In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 48a 40)

To τε ὑπάρχειν τὸν πρῶτον τῷ μέσῳ καὶ τοῦτον τῷ ἄκρῳ οὐ δεῖ λαμβάνειν ὡς αἰεὶ κατηγορηθησομένων ἀλλήλων ἢ ὁμοίως τό τε πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου.

Διδάσκει ἡμᾶς διὰ τούτων, ὅτι μὴ δεῖ τοὺς ὅρους, ὥς εἰσιν ἐκκείμενοι, οὕτως αὐτοὺς καὶ ἐν ταῖς προτάσεσι καὶ ἐν ταῖς πρὸς ἀλλήλους συμπλοκαῖς σχηματίζειν κατὰ τὰς πτώσεις. τοὺς μὲν γὰρ ὅρους ἐν ταῖς ἐκλογαῖς ἐκθετέον ἀεὶ κατ’ εὐθεῖαν πτῶσιν, τὰς δὲ συμπλοκὰς αὐτῶν, καθ’ ἣν ἂν ἐνδέχηται γίνεσθαι πτῶσιν, κατὰ ταύτην ποιητέον, ἐπειδὴ κατὰ πάσας τὰς πτώσεις αἱ κατηγορίαι τῶν ὅρων γίνονται. οὐ γὰρ πάντα τὰ κατηγορούμενα ὡς καθ’ ὑποκειμένου κατηγορεῖται· ἐπεὶ πάσας ἂν ἔδει τὰς προτάσεις τοὺς ὅρους ἔχειν κατ’ εὐθεῖαν πτῶσιν συντεταγμένους, ὡς ἐπὶ τῶν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν, ἡ γραμματικὴ ἐπιστήμη ἐστίν, τὸ χρῶμα ποιότης ἐπεὶ δ’ οὐ μόνα τὰ καθ’ ὑποκειμένου λεγόμενα κατηγορεῖται ἀλλὰ καὶ τὰ συμβεβηκότα καὶ ἐν ὑποκειμένῳ ὄντα, ὧν οὐκ ἀεὶ κατ’ ὀρθὴν πτῶσιν αἱ κατηγορίαι, ἀλλὰ ποτὲ μὲν κατ’ ὀρθήν, ὡς ὅταν λέγωμεν ‘τὸ σῶμα λευκόν ἐστιν, ἡ ὑγεία ἀγαθόν᾿, ποτὲ δὲ κατὰ γενικήν, ὡς ὅταν λέγωμεν ‘ὁ ἀδελφὸς ἀδελφὸς ἀδελφοῦ ἐστί᾿, ποτὲ δὲ κατὰ δοτικήν, ὡς ‘τὸ ὅμοιον ὁμοίῳ ὅμοιον᾿, ποτὲ δὲ πρὸς αἰτιατικήν, ὡς ὅταν λέγωμεν ‘τὸ μέγα πρὸς μικρὸν λέγεται᾿ καὶ ‘Πλάτων ἐπαινεῖ Σωκράτην᾿, ἐπεὶ τοίνυν αἰ κατηγορίαι τῶν κατηγορουμένων κτὰ πάσας γίνονται τὰς πτώσεις, αἱ δὲ προτάσεις ἐν ταῖς κατηγορίαις, δεῖν [*](2 τὰ ex τὸ corr. B1 3 (??) B: (??) 3. Bpr. 4 ταῖς ἐντὸς scripsi: τῶν ἐντὸς a et in lac. 9 lit. B3 6 ἐναλλὰξ B: ἔναλλα ante lac. ca. 8 lit. a 7 fap superscr. B3 αἱ (ante (??) Β: ἡ a 9 γωνία. ὅλη a in lac. 10 lit. B3 τοῦ superscr. Β3 10 ante δὲ lac. ca. 8 lit. Β: lac. ca. 12 lit. a: excidit velut φανερὸν 11 καὶ ταῖς . . . τριγώνου (12) oin. a 14 auto δυσὶν expuuxit τρι Β 15 τε aB: δὲ Ar. τὸ πρῶτον . . . τοῦτο Ar. 16 ἡ ova. a 17 ἐσχάτου B ἐ corr. B1) et Ar.: ἄκρου a 18 δεῖται a 21. 22 ἐνδέχεται a 29 ὡς ὅταν λέγωμεν om. a 30 ἀδελφὸς altenirn ex ἀδελφοῦ corr. Β1: τοῦ ἀδελφοῦ a 31 ἀδελφός a)

360
φησι τοὺς μὲν ὅρους ἐκτίθεσθαι τοὺς τῶν προτάσεων καὶ συλλογισμῶν, ὅταν [*](122r) ἐκλέγωμεν αὐτούς, κατ’ εὐθεῖαν πτῶσιν, τὰς δὲ κατηγορίας αὐτῶν καὶ τὰς προτάσεις ἐν τῇ πρὸς ἀλλήλας συντάξει οὕτως ποιεῖσθαι, ὡς ἐγχωρεῖ. κατηγορούμενα δὲ ἀλλήλων τὰ κατ’ εὐθεῖαν πτῶσιν λέγει, ὅτι αὐτὸ τὸ ὑποκείμενον πρᾶγμα ὑπὸ τῆς. εὐθείας δηλοῦται. ὅταν οὖν τὸ κατηγορούμενον κατ’ εὐθεῖαν κατηγορῆται, τότε κυρίως κατὰ τοῦ ὑποκειμένου κατηγορεῖται· καἰ γὰρ τὸ ὑποκείμενον τότε κατ’ εὐθεῖαν λαμβάνεται. ἄν δὲ κατὰ πτῶσιν, οὐκέτι κατ’ αὐτοῦ τῷ τὴν πτῶσιν μὴ τὸ ὑποκείμενον αὐτὸ σημαίνειν, τοῦ δὲ σημαινομένου ὑπὸ τῆς πτώσεως κατηγορεῖται. ἀλλ’ οὐδ’ ὁμοίως ὡς τὸ πρῶτον τοῦ δευτέρου κατηγορούμενον εἴληπται καὶ καθ’ ἣν πτῶσιν, κατὰ τὴν αὐτὴν καὶ τὸ δεύτερον τοὐ τρίτου ληπτέον πάντως κατηγορεῖσθαι. οὔτε γὰρ εἰ τὸ πρῶτον τοῦ δευτέρου κατ’ εὐθεῖαν, δεῖ καὶ τοῦτο τοῦ ἐσχάτου ἄκρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖν· τὴν γὰρ κατ’ εὐθεῖαν βουλόμενος δηλῶσαι κατηγορίαν εἶπεν ὡς ἀεὶ κατηγορηθησομένων ἀλλήλων. ἄκρον δὲ εἶπεν τὸν ἔσχατον ὅρον πρὸς ἀντιδιαστολὴν τοῦ μέσου· ἄκροι γὰρ οἱ παρὰ τὸν μέσον. εἰπὼν δὲ ἐπὶ τῆς εὐθείας πτώσεως μὴ ὁμοίας ἐν ἀμφοτέραις ταῖς προτάσεσι τὰς κατηγορίας ἔσεσθαι κατὰ τὴν πτῶσιν ἐπήνεγκε καθολικώτερον τὸ μηδὲ ὁμοίως τό τε πρῶτον τοῦ μέσου μηδὲ καθ’ οἵαν τοῦτο πτῶσιν, κατ’ ἐκείνην πάντως καὶ τὸ μέσον καὶ τοῦτο τοῦ ἐσχάτου. τὸ δ’ αὐτὸ οὐ μόνον, φησίν, ἐπὶ τῶν καταφατικῶν, τοῦτ’ ἔστι καταφατικῶς κατηγορουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀποφατικῶν ποιητέον.