς τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως καὶ τοῦτον σκοπὸν τίθεσθαι, δῆλον δὲ] διὰ τοῦ νῦν λεγομένου. ἀξιοῖ γάρ, ἐπεὶ μὴ ταὐτὸν σημαίνει τὸ λέγειν τὴν ἡδονὴν ἀγαθὸν εἶναι καὶ τὴν ἡδονὴν τἀγαθὸν εἶναι ὁ μὲν γὰρ ἀγαθὸν τὴν ἡδονὴν λέγων ἁπλῶς αὐτῆς κατηγορεῖ τὸ ἀγαθόν, ὁ δὲ τἀγαθὸν λέγων αὐτὴν τὴν ἐν τοῖς ἀγαθοῖς αὐτῆς ὑπεροχὴν κατηγορεῖ), ἐν δὴ ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι, φησί, δεῖ παραφυλάττειν, κἄν μὲν ᾖ τἀγαθὸν ἡ ἡδονὴ κείμενον, ὅρους τὴν ἡδονὴν καὶ τἀγαθὸν ληπτέον, ἄν δὲ ᾖ ἁπλῶς ἡ ἡδονὴ καὶ] ἀγαθόν, ἡδονὴν καὶ ἀγαθόν. ὁμοίως τούτοις οὐ ταὐτόν ἐστι λαβεῖν τὸν ἄνθρωπον ζῷον εἶναι ἢ τὸ ζῷον· τὸ μὲν γὰρ εἰπεῖν τὸν ἄνθρωπον ζῷον εἶναι ἀληθές, τὸ δὲ τὸν ἄνθρωπον τὸ ζῷον οὐκ ἀληθές. παρὰ τοῦτο γὰρ καὶ ὁ παραλογισμὸς ἐν τῷ λόγῳ τῷ ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον γένος᾿· οὐκέτι γὰρ ὁ ἄνθρωπος γένος, ὅτι μηδὲ τὴν ἀρχὴν ἐλήφθη ὁ ἄνθρωπος τὸ ζῷον εἶναι, ἀλλ’ ἁπλῶς ζῷον, οὐχ ἀπλῶς δὲ ζῷον γένος, ἀλλὰ τὸ ζῷον· οὐ γὰρ πᾶν ζῷον γένος. διὸ καὶ τοῦτο ὁ λόγος ἁμάρτημα ἔχει μὴ ληφθείσης καθόλου τῆς μείζονος προτάσεως. ὁμοίως καὶ τὸ μὲν εἰπεῖν, ὅτι ἡ χιὼν λευκόν ἐστιν, ἀληθές, τὸ δὲ ἰὴ χιὼν τὸ λευκόν᾿ οὐκ ἀληθές. φησὶν οὖν δεῖν ἐν ταῖς τοιαύταις προσθήκαις ἀκριβολογεῖσθαι καὶ πρὸς τὸ σημαινόμενον βλέποντας τοὺς ὅρους ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ἐκλαμβάνειν, καθ’ ἃ ἐτέθησαν. οὕτως καὶ ἐν τῷ εἰς διαβολὴν τοῦ διὰ τριῶν φερομένῳ λόγῳ τῷ εἰ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν, εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστιν, εἰ μηδὲν ἄρα ἐστίν, ἡμέρα ἐστίν᾿ χρὴ ποιεῖν. ἐπεὶ γὰρ ἕπεται τῷ μηδὲν εἶναι οὐχ ἀπλῶς τὸ μὴ εἶναι νύκτα ἀλλὰ μηδὲ νύκτα, τοῦτον χρὴ τῆς δευτέρας συνεχείας ὅρον ἡγούμενον λαμβάνειν τὸν ἱεῖ μηδὲ νύξ ἐστιν᾿· ᾧ οὕτως ληφθέντι οὐκέτι ἀκολουθήσει τὸ ἡμέραν εἶναι. ἔτι καθ’ αὑτὸ μὲν λαμβανόμενον τὸ ἱεῖ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν᾿ ἀληθές, ἂν δὲ ἐπὶ προκειμένῳ συνημμένῳ τῷ ἱεῖ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν᾿, οὐκέτι ἀληθὲς τῷ τὸ μέσον τὸ ἑπόμενον μὲν ἐν τῷ πρώτῳ συνημμένῳ ἡγούμενον δὲ ἐν τῷ δευτέρῳ μὴ ὁμοίως ἐν ἀμφοτέροις λαμ βάνεσθαι· ἐλήφθη γὰρ ἐν τῷ πρώτῳ συνημμένῳ τὸ ‘οὐδὲ νύξ’ ὡς [*](127r) ἴσον τῷ πρὸς τοῖς ἄλλοις μηδὲ νύκτα ἔσεσθαι, ᾧ οὐκέτι ἕπεται τὸ ἡμέραν εἶναι.
[*](1 δ’ postea add. Β ταῦτά a 2 τἀγαθὸν ex ἀγαθὸν coir. Β1 3 μὴ B: μὲν a 5 τοῦτο a 6 δὲ delevi μὴ Β: μὲν γὰρ a 7 λέγειν ex λεγόμενον corr. Β 8 γὰρ om. a 9 ὑπεροχὴν αὐτῆς a 10 δὴ Β: δὲ a 12 ἐὰν a καὶ prius add. B: om. a 16 μηδὲ scripsi: μὴ δὴ B: μὲν δὴ a 19 μὴ Β: μὲν a 24 τοῦ Β: τῷ a φερομένῳ λόγῳ a: φερομένου λόγου Β 25 εἰ μὴ νύξ ἐστιν om. a 29 μὴ Β: μὲν a 32 μὴ Β: μὲν ante lac. a post ὁμοίως add. εἰ a)