In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 48b 10)

Συμβαίνει Συμβαίνει δ’ ὁτὲ μὲν ἐπὶ τοῦ μέσου τὸ πρῶτον λέγεσθαι, τὸ δὲ μέσον ἐπὶ τοῦ τρίτου μὴ λέγεσθαι.

Δείξας, πῶς ἐν ταῖς προτάσεσιν οὐκ ἀεὶ κατ’ εὐθεῖαν αἱ τῶν ὅρων κατηγορίαι γίνονται, ἐπὶ παραδείγματος τοῦ “τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη”, νῦν καθόλου ἐπὶ τῶν ἐν τοῖς συλλογισμοῖς προτάσεων δείκνυσιν, ὅτι μὴ αἰεὶ αἱ κατηγορίαι τῶν ὅρων ὅμοιαι καὶ κατὰ τὴν αὐτὴν πτῶσιν, ἀλλὰ ἐν τισὶ· μὲν ὁ πρῶτος ὅρος κατὰ τοῦ μέσου λέγεται, τοῦτ’ ἔστι κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται, οὐκέτι δὲ ὁ μέσος τοῦ τρίτου, ὡς ἐφ’ οὗ παρέθετο αὐτὸς ἔχει παραδείγματος ἰὴ τοῦ ἀγαθοῦ γνῶσις σοφία ἐστίν, ἡ σοφία ἐπιστήμη ἐστίν, ἡ τοῦ ἀγαθοῦ ἄρα γνῶσις ἐπιστήμη ἐστίν᾿. ἡ μὲν γὰρ μείζων πρότασις ἡ ’ λέγουσα ‘ἡ σοφία ἐπιστήμη ἐστίν᾿ κατ’ εὐθεῖαν πτῶσιν ἔχει τοὺς ὅρους, οὐκέτι δὲ ἡ ἐλάττων ἡ λέγουσα τοῦ ἀγαθοῦ τὴν σοφίαν εἷναι· γενικὴ γὰρ πτῶσις ἡ ‘τοῦ ἀγαθοῦ᾿. ἐν δὲ τῇ ἐκθέσει τῶν προτάσεων συνέπλεξε τῇ ἐλάττονι προτάσει καὶ τὸν μείζονα <καὶ> [*](4 post λέξις add. ἡ δὲ a 5 ἢ aH: καὶ Ar. (cf. p. 360, 22) 6 ante ἄνθρωπος add. ὁ a κατὰ prius addidi γραμματικὸς (ante καὶ) a κατὰ altermii om. a 7 πάντως a So γραμματικὸς Β: γραμματικὸν a 10 post ἐν add. δέα 13 οὐ om. a post ou eras. 3 — 4 lit. Β 15 μία a: ἅμα B 16 ἀσόλοικον a 17 post γενικὴ ’idd. ἡ a 19 κείμενον a 20 ἔτι add. ’: om. a 34 ante πτῶσις add. ἡ a 35 συνέλεξε a καὶ τὸν Β: αὐτὸν a καὶ alteram add. a: om. B)

362
μενον συνθεὶς αὐτὸν τῷ μέσῳ εἰπὼν <τοῦ> δὲ ἀγαθοῦ ἐστιν ἡ ἐπιστήμη· ἦν γὰρ ἡ πρότασις ἰὴ τοῦ ἀγαθοῦ γνῶσίς ἐστι σοφία᾿. ἡ γὰρ ἐπιστήμη οὐ τῇ σοφίᾳ συνῆπται οὐδέ ἐστι τοῦ μέσου ὅρου μέρος, ἀλλ’ ἔστιν ὁ κατηγορούμενος καὶ μείζων ὅρος· ἡ γὰρ σοφία ἐπιστήμη. παρ’ ὃ καὶ ἀσαφεστέρα ἡ λέξις γέγονεν. ὅτι γὰρ ὁ κατηγορούμενος ὅρος ἐστὶν ἡ ἐπιστήμη, ἐδήλωσε δι’ οὗ ἐπήνεγκε συμπεράσματος· γίνεσθαι γὰρ εἶπε συμπέρασμα τὸ τοῦ ἀγαθοῦ ἐπιστήμην εἷναι, ὃ οὐκ ἂν ἦν συμπέρασμα, εἰ ἡ ἐπιστήμη συνῆπτο τῇ σοφία ὡς ἕνα καὶ μέσον ὅρον τὸ ὅλον εἶναι. δύναται τὸ ἡ] ἐπιστήμη προστεθεικέναι ὑπὲρ τοῦ δεῖξαι, ὅτι κατὰ γενικὴν πτῶσιν λαμβανομένου τοῦ ἀγαθοῦ ἡ σοφία κατηγορεῖται· ὅτι γὰρ ἐπιστήμη ἐστὶν αὐτοῦ ἡ σοφία. δύναται καὶ ἀντὶ τοῦ ‘γνῶσις᾿ <τὸ> ἐπιστήμη ἦν γὰρ ἡ τοῦ ἀγαθοῦ γνῶσις σοφία, ᾧ ὡς ἴσον εἶπε τοῦ ἀγαθοῦ ἡ σοφία ἐστιν ἐπιστήμη ἀντὶ τοῦ ‘τοῦ δ᾿ ἀγαθοῦ ἡ γνῶσίς ἐστι σοφία᾿, ὡς μετειλῆφθαι τὴν γνῶσιν εἰς ἐπιστήμην. ἢ ἀμφότερα ἔλαβεν ἅμα, καὶ τὸν μέσον ὅρον, τὴν σοφίαν, καὶ τὸν μείζονα ἄκρον, τὴν ἐπιστήμην, ὑπὲρ τοῦ δεῖξαι, ὅτι καὶ ἡ πρότασις ἡ ἐλάττων καὶ τὸ συμπέρασμα τὴν αὐτὴν πτῶσιν κειμένην ἔχει· ὥσπερ δὲ ἡ ἐλάττων πρότασις οὐκ εἶχε κατ’ εὐθεῖαν την κατηγορίαν, οὕτως οὐδὲ τὸ συμπέρασμα.