In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 48b 2)

Ἀλλ᾿ ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν τοῦτο.

Τοῦτ᾿ ἔστι· καθ’ ὅσους τρόπους καὶ καθ’ ὅσας πτώσεις ἄλλο ἄλλῳ συντάσσοντες τῷ εἶναι καὶ τῷ ‘ἐστί᾿ χρώμεθα ἐπ’ αὐτῶν, καὶ ὁσαχῶς συντεταγμένων ἀλλήλοις τῶν ὅρων ἔστιν ἀληθῆ εἰπεῖν εἶναι τὴν πρότασιν, τοσαυταχῶς χρὴ τοὺς ὅρους ἐν ταῖς προτάσεσι πειρᾶσθαι συμπλέκειν ἀλλήλοις καὶ λέγειν ὑπάρχειν τὸν ἕτερον τῷ ἑτέρῳ. δείκνυσι δέ, δι’ ὧν ἐπιφέρει, πῶς μὲν χρὴ τὴν ἔκθεσιν τῶν ὅρων τῶν ἐν ταῖς προτάσεσι κατ’ εὐθεῖαν ποιεῖσθαι, πῶς δ’ αὐτοὺς ἐν τῇ γενέσει τῶν προτάσεων συμπλέκειν ἀλλήλοις. λαβόντες γὰρ πρότασιν τὴν λέγουσαν τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην ἐκτιθέμενοι μὲν τοὺς ὅρους ‘μία ἐπιστήμη ἐστί᾿ καὶ τὰ ἐναντία ἀλλήλοις ἐκθησόμεθα· λαβόντες δὲ τοὺς ὅρους ἐν τῇ προτάσει οὐ ᾿τὰ 30 ἐναντία μία ἐπιστήμη ἐστίν᾿ ἐροῦμεν, ἀλλ’ ἀντὶ τοῦ ‘τὰ ἐναντία ἐστί᾿ μετασχηματίσαντες ποιήσομεν τῶν ἐναντίων ἐστὶ μία ἐπιστήμη· οὕτως γὰρ ἀληθὴς ἡ πρότασις. ὡς γὰρ εἴρηται, ὁσαχῶς ἄλλο ἄλλου κατηγρούμενον ἀληθεύεσθαι δύναται κατὰ τὸν τῆς λέξεως σχηματισμὸν καταφατικῶς [*](3 οὕτω ποιῆσαι a 3. 4 κατηγορουμένους . . . τοὺς a G κατηγορεῖται (ante τότε) a 7 τότε B: τὸ a 11 οὔτε] cf. μηδὲ vs. 18 16 ὁμοίως a μηδὲ] ἡ Ar. (cf. p. 359,16) 23 αὐτὸ ante τοῦτο add. Ar. (cf. p. 361,5) 25 συντάττοντες a 31 μίαν Β: μὴ a 32 ἐστὶν ἐπιστήμη a 33 δὲ om. a 33.34 τἀναντία a)

361
τε καὶ ἀποφατικῶς, τοσαυταχῶς καὶ τὰς προτάσεις καὶ τὰς τῶν ὅρων [*](122r) κατηγορίας ποιεῖσθαι χρή, ὡς ἄν ὑπακούωσιν οἱ κείμενοι ὅροι ἐν τῇ πρὸς ἀλλήλους συμπλοκῇ πρός τε τὸ κατὰ φύσιν γίνεσθαι τὴν κατηγορίαν καὶ πρὸς τὸ ἀληθές· τοῦτο γὰρ σημαίνει ἡ λέξις ἀλλ’ ὁσαχῶς τὸ εἶναι λέγεται ἢ τὸ ἀληθὲς εἰπεῖν τοῦτο. τὸ μὲν οὖν ζῷον κατὰ ἀνθρώπου καὶ ἄνθρωπος <κατὰ> γραμματικοῦ καὶ τὸ ζῷον κατὰ γραμματικοῦ πάντα κατηγορεῖται· κατὰ γὰρ εὐθεῖαν πτῶσιν ὅ τε γραμματικὸς ἄνθρωπός ἐστιν καὶ ὁ ἄνθρωπος ζῷον, καὶ διὰ τοῦτο ὁ γραμματικὸς ζῷον. οὐ μὴν ἐπὶ πάντων τῶν συλλογισμῶν οἷόν τε οὕτως κατηγορεῖσθαι κατηγορούμενα, οἷον ἐν τῇ προτάσει, ἣν αὐτὸς ἐξέθετο, τῇ λεγούσῃ τῶν ἐναντίων ἀλλήλοις μίαν εἶναι ἐπιστήμην κατηγορούμενον μέν ἐστι τὸ ‘μία ἐπιστήμη ἐστί᾿, διὸ καὶ ἐπὶ τοῦ Α ἔθηκεν αὐτό, ὑποκείμενον δὲ τὸ ‘τῶν ἐναντίων ἀλλήλοις᾿, ὃ τίθησιν ἐπὶ τοῦ Β. οὐ δὴ οὕτως ὑπάρχει τὸ Α τῷ Β ἐνταῦθα ὡς δύνασθαι λέγειν ‘τόδε τόδε ἐστίν᾿, ὡς λέγομεν ‘ὁ γραμματικὸς ἄνθρωπός ἐστιν᾿. οὐ γάρ ἐστιν ἡ πρότασις λέγουσα ‘τὰ ἐναντία μία ἐστὶν ἐπιστήμη᾿ ἀδιανόητον γὰρ καὶ σόλοικον λέγειν ‘τὰ ἐναντία ἀλλήλοις μία ἐπιστήμη [*](122v) ἐστίν᾿), ἀλλ’ ὅτι τῶν ἐναντίων, ὅπερ ἐστὶ γενικὴ πτῶσις, μία ἐστὶν ἐπιστήμη· οὕτως γὰρ συντεταγμένων αὐτῶν ἀληθές ἐστιν εἰπεῖν τὸ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. ἐν μὲν οὖν τῇ ἐκθέσει τῶν ὅρων ἦν κείμενα τὰ ἐναντία καὶ μία ἐπιστήμη, ἐν δὲ τῇ προτάσει οὐ ‘τὰ ἐναντία᾿ ἔτι ἥρμοσε λαβεῖν ἀλλὰ ‘τῶν ἐναντίων᾿.